Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

πολλὰ δέ, ὥσπερ ἐλέχθη, διὰ τὸ κατὰ μέρος ἀνθεῖν ἐπιτείνεται ταῖς ὥραις· ἔνια γὰρ οὕτως ἀνθεῖ, καθάπερ ἥ τε ἀπάπη καὶ τὸ ὀνοχειλὲς καὶ τὸ κιχόριον καὶ τὸ ἀρνόγλωσσον καὶ ἄλλα· διὰ δὲ τὴν συνέχειαν καὶ τὴν περικατάληψιν τὴν ὑπ᾿ ἀλλήλων οὐ φαίνεται ῥᾴδιον ἐν ἐνίοις οὐδ᾿ ὁρίσαι ποῖα πρῶτα βλαστάνει καὶ ποῖα ὀψιβλαστῆ· πλὴν εἴ τις ὑποθοῖτο τοῦ ἔτους τὴν ἀρχήν τινα [*](¹ οὐδ᾿ conj. W.; οὔθ᾿ Ald. ² Reference not discoverable.) [*](3 ἀπάπην conj. W.; ἀφάκην UMAld. cf. 7. 7. 1 n.) [*](4 κρόκος conj. Sch. (adding ὁ); ἦρος U (corrected); κρος M; om. Ald.; τὸ κρόκον mBas.) [*](5 καὶ θερινὰ seems to have dropped out.) [*](6 διὰ τὸ κατὰ μέρος ἀνθεῖν conj. W.; καὶ τῶν κατὰ μέρος ἀνθέων Ald.)

118
ὥρας τινὸς ἀρχῇ.

καὶ αὐτῶν δὲ τούτων τὰς γενέσεις καὶ τὰς ὥρας ὅταν τελειωθέντων τῶν καρπῶν πάλιν ἄλλας ἀρχὰς ἐνίστωνται τῆς γενέσεως· ὅπερ μάλιστα δοκεῖ συμβαίνειν μετ᾿ ἰσημερίαν μετοπωρινήν· τότε γὰρ ἤδη τὰ σπέρματα πλεῖστα τετελείωται καὶ τῶν δενδρικῶν καρπῶν οἱ πολλοί, καὶ ἅμα μεταβολή τις αὐτοῦ τούτου προσγίνεται καὶ τῆς ὥρας· ὅσα δὲ ἀτελῆ καὶ ἄπεπτα περικαταλαμβάνεται, τούτοις κατὰ λόγον ἐκ περιόδου καὶ ἡ βλάστησις γίνεται καὶ ἡ ἄνθησις καὶ ἡ τελείωσις· δι᾿ ὃ συμβαίνει τὰ μὲν ὑπὸ τροπὰς ἀνθεῖν τὰ δ᾿ ὑπὸ Κύνα τὰ δὲ καὶ μετὰ Ἀρκτοῦρον καὶ ἰσημερίαν μετοπωρινήν.

Ἀλλὰ ταῦτα μὲν ἔοικε κοινοτέραν ἔχειν σκέψιν εἰς ἀφορισμὸν ἀρχῆς. ὅτι δὲ αἱ διαφοραὶ πλείους ἢ οὐκ ἐλάττους ἐν τούτοις φανερόν. ἐπεὶ καὶ ἀείφυλλα τῶν τοιούτων ἐστὶν ἔνια, καθάπερ τὸ πόλιον καὶ ἡλιοτρόπιον καὶ τὸ ἀδίαντον.

XI. Ἀφωρισμένων οὖν τούτων περὶ τἀς διαφορὰς ἐν οἷς γίνονται καὶ πῶς λεκτέον ἤδη τὰς καθ᾿ ἕκαστον ἱστορίας --- ὅσα μὴ κατὰ τὴν [*](¹ i. e. to fix the date of the beginning and end of the cycle of the plant’s life.) [*](2 αὐτοῦ τούτου: ? the plant itself. αὐτοῦ τοῦ ἔτους conj. Sch.) [*](3 i. e. according as the seed ripened last year or this year. In this rather obscure section I follow W. ’s explanations.) [*](4 Plin. 21. 100.)

120
ἰδίαν ἑκάστου φύσιν. λέγω δὲ οἷον τὰ σταχυώδη καὶ τὰ σκανδικώδη καὶ μονοφυῆ, κὰν εἴ τι ἕτερόν ἐστι τοιοῦτον κοινὸν ἐπὶ πάντων λαβεῖν, ὁ τῇ αἰσθήσει γνώριμον ἢ φύλλοις ἢ ἄνθεσιν ἢ ῥίζαις ἢ καρποῖς· ἐκ γὰρ τῶν φανερῶν ὁ μερισμὸς ὥσπερ καὶ ἐκ τῶν ῥιζῶν.