Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

84

Τῆς δὲ ῥαφάνου τριχῆ διαιρουμένης, οὐλοφύλλου τε καὶ λειοφύλλου καὶ τρίτης τῆς ἀγρίας, ἡ ἀγρία τὸ μὲν φύλλον ἔχει λεῖον μικρὸν δὲ καὶ περιφερές, πολύκλαδος καὶ πολύφυλλος, ἔτι δὲ χυλὸν ἔχουσα δριμὺν καὶ φαρμακώδη, δι᾿ ὃ καὶ πρὸς τὰς κοιλίας αὐτῷ χρῶνται οἱ ἰατροί. ὁμοίως δὲ καὶ ἐν ἐκείναις δοκοῦσι διαφοραὶ καθ᾿ ἑκατέραν· ἐπεὶ ἄσπερμόν τι γένος αὐτῶν ἐστιν ἢ κακόσπερμον. τὸ δ᾿ ὅλον ἡ οὔλη τῆς λείας εὐχυλοτέρα καὶ μεγαλοφυλλοτέρα.

Εὐχυλότερον δὲ καὶ τῶν τευτλίων τὸ λευκὸν τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον, ὃ καλοῦσί τινες Σικελικόν.

Ὡσαύτως δὲ καὶ τῆς θριδακίνης· ἡ γὰρ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δὲ αὐτῆς ἐστὶν ἄλλα τρία, τό τε πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν· αὕτη δὲ τὸ μὲν φύλλον ἔχει σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστος ἐκ τοῦ καυλοῦ. τῶν δὲ πλατειῶν οὕτω τινὲς πλατύκαυλοι γίνονται ὥστ᾿ ἐνίους φασὶ καὶ θύραις χρῆσθαι κηπουρικαῖς. τὸ δὲ ὀπῶδες σφόδρα καὶ μικρόφυλλον καὶ λευκοκαυλότερον ἔοικεν ἀγρίᾳ.

Τῶν δὲ σελίνων καὶ ἐν τοῖς φύλλοις καὶ ἐν τοῖς καυλοῖς αἱ διαφοραί· τὸ μὲν γὰρ πυκνὸν καὶ οὖλον καὶ δασὺ τὸ φύλλον ἔχει, τὸ δὲ μανότερον καὶ πλατύτερον καυλὸν δὲ μείζω. τούτων δὲ πάλιν τὰ μὲν λευκόκαυλα τὰ δὲ πορφυρόκαυλα ἢ ποικιλόκαυλα· τὸ δ᾿ ὅλον ἅπαν τὸ τοιοῦτον ἐμφερέστερον τῷ ἀγρίῳ.

[*](¹ Athen. 9. 9: Plin. 19. 80. ² Wild radish. See Index.)
86

Σικύου δὲ καὶ κολοκύντης τοῦ μὲν εἶναί φασι γένη τῆς δ᾿ οὐκ εἶναι, καθάπερ τῆς ῥαφανῖδος καὶ τῆς γογγυλίδος, ἀλλ᾿ ἐν τῷ αὐτῷ γένει τὰς μὲν βελτίους τὰς δὲ χείρους. τοῦ δὲ σικύου τρία, Λακωνικὸν σκυταλίαν Βοιώτιον· τούτων δὲ ὁ μὲν Λακωνικὸς ὑδρευόμενος βελτίων, οἱ δ᾿ ἕτεροι ἀνύδρευτοι.

Διαφέρει δὲ γένει καὶ τὰ κρόμυα καὶ τὰ σκόροδα. πλείω δὲ τοῦ κρομύου τὰ γένη, οἷον τὰ κατὰ τὰς χώρας ἐπικαλούμενα Σάρδια Κνίδια Σαμοθράκια, καὶ πάλιν τὰ σητάνια καὶ σχιστὰ καὶ Ἀσκαλώνια. τούτων δὲ τὰ μὲν σητάνια μικρὰ γλυκέα δὲ εὖ μάλα, τὰ δὲ σχιστὰ καὶ ἀσκαλώνια καὶ ταῖς θεραπείαις διαφέροντα καὶ δῆλον ὅτι τῇ φύσει· τὸ γὰρ σχιστὸν τῷ μὲν χειμῶνι μετὰ τῆς κόμης ἐῶσιν ἀργόν, ἅμα δὲ τῷ ἦρι τὰ φύλλα περιαιροῦσι τὰ ἔξω καὶ τὰ ἄλλα θεραπεύουσι· περιαιρεθέντων δὲ τῶν φύλλων ἕτερα βλαστάνει καὶ ἅμα κάτω σχίζεται, δι᾿ ὃ καλοῦσι σχιστά. οἱ δὲ καὶ ὅλως φασὶ πάντων δεῖν, ὅπως ἡ δύναμις εἰς τὸ κάτω καὶ μὴ σπερμοφυῇ.

τῶν δὲ Ἀσκαλωνίων ἰδία τις ἡ φύσις· μόνα γὰρ σχιστὰ καὶ ὥσπερ ἄγονα ἀπὸ τῆς ῥίζης, ἔτι δὲ ἐν αὐτοῖς ἀναυξῆ καὶ ἀνεπίδοτα· [*](¹ Athen. 3. 4: Plin. 19. 68.) [*](² Plin. 19. 101—104.) [*](³ Σάρδια conj. Meurs. from Plin.l.c.; γάρδια Ald.H.) [*](⁴ l.e. making offsets.) [*](5 Ἀσκαλώνια, whence Eng. shallot; though this name is applied to κ. σχιστόν. 6 τὸ add. W.)

88
δι᾿ ὃ καὶ οὐ πηγνύουσιν ἀλλὰ σπείρουσιν αὐτὰ καὶ σπείρουσιν ὀψὲ πρὸς τὸ ἔαρ, εἶθ᾿ ὅταν βλαστήσῃ μεταφυτεύουσι· τελειοῦται δὲ οὕτω ταχέως ὧσθ᾿ ἅμα τοῖς ἄλλοις ἢ καὶ πρότερον ἐξαιρεῖσθαι· πλέονα δὲ χρόνον ἐαθέντα ἐν τῇ γῇ σήπεται· φυτευθέντα δὲ καυλὸν ἀφίησι καὶ σπέρμα φύει μόνον, εἶτα κενοῦται καὶ αὐαίνεται. τούτων μὲν οὖν τοιαύτη τις ἡ φύσις.

Διαφέρει δ ἔνια καὶ τοῖς χρώμασιν· ἐν Ἰσσῷ γὰρ τὰ μὲν ἄλλα ὅμοια τοῖς ἄλλοις, λευκὰ δὲ σφόδρα τῇ χροιᾷ· φέρειν δέ φασιν ὅμοια τοῖς Σαρδιανοῖς. ἰδιωτάτη δὲ ἡ φύσις ἡ τῶν Κρητικῶν, παραπλησία δὲ τρόπον τινὰ τοῖς Ἀσκαλωνίοις, εἰ μὴ ἄρα καὶ ἡ αὐτή. ἐν Κρήτῃ γάρ ἐστί τι γένος ὃ σπειρόμενον μὲν ῥίζαν ποιεῖ φυτευόμενον δὲ καυλὸν καὶ σπέρμα, κεφαλὴν δὲ οὐκ ἴσχει, γλυκὺ δὲ τῷ χυμῷ· τοῦτο γὰρ οἷον ἀνάπαλιν ἔχει τοῖς ἄλλοις.

ἅπαντα γὰρ πηγνύμένα καὶ βελτίω καὶ θᾶττον παραγίνεται. πάντα δὲ φυτεύεται μετ᾿ Ἀρκτοῦρον ἔτι θερμῆς οὔσης τῆς γῆς, ὅπως τὰ ὕδατα πεφυτευμένα καταλαμβάνῃ. καὶ ὅλα δὲ φυτεύεται καὶ διατεμνόμενα παρὰ τὴν κεφαλήν. οὐχ ὅμοιαι δὲ αἱ ἐκβλαστήσεις, ἀλλ᾿ ἐκ μὲν τοῦ κάτω γίνεται κρόμυον, ἐκ δὲ τοῦ ἄνω [*](¹ πηγνύουσι: cf. 7. 4. 3 n. The word evidently has a dif- ferent sense here; cf. § 10, where πηγνύω and φυτεύω seem to be synonymous.) [*](² οὕτω conj. Sch. from G; τῖς ἄλλοις Ald.) [*](³ i.e. instead of being raised from seed. cf. what is said 7. 2. 2 of the offsets of γήθυον.)

90
χλόη μόνον· ὀρθὸν δὲ διατμηθὲν ὅλως ἀβλαστές ἐστι. τὸ δὲ γήτειον καλούμενον ἀκέφαλόν τι καὶ ὥσπερ αὐχένα μακρὸν ἔχον, ὅθεν καὶ ἡ βλάστησις ἄκρα· καὶ ἐπικείρεται πολλάκις, ὥσπερ τὸ πράσον, δι᾿ ὃ καὶ σπείρουσιν αὐτὸ καὶ οὐ φυτεύουσι. τὰ μὲν οὖν κρόμυα σχεδὸν ταύτας ἔχει τὰς ἰδέας.

Τὸ δὲ σκόροδον φυτεύεται μὲν μικρὸν πρὸ τροπῶν ἢ μετὰ τροπὰς διαιρούμενον κατὰ γέλγεις. διαφορὰ δέ ἐστιν αὐτῶν ἥ τε τῶν ὀψίων πρὸς τὰ πρώϊα· γένος γάρ τι τυγχάνει τοιοῦτον ὃ ἐν ἑξήκοντα ἡμέραις τελειοῦται, καὶ μεγέθει καὶ μικρότητι. καὶ τῷ μεγέθει γένος τι διάφορόν ἐστι, μάλιστα δὲ τὸ Κύπριον καλούμενον τοιοῦτον, ὅπερ οὐχ ἑψοῦσιν ἀλλὰ πρὸς τοὺς μυττωτοὺς χρῶνται, καὶ ἐν τῇ τρίψει θαυμαστὸν ποιεῖ τὸν ὄγκον ἐκπνευματούμενον. καὶ ἔτι τῷ μὴ ἔχειν ἔνια τὰς γέλγεις. ἡ δὲ γλυκύτης καὶ ἡ εὐωδία καὶ ἡ ἁδρότης σχεδὸν παρὰ τὰς χώρας γίνεται καὶ τὰς θεραπείας, ὥσπερ καὶ τῶν ἄλλων. τελειοῦται δὲ καὶ ἀπὸ σπέρματος ἀλλὰ βραδέως· τῷ πρώτῳ γὰρ ἔτει κεφαλὴν ἡλίκην πράσου λαμβάνει, τῷ δ᾿ ὕστερον γελγιδοῦται, καὶ τῷ τρίτῳ τέλειον γίνεται, καὶ οὐδὲν χεῖρον ἀλλ᾿ ἔνιοί γε καὶ κάλλιόν φασι τοῦ πηκτοῦ.