Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

VΙ. Βάρος δὲ ἐνεγκεῖν ἰσχυρὶ καὶ ἡ ἐλάτη καὶ ἡ πεύκη πλάγιαι τιθέμεναι· οὐδὲν γἀρ ἐνδιδόασιν, [*](1 ὐλου σκληροτάτη conj. Sch. from G ; ὐλον σκληρότατον UMV: so Ald. omittting καὶ.) [*](2 ὰποελεκῶσι conj. Sch.; ὰποπλέκωσι UM ; ὰποπλέκουσι Ald.: ὰποπελέκουσι mBas. 3 cf. C.P 5. 17. 2.)

452
ὥσπερ ἡ δρῦς καὶ τὰ γεώδη, ἀλλ’ ἀντωθοῦσι· σημεῖον δὲ ὅτι οὐδέποτε ῥήγνυνται, καθάπερ ἐλάα καὶ δρῦς, ἀλλὰ πρότερον σήπονται καὶ ἄλλως ἀπαυδῶσιν. ἰσχυρὸν δὲ καὶ ὁ φοῖνιξ· ἀνάπαλιν γἀρ ἡ κάμψις ἢ τοῖς ἄλλοις γίνεται· τὰ μὲν γὰρ εἰς τὰ κάτω κάμπτεται, ὁ δὲ φοῖνιξ εἰς τὶ ἄνω. φασὶ δὲ καὶ τὴν πεύκην καὶ τὴν ἐλάτην ἀντωθεῖν. τὸ δὲ τῆς Εὐβοϊκῆς καρύας, γίνεται γὰρ μέγα καὶ χρῶνται πρὸς τὴν ἔρεψιν, ὅταν μέλλῃ ῥήγνυσθαι ψοφεῖν ὥστε προαισθάνεσθαι πρότερον· ὅπερ καὶ ἐν Ἀντάνδρῳ συνέπεσεν ἐν τῷ βαλανείῳ καὶ πάντες ἐξεπήδησαν. ἰσχυρὸν δὲ καὶ τὸ τῆς συκῆς πλὴν εἰς ὀρθόν.

Ἡ δὲ ἐλάτη μάλιστα ὡς εἰπεῖν ἰσχυρόν. πρὸς δὲ τάς τῶν τεκτόνων χρείας ἐχέκολλον μὲν μάλιστα ἡ πεύκη διά τε τὴν μανότητα καὶ τὴν εὐθυπορίαν· οὐδὲ γὰρ ὅλως οὐδὲ ῥήγνυσθαί φασιν ἐὰν κολληθῇ. εὐτορνότατον δὲ φιλύκη, καὶ ἡ λευκότης ὥσπερ ἡ τοῦ κηλάστρου. τῶν δὲ ἄλλων ἡ φίλυρα· τὸ γὰρ ὅλον εὔεργον, ὥσπερ ἐλέχθη. διὰ μαλακότητα. εὔκαμπτα δὲ ὡς μὲν ἁπλῶς εἰπεῖν ὅσα γλίσχρα. διαφέρειν δὲ δοκεῖ συκάμινος καὶ ἐρινεός, δι’ ὃ καὶ τὰ ἴκρια καὶ τὰς στεφάνας καὶ ὅλως ὅσα περὶ τὸν κόσμον ἐκ τούτων ποιοῦσι.

Εὔπριστα δὲ καὶ εὔσχιστα τὰ ἐνικμότερα τῶν [*](¹ i.e. the strut becomes concave or convex respectively cf. Xen. Cyr. 7. 5. 11.) [*](² i.e. it cannot be used as a strut, or it would ‘buckle.’ though it will stand a vertical strain.) [*](3 Plin. 16. 225.) [*](⁴ cf. C.P. 5. 17. 3. εὐθνπορώτατα: εὐθυπορίαν.)

454
πάμπαν ξηρῶν· τὰ μὲν γὰρ παύονται, τὰ δὲ ἵστανται· τὰ δὲ χλωρὰ λίαν συμμύει καὶ ἐνέχεται ἐν τοῖς ὀδοῦσι τὰ πρίσματα καὶ ἐμπλάττει, δι’ ὃ καὶ παραλλάττουσιν ἀλλήλων τοὺς ὀδόντας ἵνα ἐξάγηται. ἔστι δὲ καὶ δυστρυπητότερα τὰ λίαν χλωρά· βραδέως γὰρ ἀναφερεται τὰ ἐκτρυπήματα διὰ τὸ βαρέα εἶναι· τῶν δὲ ξηρῶν ταχέως καὶ εὐθὺς ὁ ἀὴρ ἀναθερμαινόμενος ἀναδίδωσι· πάλιν δὲ τὰ λίαν ξηρὰ διὰ τὴν σκληρότητα δύσπριστα· καθάπερ γὰρ ὄστρακον συμβαίνει πρίειν, δι’ ὃ καὶ τρυπῶντες ἐπιβρέχουσιν.

Εὐπελεκητότερα δὲ καὶ εὐτορνότερα καὶ εὐξοώτερα τὰ χλωρά· προσκάθηταί τε γὰρ τὸ τορνευτήριον μᾶλλον καὶ οὐκ ἀποπηδᾷ. καὶ ἡ πελέκησις τῶν μαλακωτέρων ῥᾴων, καὶ ἡ ξέσις δὲ ὁμοίως καὶ ἔτι λειοτέρα. ἰσχυρότατον δὲ καὶ ἡ κράνεια, τῶν δὲ ἄλλων οὐχ ἥκιστα ἡ πτελέα, δι’ ὃ καὶ τοὺς στροφέας, ὥσπερ ἐλέχθη, ταῖς θύραις πτελείνους ποιοῦσιν. ὑγρότατον δὲ μελία καὶ ὀξύη· καὶ γὰρ τὰ κλινάρια τὰ ἐνδιδόντα ἐκ τούτων.

VII. Ὅλως δὲ πρὸς ποῖα τῆς ὕλης ἑκάστη χρησίμη καὶ ποία ναυπηγήσιμος καὶ οἰκοδομική, πλείστη γὰρ αὕτη ἡ χρεία καὶ ἐν μεγίστοις, πειρατέον εἰπεῖν, ἀφορίζοντα καθ’ ἕκαστον τὸ χρήσιμον.

Ἐλάτη μὲν οὖν καὶ πεύκη καὶ κέδρος ὡς ἁπλῶς [*](¹ παύονται can hardly be right : Plin. l.c. seems to have had a fuller text.) [*](2 ἐμπλάττει: cf. de Sens. 66.)

456
εἰπεῖν ναυπηγήσιμα· τὰς μὲν γὰρ τριήρεις καὶ τὰ μακρὰ πλοῖα ἐλάτινα ποιοῦσι διὰ κουφότητα, τὰ δὲ στρογγύλα πεύκινα διὰ τὸ ἀσαπές· ἔνιοι δὲ καὶ τὰς τριήρεις διὰ τὸ μὴ εὐπορεῖν ἐλάτης. οἱ δὲ κατὰ Συρίαν καὶ Φοινίκην ἐκ κέδρου· σπανίζουσι γὰρ καὶ πεύκης. οἱ δ’ ἐν Κύπρῳ πίτυος· ταύτην γὰρ ἡ νῆσος ἔχει καὶ δοκεῖ κρείττων εἶναι τῆς πεύκης.

καὶ τὰ μὲν ἄλλα ἐκ τούτων· τὴν δὲ τρόπιν τριήρει μὲν δρυίνην, ἵνα ἀντέχῃ πρὸς τὰς νεωλκίας, ταῖς δὲ ὁλκάσι πευκίνην· ὑποτιθέασι δ’ ἔτι καὶ δρυίνην ἐπὰν νεωλκῶσι, ταῖς δ’ ἐλάττοσιν ὀξυίνην· καὶ ὅλως ἐκ τούτου τὸ χέλυσμα.

Οὐχ ἅπτεται δὲ οὐδὲ κατὰ τὴν κόλλησιν ὁμοίως τὸ δρύινον τῶν πευκίνων καὶ ἐλατίνων· τὰ μὲν γὰρ πυκνὰ τὰ δὲ μανά, καὶ τὰ μὲν ὅμοια τὰ δ’ οὕ. δεῖ δὲ ὁμοιοπαθῆ εἶναι τὰ μέλλοντα συμφ ύεσθαι καὶ μὴ ἐναντία, καθαπερανεὶ λίθον καὶ ξύλον.