Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τὴν δὲ μακροβιότητα μαρτυροῦσιν ἐπί γέ τινων καὶ ἡμέρων καὶ ἀγρίων καὶ αἱ παραδεδομέναι φῆμαι παρὰ τῶν μυθολόγων· ἐλάαν μὲν γὰρ λέγουσι τὴν Ἀθήνῃσι, φοίνικα δὲ τὸν ἐν Δήλῳ. κότινον δὲ τὸν ἐν Ὀλυμπίᾳ, ἀφ’ οὗ ὁ στέφανος· φηγοὺς δὲ τὰς ἐν Ἰλίῳ τὰς ἐπὶ τοῦ Ἴλου μνήματος· τινὲς δέ φασι καὶ τὴν ἐν Δελφοῖς πλάτανον Ἀγαμέμνονα φυτεῦσαι καὶ τὴν ἐν Καφύαις τῆς Ἀρκαδίας. ταῦτα μὲν οὖν ὅπως ἔχει τάχ’ ἂν ἕτερος εἴη λόγος· ὅτι δέ ἐστι μεγάλη διαφορὰ τῶν δένδρων φανερόν· μακρόβια μὲν γὰρ τά τε προειρημένα καὶ ἕτερα πλείω· βραχύβια δὲ καὶ τὰ τοιαῦτα ὁμολογουμένως, οἶον ῥοιὰ συκῆ μηλέα, καὶ τούτων ἡ ἠρινὴ μᾶλλον καὶ ἡ γλυκεῖα τῆς ὀξείας, ὥσπερ τῶν ῥοῶν ἡ ἀπύρηνος. βραχύβια δὲ καὶ ἀμπέλων ἔνια γένη καὶ μάλιστα τὰ πολύκαρπα· δοκεῖ δὲ καὶ τὰ πάρυδρα βραχυβιώτερα [*](¹ καὶ τὰ ἀντ. conj. W.; κατὰ ἀντ. UMV τὰ ὰντ. Ald. H.) [*](2 περικαρπίοις : cf. C . 1. 17. 5.) [*](On the Acropolis : cf. Hdt. 8. 55; Soph. Ο.C. 694 foll.)

386
τῶν ἐν τοῖς ξηροῖς εἶναι, οἶον ἰτέα λεύκη ἀκτ ὴ αἴγειρος.

Ἔνια δὲ γηράσκει μὲν καὶ σ ήπεται ταχέως, παραβλαστάνει δὲ πάλιν ἐκ τῶν αὐτῶν, ὥσπερ α δάφναι καὶ αἱ μηλέαι τε καὶ αἱ ῥ όαι καὶ τῶν φιλύδρων τὰ πολλά· περὶ ὦν καὶ σκέψαιτ’ ἄν τις πότερα ταὐτὰ δεῖ λέγειν ἡ ἕτερα· καθάπερ εἴ τις τὸ στέλεχος ἀποκόψ ας, ὥσπερ ποιοῦσιν οἱ γεωργοί, πάλιν ἀναθεραπεύοι τοὺς βλαστούς, ἢ εἰ καὶ ὅλως ἐκκόψειεν ἄχρι τῶν ῥιζῶν καὶ ἐπικαύσειεν· καὶ γὰρ ταῦτα ποιοῦσιν, ὁτὲ δὲ καὶ ἀπὸ τοῦ αὐτομάτου συμβαίνει· πότερα δὴ τοῦτο ταὐτὸ δεῖ λέγειν ἢ ἕτερον; ᾗ μὲν γὰρ ἀεὶ τὰ μέρη τας αὐξήσεις καὶ φθίσεις φαίνεται παραλλάττοντα καὶ ἔτι τὰς διακαθάρσεις τὰς ὑπ' αὐτῶν, ταύτῃ μὲν ἄν δόξειε ταὐτὸν εἶναι· τί γὰρ ἂν ἐπὶ τούτων ἢ ἐκείνων διαφέροι; ᾗ δ’ ὥσπερ οὐσία καὶ φύσις τοῦ δένδρου μάλιστ’ ἂν φαίνοιτο τὸ στέλεχος, ὅταν μεταλλάττῃ τοῦτο, κἂν τὸ ὅλον ἕτερον ὑπολάβοι τις, εἰ μὴ ἄρα διὰ τὸ ἀπὸ τῶν αὐτῶν ἀρχῶν εἶναι ταὐτὸ θείη· καίτοι πολλάκις συμβαίνει καὶ τὰς ῥίζας ἑτέρας εἶναι καὶ μεταβάλλειν τῶν μὲν σηπο μένων τῶν δ’ ἐξ ἀρχῆς βλαστανουσῶν.

ἐπεί, ἐὰν ἀληθὲς ᾖ, ὥς γέ τινές φασι, τὰς ἀμπέλους μακροβιωτάτας [*](¹ cf. C.P. 2. 11. 5.) [*](² ὰναθεραπε ύοι conj. W,; ὰναθεραπεύει Ald.) [*](3 ἢ εἰ καὶ ὅλως conj. W.; ἂ εἰ καὶ καλῶς U; ἀεὶ καὶ καλ ῶς M V; καὶ εἰ καλῶς Ald H.) [*](⁴ Sc. and then encourage new growth.)

388
εἶναι τῷ μὴ φύειν ἑτέρας ἀλλ᾿ ἐξ αὐτῶι ἀεὶ συναναπληροῦσθαι, γελοῖον ἂν ἴσως δοκοίη τοιαύτη σύγκρισις ἐὰν μὴ μένῃ τὸ στέλεχος· αὕτη γὰρ οἶον ὑπόθεσις καὶ φύσις δένδρων. τοῦτο μὲν οὖν ὁποτέρως ποτὲ λεκτέον οὐθὲν ἂν διενέγκαι πρὸς τὰ νῦν.

τάχα δ᾿ ἂν εἴη μακροβιώτατον τὸ πάντως δυνάμενον ἀνταρκεῖν, ὥσπερ ἡ ἐλάα καὶ τῷ στελέχει καὶ τῇ παραβλαστήσει καὶ τῷ δυσωλέθρους ἔχειν τὰς ῥίζας. δοκεῖ δὲ ὁ βίος τῆς γε μιᾶς εἶναι, καθ᾿ ὃν τὸ στέλεχος δεῖ τὴν ἀρχὴν τιθέντα μέτρον ἀναμετρεῖν τὸν χρόνον. μάλιστα περὶ ἔτη διακόσια. εἰ δ᾿ ὅπερ ἐπὶ τῶν ἀμπέλων λέγουσί τινες, ὡς παραιρουμένων τῶν ῥιζῶν κατὰ μέρος δύναται διαμένειν τὸ στέλεχος. καὶ ἡ ὅλη φύσις ὁμοία καὶ ὁμοιοφόρος ὁποσονοῦν χρόνον, μακροβιώτατον ἂν εἴη πάντων. φασὶ δὲδεῖν οὕτω ποιεῖν ὅταν ἤδη δοκῇ καταφέρεσθαι· κλήματά τε ἐπιβάλλειν καὶ καρποῦσθαι τὸν ἐνιαυτόν· μετὰ δὲ ταῦτα κατασκάψαντα ἐπὶ θάτερα τῆς ἀμπέλου περικαθᾶραι πάσας τὰς ῥίζας, εἶτ᾿ ἐμπλῆσαι φρυγάνων καὶ ἐπαμήσασθαι τὴν γῆν· τούτῳ μὲν οὖν τῷ ἔτει κακῶς φέρειν σφόδρα, τῷ δ᾿ ὑστέρῳ βέλτιον, τῷ δὲ τρίτῳ καὶ [*](¹ ἐξ αὐτῶν Ald., sc. τῶν ῥιζῶν; ἐκ τῶν αὐτῶν conj. W.) [*](² i.e. such an argument practically assumes the permanence of the trunk, which in the case of the vine can hardly be considered apart from the root. δοκοίη τοιαύτη σύγκρισις I conj. from G; δικαιοτάτη σύγκρισις M VAld. ; δικαιοτάτηι συγκρίσεις U; δοκοίη εἶναι ἢ σύγκρισις conj. Sch.; so W. in his earlier edition : in his later editions he emends wildly.)

390
τετάρτῳ καθίστασθαι καὶ φέρειν πολλοὺς καί καλούς, ὥστε μηδὲν διαφέρειν ἡ ὅτε ἤκμαζεν· ἐπειδὰν δὲ πάλιν ἀποπληγῇ, θάτερον μέρος παρασκάπτειν καὶ θεραπεύειν ὁμοίως, καὶ οὕτως αἰεὶ διαμένειν· ποιεῖν δὲ τοῦτο μάλιστα δι’ ἐτῶν δέκα· δι’ καὶ κόπτειν οὐδέποτε τοὺς τοῦτο ποιοῦντας, ἀλλ’ ἐπὶ γενεὰς πολλὰς ταὐτὰ τὰ στελέχη διαμένειν, ὥστε μηδὲ μεμνῆσθαι τοὺς φυτεύσαντας· τοῦτο μὲν οὖν ἴσως τῶν πεπειραμένων ἀκούοντα δεῖ πιστεύειν.

τὰ δὲ μακρόβια καὶ βραχύβια διὰ τῶν εἰρημένων θεωρητέον.

XIV. Νοσήματα δὲ τοῖς μὲν ἀγρίοις οὔ φασι ξυμβαίνειν ὑφ’ ὧν ἀναιροῦνται, φαύλως δὲ διατίθεσθαι καὶ μάλιστα ἐπιδήλως ὅταν χαλαζοκοπηθῇ ἢ βλαστάνειν μέλλοντα ἡ ἀρχόμενα ἡ ἀνθοῦντα, καὶ ὅταν ἡ πνεῦμα ψυχρὸν ἡ θερμὸν ἐπιγένηται κατὰ τούτους τοὺς καιρούς. ὑπὸ δὲ τῶν ὡραίων χειμώνων οὐδὲ ἂν ὑπερβάλλοντες ὦσιν οὐδὲν πάσχειν, ἀλλὰ καὶ ξυμφέρειν πᾶσι χειμασθῆναι· μὴ χειμασθέντα γὰρ κακοβλαστότερα γίνεσθαι.

τοῖς δὲ ἡμέροις ἐστὶ πλείω νοσήματα, καὶ τὰ μὲν ὥσπερ κοινὰ πᾶσιν ἢ τοῖς πλείστοις τὰ δ’ ἴδια κατὰ γένη. κοινὰ δὴ τό τε σκωληκοῦσθαι καὶ ἀστροβολεῖσθαι καὶ ὁ σφακελισμός. ἅπαντα γὰρ ὡς εἰπεῖν καὶ σκώληκας [*](¹ ποπληγῇ : ἀπολήγῃ conj Sch.) [*](2 Plin. 17. 216. cf. C.P. 5. 8. 3.) [*](4 κατὰ γένη conj. W.; καὶ τὰ γένη UMV; καὶ κατὰ γένη Ald.)

392
ἴσχει πλὴν τὰ μὲν ἐλάττους τὰ δὲ πλείους, καθάπερ συκῆ μηλὲα καὶ ἄπιος. ὡς δὲ ἀπλῶς εἰπεῖν ἥκιστα σκωληκοῦνται τὰ δριμέα καὶ ὀπώδη, καὶ ἀστροβολεῖται ὡσαύτως· μᾶλλον δὲ τοῖς νέοις ἢ τοῖς ἐν ἀκμῇ τοῦτο συμβαίνει, πάντων δὲ μάλιστα τῇ τε συκῇ καὶ τῇ ἀμπέλῳ.

Ἡ δ’ ἐλάα πρὸς τῷ τοὺς σκώληκας ἴσχειν, οἳ δὴ καὶ τὴν συκῆν διαφθείρουσιν ἐντίκτοντες, φύει καὶ ἧλον· οἱ δὲ μύκητα καλοῦσιν, ἔνιοι δὲ λοπάδα· τοῦτο δ’ ἐστὶν οἶον ἡλίου καῦσις. διαφθείρονται δ’ ἐνίοτε καὶ αἱ νέαι ἐλάαι διὰ τὴν ὑπερβολὴν τῆς πολυκαρπίας. ἡ δὲ ψώρα καὶ οἱ προσφυόμενοι κοχλίαι συκῆς εἰσιν· οὐ πανταχοῦ δὲ τοῦτο συμβαίνει ταῖς συκαῖς, ἀλλ’ ἔοικε καὶ τὰ νοσήματα γίνεσθαι κατὰ τοὺς τόπους, ὥσπερ τοῖς ζώοις· ἐπεὶ παρ’ ἐνίοις οὐ ψωριῶσι, καθάπερ οὐδὲ περὶ τὴν Αἰνείαν.

Ἁλίσκεται δὲ συκῆ μάλιστα καὶ σφακελισμῷ καὶ κράδῳ. καλεῖται δὲ σφακελισμὸς μὲν ὅταν αἱ ῥίζαι μελανθῶσι, κράδος δ’ ὅταν οἱ κλάδοι· καὶ γὰρ καλοῦσί τινες κράδους, ὅθεν καὶ τοὔνομα τῇ νόσῳ· ὁ δ’ ἐρινὸς οὕτε κραδᾷ οὕτε σφακελίζει οὔτε ψωριᾷ οὔτε σκωληκοῦται ταῖς ῥιζαῖς ὁμοίως· οὐδὲ δὴ τὰ ἐρινά τινες ἀποβάλλουσιν οὐδ’ ἐὰν ἐμφυτευθῶσιν εἰς συκῆν.

[*](¹ δπώδη UMV Ald : εὐώδη H., evidently from Plin. 17. 221. cf. C P. 5. 9. 4 aud 5.)[*](2 λοπάδα: Plin. 17. 223, patella. The ἧλος is an abortive bud, called in Italian novolo.)[*](3 ἡλίου καῦσις conj. Scal. from Plin l.c. veluti solis exustio : so also G ; ἡλοιαυτον U; ἧλοι αὐτὸν V; ἥλοι αὐτῶν M ; ἦλοι αὐτῶν Ald. which W. prints provisionally.)
394

Ἡ δὲ ψώρα μάλιστα γίνεται ὅταν ὕδωρ ἐπὶ Πλειάδι γένηται μὴ πολύ· ἐὰν δὲ πολύ, ἀποκλύζεται· συμβαίνει δὲ τότε καὶ τὰ ἐρινὰ ἀπορρεῖν καὶ τοὺς ὀλύνθους. τῶν δὲ σκωλήκων τῶν ἐν ταῖς συκαῖς οἱ μὲν ἐξ αὐτῆς γίνονται οἱ δὲ ἐντίκτονται ὑπὸ τοῦ καλουμένου κεράστου· πάντες δὲ εἰς κεράστην ἀποκαθίστανται· φθέγγονται δὲ οἶον τριγμόν. νοσεῖ δὲ συκῆ καὶ ἐὰν ἐπομβρία γένηται· τά τε γὰρ πρὸς τὴν ῥίζαν καὶ αὐτὴ ἡ ῥίζα ὥσπερ μαδᾷ· τοῦτο δὲ καλοῦσι λοπᾶν.

ἡ δ’ ἄμπελος τραγᾷ· τοῦτο δὲ μάλιστα αὐτῆς ἐστι πρὸς τῷ ἀστροβολεῖσθαι, ἡ ὅταν ὑπὸ πνευμάτων βλαστοκοπηθῇ ἡ ὅταν τῇ ἐργασίᾳ συμπάθῃ ἣ τρίτον ὑπτία τμηθῇ.

Ῥυὰς δὲ γίνεται, ὃ καλοῦσί τινες ψίνεσθαι, ὅταν ἐπινιφθῇ κατὰ τὴν ἀπάνθησιν ἣ ὅταν κρειττωθῇ· τὸ δὲ πάθος ἐστὶν ὥστε ἀπορρεῖν τὰς ῥᾶγας καὶ τὰς ἐπιμενούσας εἶναι μικράς. ἔνια δὲ καὶ ῥιγώσαντα νοσεῖ, καθάπερ ἡ ἄμπελος· ἀμβλοῦνται γὰρ οἱ ὀφθαλμοὶ τῆς πρωτοτόμου· καὶ πάλιν ὑπερθερμανθέντα· ζητεῖ γὰρ καὶ τούτων τὴν συμμετρίαν ὥσπερ καὶ τῆς τροφῆς. ὅλως δὲ πᾶν τὸ παρὰ φύσιν ἐπικίνδυνον.

[*](¹ cf. C. P. 5. 9. 10: Col. 5. 9. 15.)[*](2 cf. 5. 4. 5: C.P. 5. 10. 5; Plin.17. 221.)[*](3 αὐτὴ ἡ ῥίζα I conj.; αὐτὴν τὴν ῥίζαν U; om. Ald.)[*](4 cf. C. P. 5. 9. 12: Plin. 17. 225.)[*](5 i.e. shedding of the ‘bark’ of the roots λοπᾶν conj Sch., cf. C.P. 5. 9. 9; λοτάδα Ald.H., cf. 4. 14. 3; but the word here points to a different disease.)[*](6 ὑπτία τομή seems to be a technical term for pruning in such a way that the growth of the new wood is encouraged)
396

Μεγάλα δὲ ξυμβάλλεται καὶ τὰ τραύματα καὶ αἱ πληγαὶ τῶν περισκαπτόντων εἰς τὸ μὴ φέρειν τὰς μεταβολὰς ἡ καυμάτων ἢ χειμώνων· ἀσθενὲς γὰρ ἂν διὰ τὴν ἕλκωσιν καὶ τὸν πόνον εὐχειρωτότατόν ἐστι ταῖς ὑπερβολαῖς. σχεδὸν δέ, ὧς τινες οἴονται, τὰ πλεῖστα τῶν νοσημάτων ἀπὸ πληγῆς γίνεται· καὶ γὰρ τὰ ἀστρόβλητα καλούμενα καὶ τὰ σφακελίζοντα διὰ τὸ ἀπὸ ταύτης εἶναι τῶν ῥιζῶν τὸν πόνον. οἴονται δὲ καὶ δύο ταύτας εἶναι μόνας νόσους· οὐ μὴν ἀλλὰ τοῦτό γ ’ οὐκ ἄγαν ὁμολογούμενόν ἐστι.

Πάντων δ’ ἀσθενέστατον ἡ μηλέα ἡ ἠρινὴ καὶ τούτων ἡ γλυκεῖα.

Ἔνιαι δὲ πηρώσεις οὐκ εἰς φθορὰν γίνονται ὅλων ἀλλ’ εἰς ἀκαρπίαν· οἶον ἐάν τις τῆς πίτυος ἀφέλῃ τὸ ἄκρον ἡ τοῦ φοίνικος, ἄκαρπα γίνεσθαι ἄμφω δοκεῖ καὶ οὐχ ὅλως ἀναιρεῖσθαι.

Γίνονται δὲ νόσοι καὶ τῶν καρπῶν αὐτῶν, ἐὰν μὴ κατὰ καιρὸν τὰ πνεύματα καὶ τὰ οὐράνια γένηται· συμβαίνει γὰρ ὁτὲ μὲν ἀποβάλλειν γενομένων ἢ μὴ γενομένων ὑδάτων, οἶον τὰς συκᾶς, ὁτὲ δὲ χείρους γίνεσθαι σηπομένους καὶ καταπνιγομένους ἢ πάλιν ἀναξηραινομένους παρὰ τὸ δέον. χείριστον δὲ ἐὰν ἀπανθοῦσί τισιν ἐφύσῃ, καθάπερ ἐλάᾳ καὶ ἀμπέλῳ· συναπορρεῖ γὰρ ὁ καρπὸς δι’ ἀσθένειαν.

[*](1 Plin. 17. 227.)[*](2 εὐχειρωτότατον conj. W. after Lobeck; εὐχειρότατον Ald.)[*](³ πόνον conj. H. from G ; τόπον M VAld.)[*](4 This sentence is clearly out of place: the plural τούτων has nothing to refer to. cf. 4. 13. 2. It is represented how- ever by Plin. l.c.)
398

Ἐν Μιλήτῳ δὲ τὰς ἐλάας, ὅταν ὦσι περὶ το ἀνθεῖν, κάμπαι κατεσθίουσιν, αἱ μὲν τὰ φύλλα αἱ δὲ τὰ ἄνθη, ἕτεραι τῷ γένει, καὶ ψιλοῦσι τὰ δένδρα· γίνονται δὲ ἐὰν ᾖ νότια καὶ εὐδιεινά· ἐὰν δὲ ἐπιλάβῃ καύματα ῥήγνυνται.

Περὶ δὲ Τάραντα προφαίνουσι μὲν ἀεὶ πολὺν καρπόν, ὑπὸ δὲ τὴν ἀπάνθησιν τὰ πολλ' ἀπόλλυται. τὰ μὲν οὖν τοιαῦτα τῶν τόπων ἴδια.