Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἐπεὶ δὲ μάλιστ' ἡ μόνον περιαιροῦσι τὸν φλοιὸν ἐλάτης πεύκης πίτυος, ταῦτα μὲν τέμνεται τοῦ ἦρος· τότε γὰρ ἡ βλάστησις· τὰ δὲ ἄλλα ὁτὲ μὲν μετὰ πυροτομίαν, ὁτὲ δὲ μετὰ τρυγητὸν καὶ Ἀρκτοῦρον, οἶον ἀρία πτελέα σφένδαμνος μελία ζυγία ὀξύα φίλυρα φηγός τε καὶ ὅλως ὅσα κατορύττεται· δρῦς δὲ ὀψιαίτατα κατὰ χειμῶνα μετὰ τὸ μετόπωρον· ἐὰν δὲ ὑπὸ τὸν λοπητὸν τμηθῇ, σήπεται τάχιστα ὡς εἰπεῖν, ἐάν τε ἔμφλοιος ἐάν τε ἄφλοιος· καὶ μάλιστα μὲν τὰ ἐν τῷ πρώτῳ λοπητῷ, δεύτερα δὲ τὶ ἐν τῷ δευτέρῳ. τρίτα δὲ καὶ ἥκιστα τὰ ἐν τῷ τρίτῳ· τὰ δὲ μετὰ τὴν πέπανσιν τῶν καρπῶν ἄβρωτα διαμένει, κὰν ἀλόπιστα ᾖ· πλὴν ὑπὸ τὸν φλοιὸν ὑποδυόμενοι σκώληκες ἐπιπολῆς ἐγγράφουσι τὸ στέλεχος. οἶς καὶ σφραγῖσι χρῶνταί τινες· ὡραῖον δὲ τμηθὲν τὸ δρύϊνον ἀσαπές τε καὶ ἀθριπηδέστατον γίνεται καὶ σκληρὸν καὶ πυκνὸν ὥσπερ κέρας· πᾶν γὰρ ὅμοιόν ἐστιν ἐγκαρδίῳ· πλὴν τό γε τῆς ἁλιφλοιου καὶ τότε φαῦλον.

Συμβαίνει δὲ καὶ τοῦτο ὑπεναντίον, ὅταν τε κατ τὴν βλάστησιν τέμνωνται καὶ ὅταν μετα τοὺς καρπούς. τότε μὲν γὰρ ἀναξηραίνεται τὰ στελέχη καὶ οὐ βλαστάνει τὰ δένδρα· μετὰ δὲ τοὺς καρποὺς παραβλαστάνει. δυστομώτερα δὲ [*](¹ cf. 3. 5. 1. ² add. Sch.) [*](3 ηγός τε conj. Scal.; πηγός τε U; φηγόσιν τε V; πηγόσιν τε Mld.) [*](⁴ κατορύττεται conj. Sch. from G; ὀρύττεται Ald. cf. 5. 4. 3 5. 7. 5. PIin. 16. 189.)

420
διὰ τὴν σκληρότητα κατὰ ταύτην τὴν ὥραν κελεύουσι δὲ καὶ δεδυκυίας τῆς σελήνης τέμνει ὡς σκληροτέρων καὶ ἀσαπεστέρων γινομένον. ἐπεὶ δὲ αἱ πέψεις τῶν καρπῶν παραλλάττουσι, δῆλον ὅτι καὶ αἱ ἀκμαὶ πρὸς τὴν τομὴν παραλλάττουσιν· ἀεὶ γάρ ὀψιαίτεραι αἱ τῶν ὀψικαρποτέρων.

δι’ καὶ πειρῶνταί τινες ὁρίζειν καθ' ἑκάσ την· οἶον πεύκην μὲν καὶ ἐλάτην ὅταν ὑπολοπῶσιν· ἔτι δὲ ὀξύαν καὶ φἰλυραν καὶ σφένδαμνον καὶ ζυγίαν τῆς ὀπώρας· δρῦν δέ, ὥσπερ εἴρηται, μετὰ τὸ φθινόπωρον. φασὶ δέ τινες πεύκην ὡραίαν εἶναι τοῦ ἦρος, ὅταν γε ἔχῃ τὴν καλουμένην κάχρυν, καὶ τὴν πίτυν ὅταν ὁ βότρυς αὐτῆς ἀνθῇ. ποῖα μὲν οὖν ὡραῖα καθ' ἕκαστον χρόνον οὕτω διαιροῦνται. πάντων δὲ δῆλον ὅτι βελτίω τὰ τῶν ἀκμαζόντων δένδρων ἡ τῶν νέων κομιδῆ καὶ γεγηρακότων· τὰ μὲν γὰρ ὑδατώδη, τὰ δὲ γεώδη.

Πλείστας δὲ χρείας καὶ μεγίστας ἡ ἐλάτη καὶ ἡ πεύκη παρέχονται, καὶ ταῦτα κάλλιστα καὶ μέγιστα τῶν ξύλων ἐστί. διαφέρουσι δὲ ἀλλήλων ἐν πολλοῖς· ἡ μὲν γὰρ πεύκη σαρκωδεστέρα τε καὶ ὀλιγόινος· ἡ δ’ ἐλάτη καὶ πολύϊνος καὶ ἄσαρκος, ὥστε ἐναντίως ἑκάτερον ἔχειν τῶν μερῶν, τὰς μὲν ἶνας ἰσχυρὰς τὴν δὲ σάρκα [*](1 αἱ add. Sch.) [*](³ ὑπολοπῶσιν conj. Sch.; εἰ πέλειν εἰσι U; ὐπελεινεισιν MV: ὑπελινῶσιν Ald.) [*](³ ταύτην conj. St.; καὶ τὴν Ald. H.)

422
μαλακην καὶ μανήν· δι’ ὃ τὸ μὲν βάρυ το δὲ κοῦφον· τὸ μὲν γὰρ ἔνδᾳδον τὸ δὲ ἄδᾳδον, ᾖ καὶ λευκότερον.

ἔχει δὲ καὶ ὄζους πλείους μὲν ἡ πεύκη, σκληροτέρους δὲ ἡ ἐλάτη πολλῷ, μᾶλλον δὲ καὶ σκληροτάτους πάντων· ἄμφω δὲ πυκνοὺς καὶ κερατώδεις καὶ τῷ χρώματι ξανθοὺς καὶ δᾳδώδεις. ὅταν δὲ τμηθῶσι, ῥεῖ καὶ ἐκ τῶν τῆς ἐλάτης καὶ ἐκ τῶν τῆς πεύκης ἐπὶ πολὺν χρόνον ὑγρότης καὶ μᾶλλον ἐκ τῶν τῆς ἐλάτης. ἔστι δὲ καὶ πολύλοπον ἡ ἐλάτη, καθάπερ καὶ τὸ κρόμυον· ἀεὶ γὰρ ἔχει τινὰ ὑποκάτω τοῦ φαινομένου, καὶ ἐκ τοιούτων ἡ ὅλη.

δι’ ὃ καὶ τὰς κώπας ξύοντες ἀφαιρεῖν πειρῶνται καθ’ ἔνα καὶ ὁμαλῶς· ἐὰν γὰρ οὕτως ἀφαιρῶσιν, ἰσχυρὸς ὁ κωπεών, ἐὰν δὲ παραλλάξωσι καὶ μὴ κατασπῶσιν ὁμοίως, ἀσθενής· πληγὴ γὰρ οὕτως, ἐκείνως δ’ ἀφαίρεσις. ἔστι δὲ καὶ μακρότατον ἡ ἐλάτη καὶ ὀρθοφυέστατον. δι’ ὃ καὶ τὰς κεραίας καὶ τοὺς ἱστοὺς ἐκ ταύτης ποιοῦσιν. ἔχει δὲ καὶ τὰς φλέβας καὶ τὰς ἶνας ἐμφανεστάτας πάντων.