Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τὸ δὲ τριχόφυλλον, ὥσπερ τὸ μάραθον, οὐ ποῶδες ἀλλ’ ἔξωχρον οὐδὲ ἔχον καυλὸν ἀλλ’ ὀρθόν πως ἐν αὑτῷ· φύεται δὲ τοῦτο ἐπὶ τῶν ὀστράκων καὶ τῶν λίθων, οὐχ ὥσπερ θάτερον πρὸς τῇ γῇ· πρόσγεια δ’ ἄμφω, καὶ τὸ μὲν τριχόφυλλον πρὸς αὐτῇ τῇ γῇ, πολλάκις δὲ ὥσπερ ἐπικλύζεται μόνον ὑπὸ τῆς θαλάττης, θάτερον δὲ ἀνωτέρω.

Γίνεται δὲ ἐν μὲν τῇ ἔξω τῇ περὶ Ἡρακλέους στήλας θαυμαστόν τι τὸ μέγεθος, ὥς φασι, καὶ τὸ πλάτος μεῖζον ὡς παλαιστιαῖον. φέρεται δὲ τοῦτο εἰς τὴν ἔσω θάλατταν ἅμα τῷ ῥῷ τῷ ἔξωθεν καὶ καλοῦσιν αὐτὸ πράσον· ἐν ταύτῃ δ’ ἔν τισι τόποις ὥστ’ ἐπάνω τοῦ ὀμφαλοῦ. λέγεται δὲ ἐπέτειον εἶναι καὶ φ ύεσθαι μὲν τοῦ ἦρος λήγοντος, ἀκμάζειν δὲ τοῦ θέρους, τοῦ μετοπώρου δὲ φθίνειν, κατὰ δὲ τὸν χειμῶνα ἀπόλλυσθαι καὶ ἐκπίπτειν. ἅπόντα δὲ καὶ τἆλλα τὰ φυόμενα χείρω καὶ ἀμαυρότερα γίνεσθαι τοῦ χειμῶνος. [*](¹ See Index : συκῆ, δρῦς, etc.) [*](2 ταινιοειδὲς conj. Dalec. ; τετανοειδὲς U UP2Ald.H.; τὰ τενο- ειδὲς MV. 3 cf. Diosc. 4. 99; Plin. 136.)

332
ταῦτα μὲν οὖν οἶον πρόσγεια περί γε τὴν θάλατταν. τὸ δὲ πόντιον φῦκος ὃ οἱ σπογγιεῖς ἀνακολυμβῶσι πελάγιον.

Καὶ ἐν Κρήτῃ δὲ φύεται πρὸς τῇ γῇ ἐπὶ τῶν πετρῶν πλεῖστον καὶ κάλλιστον ᾧ βάπτουσιν οὐ μόνον τὰς ταινίας ἀλλὰ καὶ ἔρια καὶ ἱμάτια· καὶ ἕως ἂν ᾖ πρόσφατος ἡ βαφή, πολὺ καλλίων ἡ χρόα τῆς πορφύρας· γίνεται δ’ ἐν τῇ προσβόρρῳ καὶ πλεῖον καὶ κάλλιον, ὥσπερ αἱ σπογγιαὶ καὶ ἄλλα τοιαῦτα.

Ἄλλο δ’ ἐστὶν ὅμοιον τῇ ἀγρώστει· καὶ γὰρ τὸ φύλλον παραπλήσιον ἔχει καὶ τὴν ῥίζαν γονατώδη καὶ μακρὰν καὶ πεφυκυῖαν πλαγίαν, ὥσπερ ἡ τῆς ἀγρώστιδος· ἔχει δὲ καὶ καυλὸν καλαμώδη, καθάπερ ἡ ἄγρωστις· μεγέθει δὲ ἔλαττον πολὺ τοῦ φύκους.

Ἄλλο δὲ τὸ βρύον, ὃ φύλλον μὲν ἔχει ποῶδες τῇ χρόᾳ, πλατὺ δὲ καὶ οὐκ ἀνόμοιον ταῖς θριδακίναις, πλὴν ῥυτιδωδέστερον καὶ ὥσπερ συνεσπασμένον. καυλὸν δὲ οὐκ ἔχει, ἀλλ’ ἀπὸ μιᾶς ἀρχῆς πλείω τὰ τοιαῦτα καὶ πάλιν ἀπ’ ἄλλης· φυεται δὲ ἐπὶ τῶν λίθων τὰ τοιαῦτα πρὸς τῇ γῇ καὶ τῶν ὀστράκων. καὶ τὰ μὲν ἐλάττω σχεδὸν ταῦτ’ ἐστίν.

δὲ δρῦς καὶ ἡ ἐλάτη παράγειοι μὲν ἄμφω· φ ύονται δ’ ἐπὶ λίθοις καὶ ὀστράκοις ῥίζας μὲν οὐκ ἔχουσαι, προσπεφυκυῖαι δὲ ὧσπερ αἱ λεπάδες. ἀμφότεραι μὲν οἶον σαρκόφυλλα· προμηκέστερον δὲ τὸ φύλλον πολὺ καὶ παχύτερον τῆς ἐλάτης [*](¹ Plin. 13. 136, cf. 32. 22: Diosc. 4. 99.) [*](2 litmus; see Index, φῦκος (5).) [*](³ Plin. l.e. ; grasss-wrack, see Index, φῦκος (6).)

334
πέφυκε καὶ οὐκ ἀνόμοιον τοῖς τῶν ὀσπρίων λοβοῖς, κοῖλον δ’ ἔνδοθεν καὶ οὐδὲν ἔχον ἐν αὐτοῖς· τὸ δὲ τῆς δρυὸς λεπτόν καὶ μυρικωδέστερον· χρῶμα δ’ ἐπιπόρφυρον ἀμφοῖν. ἡ δὲ ὅλη μορφὴ τῆς μὲν ἐλάτης ὀρθὴ καὶ αὐτῆς καὶ τῶν ἀκρεμόνων, τῆς δὲ δρυὸς σκολιωτέρα καὶ μᾶλλον ἔχουσα πλάτος· γίνεται δὲ ἄμφω καὶ πολύκαυλα καὶ μονόκαυλα, μονοκαυλότερον δὲ ἡ ἐλάτη· τὰς δὲ ἀκρεμονικὰς ἀποφύσεις ἡ μὲν ἐλάτη μακρὰς ἔχει καὶ εὐθείας καὶ μανάς, ἡ δὲ δρῦς βραχυτέρας και σκολιωτέρας καὶ πυκνοτέρας.

τὸ δ’ ὅλον μέγεθος ἀμφοτέρων ὡς πυγωνιαῖον ἢ μικρὸν ὑπεραῖρον, μεῖζον δὲ ὡς ἀπλῶς εἰπεῖν τὸ τῆς ἐλάτης. χρήσιμον δὲ ἡ δρῦς εἰς βαφὴν ἐρίων ταῖς γυναιξίν. ἐπὶ μὲν τῶν ἀκρεμόνων προσηρτημένα τῶν ὀστρακοδέρμων ζώων ἔνια· καὶ κάτω δὲ πρὸς αὐτῷ τῷ καυλῷ περιπεφυκότων τινῶν γ’ ὅλῳ, ἐν τούτοις δεδυκότες ὀνίννοι τε καὶ ἄλλ’ ἄττα καὶ τὸ ὅμοιον πολύποδι.

Ταῦτα μὲν οὖν πρόσγεια καὶ ῥάδια θεωρηθῆναι· φασὶ δέ τινες καὶ ἄλλην δρῦν εἶναι ποντίαν ἣ καὶ καρπὶν φέρει, καὶ ἡ βάλανος αὐτῆς χρησίμη· τοὺς δὲ σκινθοὺς καὶ κολυμβητὰς λέγειν ὅτι καὶ ἕτεραι μεγάλαι τινὲς τοῖς μεγέθεσιν εἴησαν.

Ἡ δὲ ἄμπελος ἀμφοτέρωσε γίνεται· καὶ γὰρ πρὸς τῇ γῇ καὶ ποντία· μείζω δ’ ἔχει καὶ τὰ φύλλα καὶ τὰ κλήματα καὶ τὸν καρπὸν ἡ ποντία.

‘Η δὲ συκῆ ἄφυλλος μὲν τῷ δὲ μεγέθει οὐ μεγάλη, χρῶμα δὲ τοῦ φλοιοῦ φοινικοῦν.

[*](¹ αὐτῖς Ald.H.; αὐτῷ conj. W.)[*](² I have inserted μονόκαυλα.)
336

Ὁ δὲ φοῖνίξ ἐστι μὲν πόντιον βραχυστέλεχες δὲ σφόδρα, καὶ σχεδὸν εὐθεῖαι αἱ ἐκφύσεις τῶν ῥάβδων· καὶ κάτωθεν οὐ κύκλῳ αὖται, καθάπερ τῶν ῥάβδων αἱ ἀκρεμόνες, ἀλλ’ ὡσὰν ἐν πλάτει κατὰ μίαν συνεχεῖς, ὀλιγαχοῦ δὲ καὶ ἀπαλλάττουσαι. τῶν δὲ ῥάβδων ἡ τῶν ἀποφύσεων τούτων ὁμοια τρόπον τινὰ ἡ φύσις τοῖς τῶν ἀκανθῶν φύλλοις τῶν ἀκανικῶν, οἶον σόγκοις καὶ τοῖς τοιούτοις, πλὴν ὀρθαὶ καὶ οὐχ, ὥσπερ ἐκεῖνα, περικεκλασμένοι καὶ τὸ φύλλον ἔχουσαι διαβεβρωμένον ὑπὸ τῆς ἅλμης· ἐπεὶ τό γε δι’ ὅλου ἥκειν τὸν μέσον γε καυλὸν καὶ ἡ ἄλλη ὄψις παραπλησία. τὸ δὲ χρῶμα καὶ τούτων καὶ τῶν καυλῶν καὶ ὅλου τοῦ φυτοῦ ἐξέρυθρόν τε σφόδρα καὶ φοινικοῦν.

Καὶ τὰ μὲν ἐν τῇδε τῇ θαλάττῃ τοσαῦτά ἐστιν. ἡ γὰρ σπογγιὰ και αἱ ἀπλυσίαι καλούμεναι καὶ εἴ τι τοιοῦτον ἑτέραν ἔχει φύσιν.