Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τὸ δὲ σκόροδον φυτεύεται μὲν μικρὸν πρὸ τροπῶν ἢ μετὰ τροπὰς διαιρούμενον κατὰ γέλγεις. διαφορὰ δέ ἐστιν αὐτῶν ἥ τε τῶν ὀψίων πρὸς τὰ πρώϊα· γένος γάρ τι τυγχάνει τοιοῦτον ὃ ἐν ἑξήκοντα ἡμέραις τελειοῦται, καὶ μεγέθει καὶ μικρότητι. καὶ τῷ μεγέθει γένος τι διάφορόν ἐστι, μάλιστα δὲ τὸ Κύπριον καλούμενον τοιοῦτον, ὅπερ οὐχ ἑψοῦσιν ἀλλὰ πρὸς τοὺς μυττωτοὺς χρῶνται, καὶ ἐν τῇ τρίψει θαυμαστὸν ποιεῖ τὸν ὄγκον ἐκπνευματούμενον. καὶ ἔτι τῷ μὴ ἔχειν ἔνια τὰς γέλγεις. ἡ δὲ γλυκύτης καὶ ἡ εὐωδία καὶ ἡ ἁδρότης σχεδὸν παρὰ τὰς χώρας γίνεται καὶ τὰς θεραπείας, ὥσπερ καὶ τῶν ἄλλων. τελειοῦται δὲ καὶ ἀπὸ σπέρματος ἀλλὰ βραδέως· τῷ πρώτῳ γὰρ ἔτει κεφαλὴν ἡλίκην πράσου λαμβάνει, τῷ δ᾿ ὕστερον γελγιδοῦται, καὶ τῷ τρίτῳ τέλειον γίνεται, καὶ οὐδὲν χεῖρον ἀλλ᾿ ἔνιοί γε καὶ κάλλιόν φασι τοῦ πηκτοῦ.

τῆς δὲ ῥίζης ἡ γένεσις οὐχ ὁμοία τοῦ τε σκορόδου καὶ τοῦ κρομύου· ἀλλὰ τοῦ μὲν σκορόδου ὅταν ἀνοιδήσῃ ἡ γελγὶς κυρτοῦται πᾶσα καὶ ἐνταῦθα αὐξηθεῖσα διαιρεῖται πάλιν εἰς τὰς γέλγεις καὶ ἐξ ἑνὸς πολλὰ γίνεται τῷ τελειοῦσθαι τὴν κεφαλήν, τὸ δὲ [*](¹ i.e. bulb: cf. 9. 11. 6. 2 cf. 7. 2. 2.) [*](³ Plin. 19. 111 and 112..)

92
κρόμυον εὐθὺς ἐκ τῆς ῥίζης ἄλλο καὶ ἄλλο παραφίησι, καθάπερ καὶ βολβοὶ καὶ σκίλλα καὶ πάντα τὰ τοιαῦτα. καὶ γὰρ τὰ κρόμυα καὶ τὰ σκόροδα μὴ ἀναιρούντων ἀλλ᾿ ἐώντων πολλὰ γίνεται. φέρειν δέ φασι καὶ τὸ σκόροδον ἐπὶ τῆς φύσιγγος, σκόροδα καὶ .τὸ κρόμυον κρόμυα· περὶ μὲν οὖν τῶν γενέσεων ἱκανῶς εἰρήσθω.

V. Φίλυδρα δὲ πάντα τὰ ἄλλα λάχανα καὶ φιλόκοπρα πλὴν πηγάνου, τοῦτο δὲ ἥκιστα φιλόκοπρον. τὰ χειμερινὰ δὲ οὐχ ἧττον τῶν θερινῶν καὶ τὰ ἐπίκηρα τῶν ἰσχυρῶν. κόπρον δὲ μάλιστα ἐπαινοῦσι τὴν συρματῖτιν, τὴν δὲ τῶν ὑποζυγίων μοχθηρὰν διὰ τὸ μάλιστα ἐξικμάζεσθαι· ζητοῦσι δὲ τὴν κόπρον ἅμα τῷ σπόρῳ μάλιστα συναναμιχθεῖσαν· οἱ δὲ καὶ σπείροντες ἐπιβάλλουσι· χρῶνται δὲ καὶ τῇ ἀνθρωπίνῃ ὠμῇ πρὸς τὴν χύλωσιν. φιλυδρότερα δὲ τὰ χειμερινὰ τῶν θερινῶν καὶ τὰ ἀσθενῆ τῶν ἰσχυρῶν, ἔτι δὲ τὰ πλείστης δεόμενα τροφῆς. φίλυδρα καὶ τὸ κρόμυον καὶ τὸ γήθυον· καίτοι φασί τινες οὐ ζητεῖν, ἐὰν τὸ πρῶτον ἐπιγένηται δὶς ἢ τρίς.

τῶν δὲ ὑδάτων ἄριστα τὲ πότιμα καὶ τὰ ψυχρά. χείριστα δὲ τὰ ἁλυκὰ καὶ δυσμανῆ, δι᾿ ὃ καὶ ἐκ τῶν ὀχετῶν οὐ χρηστά· συμπεριφέρει γὰρ σπέρματα πόας. ἀγαθὰ δὲ τὰ ἐκ διός· ταῦτα [*](¹ cf. 7. 2. 2 and 3.) [*](² φύσιγγος conj. Casaub. on Athen. 2. 78; σφύριγγος UM Ald. See LS φύσιγξ.) [*](3 καὶ τὸ κρέμυον κρόμυα conj. Sch.; καὶ τὰ κρόμμνα UMAld.) [*](4 Plin. 19. 156.)

94
γὰρ δοκεῖ καὶ φθείρειν τὰ θηρία γινόμενα τὰ γόνιμα κατεσθίοντα. φασὶ δέ τινες οὔτε τοῖς σικύοις συμφέρειν οὔτε τοῖς κρομύοις. ἀρδεύουσι δὲ τὰ μὲν ἄλλα πρωῒ ἢ πρὸς ἑσπέραν, ὅπως μὴ καθέψηται, τὸ δὲ ὤκιμον καὶ μεσημβρίας· καὶ γὰρ διαβλαστάνειν θᾶττόν φασι θερμῷ τὸ πρῶτον ἀρδευόμενον. τὸ δὲ πολὺ λίαν ὕδωρ δοκεῖ συμφέρειν ἄλλως τε καὶ ἐὰν μὴ ἔχῃ κόπρον· πολλάκις γὰρ πεινῆν τά λάχανά φασι, καὶ ταῦτα. γνωρίζειν τοὺς ἐμπείρους τῶν κηπουρῶν.