Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἐν δὲ τῇ Ἀρίᾳ χώρᾳ καλουμένῃ ἄκανθά ἐστιν. ἐφ᾿ ἧς γίνεται δάκρυον ὅμοιον τῇ σμύρνῃ καὶ τῇ ὄψει καὶ τῇ ὀσμῇ· τοῦτο δὲ ὅταν ἐπιλάμψῃ ὁ ἥλιος καταρρεῖ. πολλὰ δὲ καὶ ἄλλα παρὰ τὰ ἐνταῦθα καὶ ἐν τῇ χώρᾳ καὶ ἐν τοῖς ποταμοῖς γίνεται. ἐν ἑτέροις δὲ τόποις ἐστὶν ἄκανθα λευκὴ τρίοζος, ἐξ ἧς καὶ σκυτάλια καὶ βακτηρίας ποιοῦσιν· ὀπώδης δὲ καὶ μανή· ταύτην δὲ καλοῦσιν Ἡρακλέους.

Ἄλλο δὲ ὕλημα μέγεθος μεν ἡλίκον ῥάφανος. τὸ δὲ φύλλον ὅμοιον δάφνῃ καὶ τῷ μεγέθει καὶ τῇ μορφῇ. τοῦτο δ᾿ εἴ τι φάγοι ἐναποθνήσκει. ὄι᾿ ὃ καὶ ὅπου ἵπποι τούτους ἐφύλαττον διὰ χειρῶν.

Ἐν δὲ τῇ Γεδρωσία χώρᾳ πεφυκέναι φασὶν ἓν μὲν ὅμοιον τῇ δάφνῃ φ ύλλον ἔχον, οὗ τὰ ὑποζύγια καὶ ὁτιοῦν εἰ φάγοι μικρόν ἐπισχόντα διεφθείροντο παραπλησίως διατιθέμενα καὶ σπώμενα ὁμοίως τοῖς ἐπιλήπτοις.

Ἕτερον δὲ ἄκανθάν τινα εἶναι· ταύτην δὲ φύλλον μὲν οὐδὲν ἔχειν πεφυκέναι δ᾿ ἐκ μιᾶς ῥίζης· ἐφ᾿ ἑκάστῳ δὲ τῶν ὄζων ἄκανθαν ἔχειν ὀξεῖαν σφόδρα, καὶ τούτων δὲ καταγνυμένων ἢ προστριβομένων ὀπὸν ἐκρεῖν πολύν, ὃς ἀποτυφλοῖ [*](¹ καὶ σχεδὸν. . . μορφῇ conj. W.; σχεδὸν δὲ καὶ τὴν φύσιν ὥσπερ μετ. κοτ. καὶ ἐλ ἐστι δὲ τῆ ὅλῃ μορφῇ καὶ τὸ φ. Ald.; so also U, omitting the first καί.) [*](² Balsamodendron Mukul; see Index App. (9). Plin. 12 33.)

322
τἆλλα ζῶα πάντα καὶ πρὸς τοὺς ἀνθρώπους εἴ τις προσραίνειεν αὐτοῖς. ἐν δὲ τόποις τισὶ πεφυκέναι τινὰ βοτάνην, ὑφ᾿ ᾖ συνεσπειρωμένους ὄφεις εἶναι μικροὺς σφόδρα· τούτοις δ᾿ εἴ τις ἐμβὰς πληγείη θνήσκειν. ἀποπνίγεσθαι δὲ καὶ ἀπὸ τῶν φοινικων τῶν ὠμῶν εἴ τις φάγοι, καὶ τοῦτο ὕστερον κατανοηθῆναι. τοιαῦται μὲν οὖν δυνάμεις καὶ ζώων καὶ φυτῶν ἴσως καὶ παρ᾿ ἄλλοις εἰσί.

Περιττότερα δὲ τῶν φυομενων καὶ πλεῖστον ἐξηλλαγμένα πρὸς τὰ ἄλλα τὰ εὔοσμα τὰ περὶ Ἀραβίαν καὶ Συρίαν καὶ Ἰνδούς, οἶον ὅ τε λιβανωτὸς καὶ ἡ σμύρνα καὶ ἡ κασία καὶ τὸ ὀποβάλσαμον καὶ τὸ κινάμωμον καὶ ὅσα ἄλλα τοιαῦτα· περὶ ὦν ἐν ἄλλοις εἴρηται διὰ πλειόνων. ἐν μὲν οὗν τοῖς πρὸς ἕω τε καὶ μεσημβρίαν καὶ ταῦτ᾿ ἴδια καὶ ἕτερα δὲ τούτων πλείω ἐστίν.

V. Ἐν. δὲ τοῖς πρὸς ἄρκτον οὐχ ὁμοίως· οὐθὲν γὰρ ὅτι ἄξιον λόγου λέγεται παρὰ τὰ κοινὰ τῶν δένδρων ἃ καὶ φιλόψυχρά τε τυγχάνει καὶ ἔστι καὶ παρ᾿ ἡμῖν, οἶον πεύκη δρῦς ἐλάτη πύξος διοσβάλανος φίλυρα καὶ τὰ ἄλλα δὲ τὰ τοιαῦτα· σχεδὸν γὰρ οὐδὲν ἕτερον παρὰ ταῦτά ἐστιν, ἀλλὰ τῶν ἄλλων ὑλημάτων ἔνια ἃ τοὺς ψυχροὺς μᾶλλον ζητεῖ τόπους, καθάπερ κενταύριον ἀψίνθιον, ἔτι δὲ τὰ φαρμακώδη ταῖς ῥίζαις καὶ τοῖς ὀποῖς, οἶον ἐλλέβορος ἐλατήριον σκαμμωνία, σχεδὸν πάντα τὰ ῥιζοτομούμενα.

Τὰ μὲν γὰρ ἐν τῷ Πόντῳ καὶ τῇ Θράκῃ γίνεται, [*](¹ τὰ ἀλλὰ δὲ : ? om. τὰ; δὲ om. Sch.)

324
τὰ δὲ περὶ τὴν Οἴτην καὶ τὸν Παρνασὸν καὶ τὸ Πήλιον καὶ τὴν Ὄσσαν καὶ τὸ Τελέθριον· καὶ ἐν τούτοις δέ τινές φασι πλεῖστον· πολλὰ δὲ καὶ ἐν τῇ Ἀρκαδίᾳ καὶ ἐν τῇ Λακωνικῇ· φαρμακώδεις γὰρ καὶ αὗται. τῶν δὲ εὐωδῶν οὐδὲν ἐν ταύταις, πλὴν ἶρις ἐν τῇ Ἰλλυρίδι καὶ περὶ τὸν Ἀδρίαν· ταύτῃ γὰρ χρηστὴ καὶ πολὺ διαφέρουσα τῶν ἄλλων· ἀλλ᾿ ἐν τοῖς ἀλεεινοῖς καὶ τοῖς πρὸς μεσημβρίαν ὥσπερ ἀντικείμενα τὰ εὐώδη. ἔχουσι δὲ καὶ κυπάριττον οἱ ἀλεεινοὶ μᾶλλον, ὥσπερ Κρήτη Λυκία Ῥόδος, κέδρον δὲ καὶ τὰ Θρᾴκια ὅρη καὶ τὰ Φρύγια.

Τῶν δὲ ἡμερουμένων ἥκιστά φασιν ἐν τοῖς ψυχροῖς ὑπομένειν δάφνην καὶ μυρρίνην, καὶ τούτων δὲ ἦττον ἔτι τὴν μυρρίνην· σημεῖον δὲ λέγουσιν ὅτι ἐν τῷ Ὀλύμπῳ δάφνη μὲν πολλή, μύρρινος δὲ ὅλως οὐκ ἔστιν. ἐν δὲ τῷ Πόντῳ περὶ Παντικάπαιον οὐδ᾿ ἕτερον καίπερ σπουδαζόντων καὶ πάντα μηχανωμένων πρὸς τὰς ἱεροσύνας· συκαῖ δὲ πολλαὶ καὶ εὐμεγέθεις καὶ ῥοιαὶ δὲ περισκεπαζόμεναι· ἄπιοι δὲ καὶ μηλέαι πλεῖσται καὶ παντοδαπώταται καὶ χρησταί· αὖται δ᾿ ἐαριναὶ πλὴν εἰ ἄρα ἄψισι· τῆς δὲ ἀγρίας ὕλης ἐστὶ δρῦς πτελέα μελία καὶ ὅσα τοιαῦτα· πεύκη δὲ καὶ ἐλάτη καὶ πίτυς οὐκ ἔστιὺ οὐδὲ ὅλως οὐδὲν ἔνδᾳδον· ὑγρὰ δὲ αὕτη καὶ χείρων πολὺ τῆς Σινωπικῆς, ὥστ᾿ οὐδὲ πολ χρῶνται αὐτῇ πλὴν πρὸς τὰ ὑπαίθρια. ταῦτα [*](¹ Τελἐθριον conj. Sch. (in Εuboea), cf. 9. 15. 4; Πελέθριον UMVP; Παρθένιον Ald. G.) [*](² Whose rhizome was used for perfumes; cf. 1. 7. 2; de odor. 22. 23. 28. 32; Dykes, The Genus Iris, p. 237, gives an interesting account of the modern uses of ‘orris. root.’)

326
μὲν οὖν περὶ τὸν Πόντον ἢ ἔν τισί γε τόποις αὐτοῦ.

Ἐν δὲ τῆ Προποντίδι γίνεται καὶ μύρρινος καὶ δάφνη πολλαχοῦ ἐν τοῖς ὄρεσιν. ἴσως δ’ ἔνια καὶ τῶν τόπων ἴδια θετέον· ἕκαστοι γὰρ ἔχουσι τὰ διαφέροντα, ὥσπερ εἴρηται, κατὰ τὰς ὕλας οὐ μόνον τῷ βελτίω καὶ χείρω τὴν αὐτὴν ἔχειν ἀλλὰ καὶ τῷ φέρειν ἢ μὴ φέρειν· οἷον ὁ μὲν Τμῶλος ἔχει καὶ ὁ Μύσιος Ὄλυμπος πολὺ τὸ κάρυον καὶ τὴν διοσβάλανον, ἔτι δὲ ἄμπελον καὶ μηλέαν καὶ ῥόαν· ἡ δὲ Ἴδη τὰ μὲν οὐκ ἔχει τούτων τὰ δὲ σπάνια· περὶ δὲ Μακεδονίαν καὶ τὸν Πιερικὸν Ὄλυμπον τὰ μὲν ἔστι τὰ δ’ οὐκ ἔστι τούτων· ἐν δὲ τῇ Εὐβοίᾳ καὶ περὶ τὴν Μαγνησίαν τὰ μὲν Εὐβοϊκὰ πολλὰ τῶν δὲ ἄλλων οὐθέν· οὐδὲ δὴ περὶ τὸ Πέλιον οὐδὲ τὰ ἄλλα τὰ ἐνταῦθα ὅρη.

Βραχὺς δ’ ἐστὶ τόπος ὃς ἔχει καὶ ὅλως τὴν ναυπηγήσιμον ὕλην· τῆς μὲν γὰρ Εὐρώπης δοκεῖ τὰ περὶ τὴν Μακεδονίαν καὶ ὅσα τῆς Θρᾴκης καὶ περὶ Ἰταλίαν· τῆς δὲ Ἀσίας τά τε ἐν Κιλικίᾳ καὶ τὰ ἐν Σινώπῃ καὶ Ἀμισῷ, ἔτι δὲ ὁ Μύσιος Ὄλυμπος καὶ ἡ Ἴδη πλὴν οὐ πολλήν· ἡ γὰρ Συρία κέδρον ἔχει καὶ ταύτῃ χρῶνται πρὸς τὰς τριήρεις.

Ἀλλὰ καὶ τὰ φίλυδρα καὶ τὰ παραποτάμια ταῦθ᾿ ὁμοίως· ἐν μὲν γὰρ τῷ Ἀδρίᾳ πλάτανον οὔ φασιν εἶναι πλὴν περὶ τὸ Διομήδους ἱερόν· σπανίαν δὲ καὶ ἐν Ἱταλίᾳ πάσῃ· καίτοι πολλοὶ καὶ μεγάλοι ποταμοὶ παρ’ ἀμφοῖν· ἀλλ’ οὐκ [*](¹ See Index.) [*](2 καὶ ὅσα : text probably defective, but sense clear. ?καὶ ὅσα τῆς Θ. ἔχει καὶ τὰ περὶ Ἰ.)

328
ἔοικε φέρειν ὁ τόπος· ἐν Ῥηγίῳ γοῦν ἃς Διονύσιος πρεσβύτερος ὁ τύραννος ἐφύτευσεν ἐν τῷ παραδείσῳ, α εἰσι νῦν ἐν τῷ γυμνασίῳ, φιλοτιμηθεῖσαι οὐ δεδύνηνται λαβεῖν μέγεθος.

Ἔνιοι δὲ πλείστην ἔχουσι πλάτανον, οἱ δὲ πτελέαν καὶ ἰτέαν, οἱ δὲ μυρίκην, ὥσπερ ὁ Αἶμος. ὥστε τὰ μὲν τοιαῦτα, καθάπερ ἐλέχθη, τῶν τόπων ἴδια θετέον ὁμοίως ἔν τε τοῖς ἀγρίοις καὶ τοῖς ἡμέροις. οὐ μὴν ἀλλὰ τάχ’ ἂν εἴη καὶ τούτων ἐπί τινων ὥστε διακοσμηθέντων δύνασθαι τὴν χώραν φέρειν, ὃ καὶ νῦν ξυμβαῖνον ὁρῶμεν καὶ ἐπὶ ζώων ἐνίων καὶ φυτῶν.