Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

δριμύτατος δὲ ὁ καπνὸς συκῆς καὶ ἐρινεοῦ καὶ εἴ τι ἄλλο ὀπῶδες· αἰτία δὲ ἡ ὑγρότης· φλοϊσθέντα δὲ καὶ ἀποβρεχθέντα ἐν ὕδατι ἐπιρρύτῳ καὶ μετὰ ταῦτα ξηρανθέντα πάντων ἀκαπνότατα καὶ φλόγα μαλακωτάτην ἀνίησιν, ἄτε καὶ τῆς οἰκείας ὑγρότητος ἐξῃρημένης. δριμεῖα δὲ καὶ ἡ τέφρα καὶ ἡ κονία ἡ ἀπ᾿ αὐτῶν. μάλιστα δέ φασι τὴν ἀπὸ τῆς ἀμυγδαλῆς.

Πρὸς δὴ τὰς καμινίας καὶ τὰς ἄλλας τέχνας ἄλλη ἄλλοις χρησίμη. ἐμπυρεύεσθαι δὲ ἄριστα συκῆ καὶ ἐλάα· συκῆ μέν, ὅτι γλίσχρον τε καὶ μανόν, ὥστε ἕλκει τε καὶ οὐ δίεισιν· ἐλάα δέ, ὅτι πυκνὸν καὶ λιπαρόν.

[*](¹ λεῖα conj. Scal. from G; νέα Ald.)[*](² With sods. cf. Plin., l.c., who seems to have had a fuller text.)[*](³ An Athenian tragic poet. Scal. restores the quotation)
472

Πυρεῖα δὲ γίνεται μὲν ἐκ πολλῶν, ἄριστα δέ. ὥς φησι Μενέστωρ, ἐκ κιττοῦ· τάχιστα γὰρ καὶ πλεῖστον ἀναπνεῖ. πυρεῖον δέ φασιν ἄριστον μὲν ἐκ τῆς ἀθραγένης καλουμένης ὑπό τινων· τοῦτο δ᾿ ἐστὶ δένδρον ὅμοιον τῇ ἀμπέλῳ καὶ τῄ οἰνάνθῃ τῇ ἀγρίᾳ· ὥσπερ ἐκεῖνα καὶ τοῦτο ἀναβαίνει πρὸς τὶ δένδρα.

δεῖ δὲ τὴν ἐσχάραν ἐκ τούτων ποιεῖν τὸ δὲ τρύπανον ἐκ δάφνης· οὐ γὰρ ἐκ ταὐτοῦ τὸ ποιοῦν καὶ πάσχον, ἀλλ᾿ ἕτερον εὐθὺ δεῖ κατὰ φύσιν, καὶ τὸ μὲν δεῖ παθητικὸν εἶναι τὸ δὲ ποιητικόν. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ αὐτοῦ γίνεται καί, ὥς γέ τινες ὑπολαμβάνουσιν. οὐδὲν διαφέρει. γίνεται γὰρ ἐκ ῥάμνου καὶ πρίνου καὶ φιλύρας καὶ σχεδὸν ἐκ τῶν πλείστων πλὴν ἐλάας· ὃ καὶ δοκεῖ ἄτοπον εἶναι· καὶ γὰρ σκληρότερον καὶ λιπαρὸν ἡ ἐλάα· τοῦτο μὲν οὖν ἀσύμμετρον ἔχει δῆλον ὅτι τὴν ὑγρότητα πρὸς τὴν πύρωσιν. ἀγαθὰ δὲ τὰ ἐκ ῥάμνου· ποιεῖ δὲ τοῦτο καὶ τὴν ἐσχάραν χρηστήν· πρὸς γὰρ τῷ ξηρὰν καὶ ἄχυμον εἶναι δεῖ καὶ μανοτέραν, ἵν᾿ ἡ τρίψις ἰσχύῃ, τὸ δὲ τρύπανον ἀπαθέστερον· ὄἰ ὃ τὸ τῆς δάφνης ἄριστον· ἀπαθὲς γὰρ ὂν ἐργάζεται τῇ δριμύτητι. πάντα δὲ τὰ πυρεῖα βορείοις μὲν θᾶττον καὶ μᾶλλον ἐξάπτεται, νοτίοις δὲ ἧττον· καὶ ἐν μὲν τοῖς μετεώροις μᾶλλον, ἐν δὲ τοῖς κοίλοις ἦττον.

Ἀνίει δὲ τῶν ξύλων τὰ κέδρινα καὶ ἁπλῶς ὧν [*](¹ π. δὲ γίνεται μὲν conj. Sch.; π. μὲν γίνετα UMVAld.) [*](2 cf. 1. 2. 3 n.) [*](3 κιττοῦ conj. Bod. from deigne 64, Plin. 16. 208; καρύου Ald.) [*](4 πυρεῖον conj. Salm.; πυροὶ UMVAld.)

474
ἐλαιώδης ἡ ὑγρότης· δἰ ὃ καὶ τὰ ἀγάλματά φασιν ἰδίειν ἐνίοτε· ποιοῦσι γὰρ ἐκ τούτων. ὃ δὲ καλοῦσιν οἱ μάντεις Εἰλειθυίας ἄφεδρον, ὑπὲρ οὖ καὶ ἐκθύονται, πρὸς τοῖς ἐλατίνοις γίνεται συνισταμένης τινὸς ὑγρότητος, τῷ σχήματι μεν στρογγύλον μέγεθος δὲ ἡλίκον ἄπιον ἢ καὶ μικρῷ μεῖζον ἢ ἔλαττον. ἐκβλαστάνει δὲ μάλιστα τὰ ἐλάϊνα καὶ ἀργὰ κείμενα καὶ εἰργασμένα πολλάκις, ἐὰν ἰκμάδα λαμβάνῃ καὶ ἔχῃ τόπον νοτερόν· ὥσπερ ἤδη τις στροφεὺς τῆς θύρας ἐβλάστησε, καὶ εἰς κυλίκιον πλίνθινον τεθεῖσα κώπη ἐν πήλῳ.

[*](¹ cf. C. P. 5. 4. 4. οἱ μάντεις . . . ἐλατίνιs conj. Lobeck.: οἱ λεῖαν . . . τοῖς ἑκατίνοις U; οἰλείν . . . τοὺς ἐκματίνοις V; οἱ λεῖαν τῆς εἶληθήας . . . τοῖς ἐκματίνοις M; οἱ λεῖαν τῆς ἀληθυίας ἔφαιδρον . . . τοὺς ἑκατίνους P2; ίλεῖαν τῆς εἰληθυίας ἔφυδροτ . . τοὺς ἑκατίνους Ald.)