Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

τοῖς δὲ ἡμέροις ἐστὶ πλείω νοσήματα, καὶ τὰ μὲν ὥσπερ κοινὰ πᾶσιν ἢ τοῖς πλείστοις τὰ δ’ ἴδια κατὰ γένη. κοινὰ δὴ τό τε σκωληκοῦσθαι καὶ ἀστροβολεῖσθαι καὶ ὁ σφακελισμός. ἅπαντα γὰρ ὡς εἰπεῖν καὶ σκώληκας [*](¹ ποπληγῇ : ἀπολήγῃ conj Sch.) [*](2 Plin. 17. 216. cf. C.P. 5. 8. 3.) [*](4 κατὰ γένη conj. W.; καὶ τὰ γένη UMV; καὶ κατὰ γένη Ald.)

392
ἴσχει πλὴν τὰ μὲν ἐλάττους τὰ δὲ πλείους, καθάπερ συκῆ μηλὲα καὶ ἄπιος. ὡς δὲ ἀπλῶς εἰπεῖν ἥκιστα σκωληκοῦνται τὰ δριμέα καὶ ὀπώδη, καὶ ἀστροβολεῖται ὡσαύτως· μᾶλλον δὲ τοῖς νέοις ἢ τοῖς ἐν ἀκμῇ τοῦτο συμβαίνει, πάντων δὲ μάλιστα τῇ τε συκῇ καὶ τῇ ἀμπέλῳ.

Ἡ δ’ ἐλάα πρὸς τῷ τοὺς σκώληκας ἴσχειν, οἳ δὴ καὶ τὴν συκῆν διαφθείρουσιν ἐντίκτοντες, φύει καὶ ἧλον· οἱ δὲ μύκητα καλοῦσιν, ἔνιοι δὲ λοπάδα· τοῦτο δ’ ἐστὶν οἶον ἡλίου καῦσις. διαφθείρονται δ’ ἐνίοτε καὶ αἱ νέαι ἐλάαι διὰ τὴν ὑπερβολὴν τῆς πολυκαρπίας. ἡ δὲ ψώρα καὶ οἱ προσφυόμενοι κοχλίαι συκῆς εἰσιν· οὐ πανταχοῦ δὲ τοῦτο συμβαίνει ταῖς συκαῖς, ἀλλ’ ἔοικε καὶ τὰ νοσήματα γίνεσθαι κατὰ τοὺς τόπους, ὥσπερ τοῖς ζώοις· ἐπεὶ παρ’ ἐνίοις οὐ ψωριῶσι, καθάπερ οὐδὲ περὶ τὴν Αἰνείαν.

Ἁλίσκεται δὲ συκῆ μάλιστα καὶ σφακελισμῷ καὶ κράδῳ. καλεῖται δὲ σφακελισμὸς μὲν ὅταν αἱ ῥίζαι μελανθῶσι, κράδος δ’ ὅταν οἱ κλάδοι· καὶ γὰρ καλοῦσί τινες κράδους, ὅθεν καὶ τοὔνομα τῇ νόσῳ· ὁ δ’ ἐρινὸς οὕτε κραδᾷ οὕτε σφακελίζει οὔτε ψωριᾷ οὔτε σκωληκοῦται ταῖς ῥιζαῖς ὁμοίως· οὐδὲ δὴ τὰ ἐρινά τινες ἀποβάλλουσιν οὐδ’ ἐὰν ἐμφυτευθῶσιν εἰς συκῆν.

[*](¹ δπώδη UMV Ald : εὐώδη H., evidently from Plin. 17. 221. cf. C P. 5. 9. 4 aud 5.)[*](2 λοπάδα: Plin. 17. 223, patella. The ἧλος is an abortive bud, called in Italian novolo.)[*](3 ἡλίου καῦσις conj. Scal. from Plin l.c. veluti solis exustio : so also G ; ἡλοιαυτον U; ἧλοι αὐτὸν V; ἥλοι αὐτῶν M ; ἦλοι αὐτῶν Ald. which W. prints provisionally.)
394

Ἡ δὲ ψώρα μάλιστα γίνεται ὅταν ὕδωρ ἐπὶ Πλειάδι γένηται μὴ πολύ· ἐὰν δὲ πολύ, ἀποκλύζεται· συμβαίνει δὲ τότε καὶ τὰ ἐρινὰ ἀπορρεῖν καὶ τοὺς ὀλύνθους. τῶν δὲ σκωλήκων τῶν ἐν ταῖς συκαῖς οἱ μὲν ἐξ αὐτῆς γίνονται οἱ δὲ ἐντίκτονται ὑπὸ τοῦ καλουμένου κεράστου· πάντες δὲ εἰς κεράστην ἀποκαθίστανται· φθέγγονται δὲ οἶον τριγμόν. νοσεῖ δὲ συκῆ καὶ ἐὰν ἐπομβρία γένηται· τά τε γὰρ πρὸς τὴν ῥίζαν καὶ αὐτὴ ἡ ῥίζα ὥσπερ μαδᾷ· τοῦτο δὲ καλοῦσι λοπᾶν.

ἡ δ’ ἄμπελος τραγᾷ· τοῦτο δὲ μάλιστα αὐτῆς ἐστι πρὸς τῷ ἀστροβολεῖσθαι, ἡ ὅταν ὑπὸ πνευμάτων βλαστοκοπηθῇ ἡ ὅταν τῇ ἐργασίᾳ συμπάθῃ ἣ τρίτον ὑπτία τμηθῇ.

Ῥυὰς δὲ γίνεται, ὃ καλοῦσί τινες ψίνεσθαι, ὅταν ἐπινιφθῇ κατὰ τὴν ἀπάνθησιν ἣ ὅταν κρειττωθῇ· τὸ δὲ πάθος ἐστὶν ὥστε ἀπορρεῖν τὰς ῥᾶγας καὶ τὰς ἐπιμενούσας εἶναι μικράς. ἔνια δὲ καὶ ῥιγώσαντα νοσεῖ, καθάπερ ἡ ἄμπελος· ἀμβλοῦνται γὰρ οἱ ὀφθαλμοὶ τῆς πρωτοτόμου· καὶ πάλιν ὑπερθερμανθέντα· ζητεῖ γὰρ καὶ τούτων τὴν συμμετρίαν ὥσπερ καὶ τῆς τροφῆς. ὅλως δὲ πᾶν τὸ παρὰ φύσιν ἐπικίνδυνον.

[*](¹ cf. C. P. 5. 9. 10: Col. 5. 9. 15.)[*](2 cf. 5. 4. 5: C.P. 5. 10. 5; Plin.17. 221.)[*](3 αὐτὴ ἡ ῥίζα I conj.; αὐτὴν τὴν ῥίζαν U; om. Ald.)[*](4 cf. C. P. 5. 9. 12: Plin. 17. 225.)[*](5 i.e. shedding of the ‘bark’ of the roots λοπᾶν conj Sch., cf. C.P. 5. 9. 9; λοτάδα Ald.H., cf. 4. 14. 3; but the word here points to a different disease.)[*](6 ὑπτία τομή seems to be a technical term for pruning in such a way that the growth of the new wood is encouraged)
396

Μεγάλα δὲ ξυμβάλλεται καὶ τὰ τραύματα καὶ αἱ πληγαὶ τῶν περισκαπτόντων εἰς τὸ μὴ φέρειν τὰς μεταβολὰς ἡ καυμάτων ἢ χειμώνων· ἀσθενὲς γὰρ ἂν διὰ τὴν ἕλκωσιν καὶ τὸν πόνον εὐχειρωτότατόν ἐστι ταῖς ὑπερβολαῖς. σχεδὸν δέ, ὧς τινες οἴονται, τὰ πλεῖστα τῶν νοσημάτων ἀπὸ πληγῆς γίνεται· καὶ γὰρ τὰ ἀστρόβλητα καλούμενα καὶ τὰ σφακελίζοντα διὰ τὸ ἀπὸ ταύτης εἶναι τῶν ῥιζῶν τὸν πόνον. οἴονται δὲ καὶ δύο ταύτας εἶναι μόνας νόσους· οὐ μὴν ἀλλὰ τοῦτό γ ’ οὐκ ἄγαν ὁμολογούμενόν ἐστι.

Πάντων δ’ ἀσθενέστατον ἡ μηλέα ἡ ἠρινὴ καὶ τούτων ἡ γλυκεῖα.