Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
αὐξάνεται δὲ πρῶτον εἰς μῆκος, ἄχρι οὖ δὴ ἐφίκηται τοῦ ἡλίου· καὶ οὔτε ὄζος οὐδεὶς οὕτε παραβλάστησις οὔτε πάχος γίνεται· μετὰ δὲ ταῦτα εἰς βάθος καὶ πάχος· οὕτως αἱ τῶν ὄζων ἐκφύσεις καὶ παραβλαστήσεις.
[*](1 τὸ μλὲ γὰρ ἐνδ. corj. St. from G; ἐνδ. γὰρ Ald.)[*](2 cf. 3. 9. 7.)[*](3. 9. 7, μόνον οὐ διαφανεῖς, whence it appears that the epithet refers to colour.)[*](4 Phn. 16. 195. 5 i.e. the annual rings. cf.1. 5. 2; 5. 5. 3.)[*](6 cf. Hom. Od. 12. 172.)[*](7 κατασπῶσιν conj. W.; κατὰ πᾶσιν UΜ V; κατὰ πάντα Ald.)[*](8 cf. Plin. l.c. 9 cf. 1. 2)[*](10 ἐμφανεστάτας conj. W. ; εὐγενεστάτας Ald.)[*](1¹ δὲ conj. Sch.: καὶ U Ald H.)Ταῦτα μὲν οὖν ἴδια τῆς ἐλάτης, τὰ δὲ κοινὰ καὶ πεύκης καὶ ἐλάτης καὶ τῶν ἄλλων. ἔστι γὰρ ἡ μὲν τετράξοος ἡ δὲ δίξοος. καλοῦσι δὲ τετραξόους μὲν ὅσαις ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης δύο κτηδόνες εἰσὶν ἐναντίαν ἔχουσαι τὴν φύσιν· ἔπειτα καθ' ἑκατέραν τὴν κτηδόνα ποιοῦνται τὴν πελέκησιν ἐναντίας τὰς πληγὰς κατὰ κτηδόνα φέροντες, ὅταν ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης ἡ πελέκησις ἀναστρέφῃ. τοῦτο γὰρ ἐξ ἀνάγκης συμβαίνει διὰ τὴν φύσιν τῶν κτηδόνων. τὰς δὲ τοιαύτας ἐλάτας καὶ πεύκας τετραξόους καλοῦσι. εἰσὶ δὲ καὶ πρὸς τὰς ἐργασίας αὗται κάλλισται· πυκνότατα γὰρ ἔχουσι τὰ ξύλα καὶ τὰς αἰγίδας αὖται φύουσιν.
αἱ δίξοοι δὲ κτηδόνα μὲν ἔχουσι μίαν ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης, ταύτας δὲ ἐναντίας ἀλλήλαις, ὥστε καὶ τὴν πελέκησιν εἶναι διπλῆν, μίαν καθ’ ἑκατέραν κτηδόνα ταῖς πληγαῖς ἐναντίαις· ἁπαλώτατα μὲν οὖν ταῦτά φασιν ἔχειν τὰ ξύλα, χείριστα δὲ πρὸς τὰς ἐργασίας· διαστρίφεται γὰρ μάλιστα. μονοξόους δὲ καλοῦσι τὰς ἐχούσας μίαν μόνον κτηδόνα· τὴν δὲ πελέκησιν αὐτῶν γίνεσθαι τὴν αὐτὴν ἐφ’ ἑκάτερα τῆς ἐντεριώνης· φασὶ δὲ μανότατα μὲν ἔχειν τῇ φύσει τὰ ξύλα ταῦτα πρὸς δὲ τὰς διαστροφὰς ἀσφαλέστατα.
Διαφορὰς δὲ ἔχουσι τοῖς φλοιοῖς, καθ’ ἃς γνωρίζουσιν ἰδόντες εὐθὺς τὸ δένδρον πεφυκὸς [*](1 Plin. l.c.) [*](² The meaning of ‘four-cleft etc. seems to be this:)
ἔστι δὲ ὅλα μὲν τὰ τοιαῦτα ἰσχυρὰ τμηθέντα δὲ ἀσθενῆ διὰ τὸ πολλὰς ἔχειν παραλλαγάς. καλοῦσι δὲ οἱ τέκτονες ἐπίτομα ταῦτα διὰ τὸ πρὸς τὴν χρείαν οὕτω τέμνειν. ὅλως δὲ χείρω τὰ ἐκ τῶν ἐφύγρων καὶ εὐδιεινῶν καὶ παλισκίων καὶ συνηρεφῶν καὶ πρὸς τὴν τεκτονικὴν χρείαν καὶ πρὸς τὴν πυρευτικήν. αἱ μὲν οὖν τοιαῦται διαφοραὶ πρὸς τοὺς τόπους εἰσὶν αὐτῶν τῶν ὁμογενῶν ὥς γε ἀπλῶς εἰπεῖν.
II. Διαιροῦσι γάρ τινες κατὰ τὰς χώρας, καί φασιν ἀρίστην μὲν εἶναι τῆς ὕλης πρὸς τὴν τεκτονικὴν χρείαν τῆς εἰς τὴν Ἑλλάδα παραγινομένης τὴν Μακεδονικήν· λεία τε γάρ ἐστι καὶ ἀστραβὴς καὶ ἔχουσα θυῖον. δευτέραν δὲ τὴν Ποντικήν, τρίτην δὲ τὴν ἀπὸ τοῦ Ῥυνδάκου, [*](1 πεφυκς: cf. Χen. Cyr. 4. 3. 5.) [*](2 ὐτοπαράβορρα conj. St.; ὑπὸ παράβορρα Ald.; ὐπόβορρα ἡ παράβορρα conj. Sch.)
Ἰσχυρότατα δὲ τῶν ξύλων ἐστὶ τὰ ἄοζα καὶ λεῖα· καὶ τῇ ὄψει δὲ ταῦτα κάλλιστα. ὀζώδη δὲ γίνεται τὰ κακοτροφηθέντα καὶ ἤτοι χειμῶνι πιεσθέντα ἡ καὶ ἄλλῳ τινὶ τοιούτῳ· τὸ γὰρ ὅλον τὴν πολυοζίαν εἶναι ἔνδειαν εὐτροφίας. ὅταν δὲ κακοτροφήσαντα ἀναλάβῃ πάλιν καὶ εὐσθενήσῃ, συμβαίνει καταπίνεσθαι τοὺς ὄζους ὑπὸ τῆς περιφ ὕσεως· εὐτροφοῦν γὰρ καὶ αὐξανόμενον ἀναλαμβάνει καὶ πολλάκις ἔξωθεν μὲν λεῖον τὸ ξύλον διαιρούμενον δὲ ὀζῶδες ἐφάνη. δἰ ὃ καὶ σκοποῦνται τῶν σχιστῶν τὰς μήτρας· ἐὰν γὰρ αὗται ἔχωσιν ὄζους, ὀζώδη καὶ τὰ ἐκτός· καὶ οὗτοι χαλεπώτεροι τῶν ἐκτὸς καὶ φανεροί.
Γίνονται δὲ καὶ αἱ σπεῖραι διὰ χειμῶνας τε καὶ κακοτροφίαν. σπείρας δὲ καλοῦσιν ὅταν ῇ συστροφή τις ἐν αὐτῇ μείζων καὶ κύκλοις περιεχομένη πλείοσιν οὖθ’ ὥσπερ ὁ ὄζος ἁπλῶς οὅθ᾿ ὡς ἡ οὐλότης ἡ ἐν αὐτῷ τῷ ξύλῳ· δἰ ὅλου γάρ πως αὕτη καὶ ὁμαλίζουσα· χαλεπώτερον δὲ τοῦτο πολὺ καὶ δυσεργότερον τῶν ὄζων. ἔοικε δὲ παραπλησίως καὶ ὡς ἐν τοῖς λίθοις ἐγγίνεσθαι [*](1 A river which flows into the Propontis on the Asiatic side.) [*](2 Near Mount Oeta. Aἰνιανικήν conj. Palm. from Plin. ι.c.: αἰανικὴν P,Ald.H.) [*](³ ταῦτα κάλλιστα· δζώδη δὲ conj. Scal.; ταῦτα καὶ μάλιστα ὸζῦδη γίν. Ald.H.; ταῦτα μάλιστα· δζὐδη δὲ γίν. U.)