Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τὰ δὲ κρίνα τῇ μὲν χροιᾷ τὴν εἰρημένην ἔχει διαφοράν. μονόκαυλα δέ ἐστιν ὡς ἐπὶ πᾶν, δικαυλεῖ δὲ σπανίως· τάχα δὲ τοῦτο χώρας καὶ ἀέρος διαφορᾶς. καθ᾿ ἕκαστον δὲ καυλὸν ὁτὲ μὲν ἓν κρίνον ὁτὲ δὲ πλείω γίνεται· βλαστάνει γὰρ τὸ ἄκρον· σπανιώτερα δὲ ταῦτα· ῥίζαν δὲ ἔχει πολλὴν σαρκώδη καὶ στρογγύλην· ὁ δὲ καρπὸς [*](¹ διαφερόντως δὲ τοῦ κρόκου conj. Saracenus from Athen. l.c.; διαφερόντως δὴ τοῦ χρόνου Ald. cf Callim. Hymn to Apollo 83, whence it appears that an autumnal crocus (crocus sativus) is meant. See below § 10.) [*](2 ἀκανῶδες conj. Sch. from G, acanaceum; ἀνθῶδες UMAld.) [*](³ παππωδῶν conj. Sch.; πρώτων Ald.) [*](4 Plin. 21. 27.)

42
ἀφαιρούμενος ἐκβλαστάνει καὶ ἀποδίδωσι τὸ κρίνον πλὴν ἔλαττον. ποιεῖ δέ τινα καὶ δακρυώδη συρροήν, ἣν καὶ φυτεύουσιν, ὥσπερ εἴπομεν.

Ὁ δὲ νάρκισσος ἢ τὸ λείριον, οἱ μὲν γὰρ τοῦτο οἱ δ᾿ ἐκεῖνο καλοῦσι, τὸ μὲν ἐπὶ τῇ γῇ φύλλον ἀσφοδελῶδες ἔχει, πλατύτερον δὲ πολύ, καθάπερ ἡ κρινωνία, τὸν δὲ καυλὸν ἄφυλλον μὲν ποώδη δὲ καὶ ἐξ ἄκρου τὸ ἄνθος, καὶ ἐν ὑμένι τινὶ καθάπερ ἐν ἀγγείῳ καρπὸν μέγαν εὖ μάλα καὶ μέλανα τῇ χροιᾷ σχήματι δὲ προμήκη. οὗτος δ᾿ ἐκπίπτων ποιεῖ βλάστησιν αὐτόματον· οὐ μὴν ἀλλὰ καὶ συλλέγοντες πηγνύουσι καὶ τὴν ῥίζαν φυτεύουσιν. ἔχει ῥίζαν σαρκώδη στρογγύλην μεγάλην. ὄψιον δὲ σφόδρα· μετὰ γὰρ Ἀρκτοῦρον ἡ ἄνθησις καὶ περὶ ἰσημερίαν.

Ὁ δὲ κρόκος ποώδης μὲν τῇ φύσει, καθάπερ καὶ ταῦτα, πλὴν φύλλῳ στενῷ, σχεδὸν γὰρ ὥσπερ τριχόφυλλόν ἐστιν· ὀψιανθὲς δὲ σφόδρα καὶ ὀψιβλαστὲς ἢ πρωιανθές, ὁποτέρως τις λαμβάνοι τὴν ὥραν· Πλειάδα γὰρ ἀνθεῖ καὶ ὀλίγας ἡμέρας· εὐθὺς δ᾿ ἅμα τῷ φύλλῳ καὶ τὸ ἄνθος ὠθεῖ· δοκεῖ δὲ καὶ πρότερον· ῥίζα δὲ πολλὴ καὶ σαρκώδης, καὶ τὸ ὅλον εὔζωον· φιλεῖ δὲ καὶ πατεῖσθαι καὶ γίνεται καλλίων κατατριβομένης [*](¹ cf. 2. 2. 1 n., 9. 14: C.P. 1. 4. 4—6. Plin. 21. 26 describes a method of artificially producing crimson lilies from the bulbils of a white lily. cf. Geop. 11. 20.) [*](2 cf. 6. 8. 1 and 3. See Index. cf. 7. 13. 1.) [*](4 ποώδη: cf. 4. 10. 3.)

44
πάτῳ τῆς ῥίζης· δι᾿ ὃ καὶ παρὰ τὰς ὁδοὺς καὶ ἐν τοῖς κροτητοῖς κάλλιστος. ἡ δὲ φυτεία ἀπὸ ῥίζης.

Ταῦτα μὲν οὖν οὕτω γεννᾶται. τὶ δ᾿ ἄλλα ἄνθη τὰ προειρημένα πάντα σπείρεται, οἷον ἰωνία διόσανθος ἴφυον φλὸξ ἡμεροκαλλές· καὶ γὰρ αὐτὰ καὶ αἱ ῥίζαι ξυλώδεις· σπείρεται δὲ καὶ ἡ οἰνάνθη· καὶ γὰρ καὶ τοῦτο ἀνθῶδες. τὰ μὲν οὖν ἀνθικὰ σχεδὸν ἐν τούτοις καὶ τοῖς ὁμοίοις ληπτέον.

VII. Τὰ δὲ ἕτερα πάντα μὲν ἀνθεῖ καὶ σπερμοφορεῖ, δοκεῖ δὲ οὐ πάντα διὰ τὸ μὴ φανερὸν εἶναί τινων τὸν καρπόν· ἐπεὶ καὶ τὸ ἄνθος ἐνίων ἀμαυρόν· ἀλλ᾿ ὅτι βραδέως καὶ χαλεπωτέρως παραγίνεται, τῇ φυτείᾳ χρῶνται μᾶλλον, ὥσπερ ἐλέχθη καὶ κατ᾿ ἀρχάς.

καίτοι διατείνονται τινες ὡς οὐκ ἐχόντων καρπόν· οἵ τε πεπειρᾶσθαι φάσκοντες καὶ τούτων εἰσίν, αὐτοὶ γὰρ ξηρᾶναι πολλάκις καὶ ἀποτρίψαι καὶ σπεῖραι, καὶ οὐδεπώποτε βλαστεῖν οὔτε ἕρπυλλον οὔτε ἑλένιον οὔτε σισύμβριον οὔτε μίνθαν· πεπειρᾶσθαι γὰρ καὶ ταύτης. ἀλλ᾿ ὅμως ἐκεῖνο ἀληθέστερον, ἥ τε τῶν ἀγρίων φύσις ἐπιμαρτυρεῖ· καὶ γὰρ ἕρπυλλός ἐστιν ἄγριος, ὃν κομίζοντες ἐκ τῶν ὀρῶν φυτεύουσι καὶ ἐν Σικυῶνι καὶ Ἀθήνῃσιν ἐκ τοῦ Ὑμηττοῦ· παρ᾿ ἄλλοις δὲ ὅλως ὄρη πλήρη καὶ λόφοι, καθάπερ ἐν τῇ Θρᾴκῃ· καὶ σισύμβριον [*](¹ πάτῳ conj. Turneb. and others; κάτω Ald,) [*](² κροτητοῖς: Plin. l.c. iuxta semitas ac fontes. Did he read κρουνοῖς) [*](³ ἀνθικὰ conj. Scal.; ἀκανθικὰ Ald. cf. 6. 6. 2.) [*](⁴ ἀλλ᾿ ὅτι conj. W. from G; ἄλλα δὲ UMPAld.)

46
δὲ καὶ τἆλλα δριμυτέραν ἔχοντα τὴν ὀσμήν· ἕρπυλλος δ᾿ ἐνίοτε καὶ παντελῶς θυμώδης· ἃ δῆλον ὅτι ταύτην τὴν γένεσιν λαμβάνει.

Ἀβρότονον δὲ μᾶλλον ἀπὸ σπέρματος βλαστάνει ἢ ἀπὸ ῥίζης καὶ παρασπάδος· χαλεπῶς δὲ καὶ ἀπὸ σπέρματος· προμοσχευόμενον ἐν ὀστράκοις, ὥσπερ οἱ Ἀδώνιδος κῆποι, τοῦ θέρους· δύσριγον γὰρ σφόδρα καὶ ὅλως ἐπίκηρον καὶ ὅποι ὁ ἥλιος σφόδρα λάμπε· ἐμβιῶσαν δὲ καὶ αὐξηθὲν. μέγα καὶ ἰσχυρὸν καὶ δενδρῶδες ὥσπερ τὸ πήγανον, πλὴν ξυλωδέστερον πολὺ τοῦτο καὶ ξηρότερον καὶ αὐχμωδέσ τερον.

Ὁ δὲ ἀμάρακος ἀμφοτέρως φύεται, καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ σπέρματος· πολύσπερμον δέ, καὶ τὸ σπέρμα εὔοσμον ὀσμῇ μαλακωτέρᾳ· δύναται δὲ καὶ μεταφυτεύεσθαι. πολύσπερμον δὲ καὶ τὸ ἀβρότονον καὶ οὐκ ἄοσμον. τοῦτο δὲ ῥίζας μὲν ἔχει ὀρθὰς καὶ κατὰ βάθους. ἔστι γὰρ ὥσπερ μονόρριζον τῇ παχείᾳ τὰς δ᾿ ἄλλας ἀπ᾿ αὐτῆς· ὁ δ᾿ ἀμάρακος καὶ ὁ ἕρπυλλος καὶ τὸ σισύμβριον καὶ τὸ ἑλένιον ἐπιπολαίους καὶ πολυσχιδεῖς καὶ ταρρώδεις· ξνλώδεις δὲ πᾶσαι. πολὺ δὲ μᾶλλον ἡ τοῦ ἀβροτόνου καὶ διὰ τὸ μέγεθος καὶ τῇ ξηρότητι.

[*](¹ ἐνίοτε conj. W.; ἐνίοις Ald.)[*](² Plin. 21. 57. Description of various forms of ἕρπυλλος has perhaps dropped out after this word: cf. § 5, καθάπερ ἐλέχθη.)[*](³ i.e. from seed. ταύτην conj. W.; πάντα UMAld.; ? τάντα ταύτην)[*](⁴ Plin. 21. 34: cf. C.P. 1. 4. 2. ἀβρότονον . . . θέρους, text nearly as given by Ald. and by UM (?)—supported by Plin.)