Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

424

Ταῦτα μὲν οὖν ἴδια τῆς ἐλάτης, τὰ δὲ κοινὰ καὶ πεύκης καὶ ἐλάτης καὶ τῶν ἄλλων. ἔστι γὰρ ἡ μὲν τετράξοος ἡ δὲ δίξοος. καλοῦσι δὲ τετραξόους μὲν ὅσαις ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης δύο κτηδόνες εἰσὶν ἐναντίαν ἔχουσαι τὴν φύσιν· ἔπειτα καθ' ἑκατέραν τὴν κτηδόνα ποιοῦνται τὴν πελέκησιν ἐναντίας τὰς πληγὰς κατὰ κτηδόνα φέροντες, ὅταν ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης ἡ πελέκησις ἀναστρέφῃ. τοῦτο γὰρ ἐξ ἀνάγκης συμβαίνει διὰ τὴν φύσιν τῶν κτηδόνων. τὰς δὲ τοιαύτας ἐλάτας καὶ πεύκας τετραξόους καλοῦσι. εἰσὶ δὲ καὶ πρὸς τὰς ἐργασίας αὗται κάλλισται· πυκνότατα γὰρ ἔχουσι τὰ ξύλα καὶ τὰς αἰγίδας αὖται φύουσιν.

αἱ δίξοοι δὲ κτηδόνα μὲν ἔχουσι μίαν ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης, ταύτας δὲ ἐναντίας ἀλλήλαις, ὥστε καὶ τὴν πελέκησιν εἶναι διπλῆν, μίαν καθ’ ἑκατέραν κτηδόνα ταῖς πληγαῖς ἐναντίαις· ἁπαλώτατα μὲν οὖν ταῦτά φασιν ἔχειν τὰ ξύλα, χείριστα δὲ πρὸς τὰς ἐργασίας· διαστρίφεται γὰρ μάλιστα. μονοξόους δὲ καλοῦσι τὰς ἐχούσας μίαν μόνον κτηδόνα· τὴν δὲ πελέκησιν αὐτῶν γίνεσθαι τὴν αὐτὴν ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης· φασὶ δὲ μανότατα μὲν ἔχειν τῇ φύσει τὰ ξύλα ταῦτα πρὸς δὲ τὰς διαστροφὰς ἀσφαλέστατα.

Διαφορὰς δὲ ἔχουσι τοῖς φλοιοῖς, καθ’ ἃς γνωρίζουσιν ἰδόντες εὐθὺς τὸ δένδρον πεφυκὸς [*](1 Plin. l.c.) [*](² The meaning of ‘four-cleft etc. seems to be this:)

426
ποῖόν τί ἐστι· τῶν μὲν γὰρ εὐκτηδόνων καὶ ἀστραβῶν καὶ ὁ φλοιὸς λεῖος καὶ ὀρθός, τῶν δ᾿ ἐναντίων τραχύς τε καὶ διεστραμμένος· ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. ἀλλ᾿ ἔστι τετράξοα μὲν ὀλίγα μονόξοα δὲ πλείω τῶν ἄλλων. ἅποσα δὲ ἡ ὕλη μείζων καὶ ὀρθοτέρα καὶ ἀστραβεστέρα καὶ στιφροτέρα καὶ ὅλως καλλίων καὶ πλείων ἡ ἐν τοῖς προσβορείοις, ὥσπερ καὶ πρότερον ἐλέχθη· καὶ αὐτοῦ τοῦ δένδρου δὲ τὰ πρὸς βορρᾶν πυκνότερα καὶ νεανικώτερα. ὅσα δὲ ὑποπαράβορρα καὶ ἐν περίπνῳ, ταῦτα στρέφει καὶ παραλλάττει παρὰ μικρὸν ὁ βορέας, ὥστε εἶναι παρεστραμμένην αὐτῶν τὴν μήτραν καὶ οὐ κατ᾿ ὀρθόν.

ἔστι δὲ ὅλα μὲν τὰ τοιαῦτα ἰσχυρὰ τμηθέντα δὲ ἀσθενῆ διὰ τὸ πολλὰς ἔχειν παραλλαγάς. καλοῦσι δὲ οἱ τέκτονες ἐπίτομα ταῦτα διὰ τὸ πρὸς τὴν χρείαν οὕτω τέμνειν. ὅλως δὲ χείρω τὰ ἐκ τῶν ἐφύγρων καὶ εὐδιεινῶν καὶ παλισκίων καὶ συνηρεφῶν καὶ πρὸς τὴν τεκτονικὴν χρείαν καὶ πρὸς τὴν πυρευτικήν. αἱ μὲν οὖν τοιαῦται διαφοραὶ πρὸς τοὺς τόπους εἰσὶν αὐτῶν τῶν ὁμογενῶν ὥς γε ἀπλῶς εἰπεῖν.