Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἅπαντα μὲν οὖν φιλόζωα τὰ κεφαλόρριζα μάλιστα δ᾿ ἡ σκίλλα· καὶ γὰρ κρεμαννυμένη ζῇ καὶ πλεῖστόν γε χρόνον διαμένει· δύναται δὲ καὶ τὰ θησαυριζόμενα σώζειν, ὥσπερ τὴν ῥόαν ἐμπηγνυμένου τοῦ μίσχου, καὶ τῶν φυτευομένων δ᾿ ἔνια βλαστάνει θᾶττον ἐν αὐτῇ· λέγεται δὲ καὶ πρὸ τῶν θυρῶν τῆς εἰσόδου φυτευθεῖσαν ἀλεξητήριον εἶναι τῆς ἐπιφερομένης δηλήσεως. πάντα δὲ ταῦτα ἀθρόα φύεται, καθάπερ καὶ τὰ κρόμυα καὶ τὰ σκόροδα· παραβλαστάνουσι γὰρ ἀπὸ τῆς [*](¹ ἐκπίπτει conj. W.; ἐκπίπτων Ald.) [*](2 ἄνθησιν conj. Scal.; ἄναυσιν corr. to αὔανσιν U; ἄναυσιν M; αὔανσιν Ald.: floret per partes G.)

130
ῥίζης· ἔνια δὲ καὶ ἀπὸ τοῦ σπέρματος φανερῶς, οἷον ὅ τε ἀνθέρικος καὶ τὸ λείριον καὶ τὸ φάσγανον καὶ ὁ βολβός.

Ἀλλ᾿ ἴδιον τοῦτο τοῦ βολβοῦ λέγεται, τὸ μὴ ἀπὸ πάντων βλαστάνειν ἅμα τῶν σπερμάτων, ἀλλὰ τοῦ μὲν αὐτοετὲς τοῦ δ᾿ εἰς νέωτα, καθάπερ τὸν αἰγίλωπά φασι καὶ τὸν λωτόν. τοῦτο μὲν οὖν εἴπερ ἀληθὲς κοινὸν ἑτέρων. κοινὸν δὲ ἴσως καὶ τὸ μέλλον λέγεσθαι, πλὴν οὐ πολλῶν, θαυμαστὸν δὲ ἐπὶ πάντων, ὅπερ ἐπί τε τῆς σκίλλης καὶ τοῦ ναρκίσσου συμβαίνει· τῶν μὲν γὰρ ἄλλων καὶ τῶν ἐξ ἀρχῆς φυτευομένων καὶ τῶν βλαστανόντων καθ᾿ ὥραν ἔτους τὸ φύλλον ἀνατέλλει πρῶτον, εἶθ᾿ ἥστερον ὁ καυλός· ἐπὶ δὲ τούτων ὁ καυλὸς πρότερον.

Τοῦ ναρκίσσου δὲ ὁ τοῦ ἄνθους μόνον εὐθὺ προωθῶν τὸ ἄνθος· τῆς δὲ σκίλλης καθ᾿ αὑτόν, εἰς ὕστερον ἐπὶ τούτῳ τὸ ἄνθος ἀνίσχον προσκαθήμενον· ποιεῖται δὲ τὰς ἀνθήσεις τρεῖς, ὧν ἡ μὲν πρώτη δοκεῖ σημαίνειν τὸν πρῶτον ἄροτον, ἡ δὲ δευτέρα τὸν μέσον, ἡ δὲ τρίτη τὸν ἔσχατον· ὡς γὰρ ἂν αὗται γένωνται καὶ οἱ ἄροτοι σχεδὸν οὕτως ἐκβαίνουσιν· ὅταν δὲ οὗτος ἀπογηράσῃ. τότε ἡ τῶν φύλλων βλάστησις πολλαῖς ἡμέραις ὕστερον· ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ ναρκίσσου, πλὴν οὔτε καυλὸν ἕτερον ἔχει παρὰ τὸν τοῦ ἄν. θους, ὥσπερ εἴπομεν, οὔτε καρπὸν φανερόν, ἀλλ᾿ [*](¹ αἰγίλωπα conj. Sch. from Plin. 21. 103; γίλωπα UMAld.) [*](² εὐθὺ προωθῶν conj W.; εὐθυπρόωρον Ald. H. cf. Plin. 21. 66, where however the statement is transferred to the crocus.)

132
αὐτὸ τὸ ἄνθος ἅμα τῷ καυλῷ καταφθίνει καὶ ὅταν αὐανθῇ τότε τὰ φύλλα ἀνατέλλει.