Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἡ δὲ πίτυς δοκεῖ τῆς πεύκης καὶ διαφέρειν τῷ λιπαρωτέρα τε εἶναι καὶ λεπτοφυλλοτέρα καὶ τὸ μέγεθος ἐλάττων καὶ ἧττον ὀρθοφυής· ἔτι δὲ τὸν κῶνον ἐλάττω φέρειν καὶ πεφρικότα μᾶλλον καὶ τὸ κάρυον πιττωδέστερον· καὶ τὰ ξύλα λευκότερα καὶ ὁμοιότερα τῇ ἐλάτῃ καὶ τὸ ὅλον ἄπευκα. διαφορὰν δ᾿ ἔχει καὶ ταύτην μεγάλην πρὸς τὴν πεύκην· πεύκην μὲν γὰρ ἐπικαυθεισῶν τῶν ῥιζῶν οὐκ ἀναβλαστάνειν, τὴν πίτυν δέ φασί τινες ἀναβλαστάνειν, ὥσπερ καὶ ἐν Λέσβῳ ἐμπρησθέντος τοῦ Πυρραίων ὄρους τοῦ πιτυώδους. νόσημα δὲ ταῖς πεύκαις τοιοῦτόν τι λέγουσι συμβαίνειν οἱ περὶ τὴν Ἴδην ὤσι᾿ , ὅταν μὴ μόνον τὸ ἐγκάρδιον ἀλλὰ καὶ τὸ ἔξω τοῦ στελέχους ἔνδᾳδον γένηται. τηνικαῦτα ὥσπερ ἀποπνίγεσθαι. τοῦτο δὲ αὐτόματον συμβαίνει δι᾿ εὐτροφίαν τοῦ δένδρου, ὡς ἄν τις εἰκάσειεν· ὅλον γὰρ γίνεται δᾴς· περὶ μὲν οὖν τὴν πεύκην ἴδιον τοῦτο πάθος.

Ἐλάτη δ᾿ ἐστὶν ἡ μὲν ἄρρην ἡ δὲ θήλεια, διαφορὰς δ᾿ ἔχουσα τοῖς φύλλοις· ὀξύτερα γὰρ καὶ κεντητικώτερα τὰ τοῦ ἄρρενος καὶ ἐπεστρομμένα μᾶλλον, δι᾿ ὃ καὶ οὐλότερον τῇ ὄψει φαίνεται τὸ δένδρον ὅλον. καὶ τῷ ξύλῳ· λευκότερον γὰρ καὶ μαλακώτερον καὶ εὐεργέστερον τὸ τῆς θηλείας καὶ [*](¹ πικρὰν conj. R. Const. from G; μικρὰν VAld.) [*](² καὶ ταύτην μεγάλην πρὸς conj. Sch.; καὶ τὴν μεγ. πρὸς UMV; μεγάλην πρὸς Ald.)

218
τὸ ὅλον στέλεχος εὐμηκέστερον· τὸ δὲ τοῦ ἄρρενος ποικιλώτερον καὶ παχύτερον καὶ σκληρότερον καὶ περίμητρον μᾶλλον ὅλως δὲ φαυλότερον τὴν ὄψιν. ἐν δὲ τῷ κώνῳ τῷ μὲν τοῦ ἄρρενός ἐστι κάρυα ὀλίγα ἐπὶ τοῦ ἄκρου, τῷ δὲ τῆς θηλείας ὅλως οὐδέν, ὡς οἱ ἐκ Μακεδονίας ἔλεγον. ἔχει δὲ πτέρυγας τὸ φύλλον καὶ ἐπ᾿ ἔλαττον, ὥστε τὴν ὅλην μορφὴν εἶναι θολοειδῆ καὶ παρόμοιον μάλιστα ταῖς Βοιωτίαις κυνέαις· πυκνὸν δὲ οὕτως ὥστε μήτε χιόνα διϊέναι μήθ᾿ ὑετόν. ὅλως δὲ καὶ τῇ ὄψει τὸ δένδρον καλόν· καὶ γὰρ ἡ βλάστησις ἰδία τις, ὥσπερ εἴρηται, παρὰ τὰς ἄλλας καὶ μόνη τάξιν ἔχουσα· τῷ δὲ μεγέθει μέγα καὶ πολὺ τῆς πεύκης εὐμηκέστερον.

Διαφέρει δὲ καὶ κατὰ τὸ ξύλον οὐ μικρόν· τὸ μὲν γὰρ τῆς ἐλάτης ἰνῶδες καὶ μαλακὸν καὶ κοῦφον, τὸ δὲ τῆς πεύκης δᾳδῶδες καὶ βαρὺ καὶ σαρκωδέστερον. ὄζους δὲ ἔχει πλείους μὲν ἡ πεύκη σκληροτέρους δ᾿ ἡ ἐλάτη, σχεδὸν δὲ πάντων ὡς εἰπεῖν σκληροτέρους, τὸ δὲ ξύλον μαλακώτερον. ὅλως δὲ οἱ ὄζοι πυκνότατοι καὶ στερεώτατοι μόνον οὐ διαφανεῖς ἐλάτης καὶ πεύκης καὶ τῷ χρώματι δᾳδώδεις καὶ μάλιστα διάφοροι τοῦ ξύλου, μᾶλλον δὲ τῆς ἐλάτης. ἔχει δέ, ὥσπερ ἡ πεύκη τὴν αἰγίδα, καὶ ἡ ἐλάτη τὸ λευκὸν λοῦσσον [*](1 παχύτερον conj. W.; πλατύτερον Ald.) [*](² Plin. 16. 48 and 49. ³ For the tense see Intr. p. XX.) [*](4 φύλλον, i.e. the leafy shoot. Sch. considers φύλλον to be corrupt, and refers the following description to the cone; W marks a lacuna after φύλλον. Pliny, ι.c., seems to have read φύλλον, but does not render καὶ ἐπ᾿ ἔλαττον . . . κυνέαις. The words καὶ ἐπ᾿ ἔλαττον can hardly be sound as they stand. For the description of the foliage cf. 1. 10. 5.)

220
καλούμενον, οἷον ἀντίστροφον τῇ αἰγίδι, πλὴν τὸ μὲν λευκὸν ἡ δ᾿ αἰγὶς εὔχρως διὰ τὸ ἔνδᾳδον. πυκνὸν δὲ καὶ λευκὸν γίνεται καὶ καλὸν ἐκ τῶν πρεσβυτέρων ἤδη δένδρων· ἀλλὰ σπάνιον τὸ χρηστόν, τὸ δὲ τυχὸν δαψιλές, ἐξ οὗ τά τε τῶν ζωγράφων πινάκια ποιοῦσι καὶ τὰ γραμματεῖα τὰ πολλά· τὰ δ᾿ ἐσπουδασμένα ἐκ τοῦ βελτίονος.

Οἱ δὲ περὶ Ἀρκαδίαν ἀμφότερα καλοῦσιν αἰγίδα καὶ τὴν τῆς πεύκης καὶ τὴν τῆς ἐλάτης, καὶ εἶναι πλείω τὴν τῆς ἐλάτης ἀλλὰ καλλίω τὴν τῆς πεύκης· εἶναι γὰρ τῆς μὲν ἐλάτης πολλήν τε καὶ λείαν καὶ πυκνήν, τῆς δὲ πεύκης ὀλίγην, τὴν μέντοι οὖσαν οὐλοτέραν καὶ ἰσχυροτέραν καὶ τὸ ὅλον καλλίω. οὗτοι μὲν οὖν ἐοίκασι τοῖς ὀνόμασι διαφωνεῖν. ἡ δὲ ἐλάτη ταύτας ἔχει τὰς διαφορὰς πρὸς τὴν πεύκην καὶ ἔτι τὴν περὶ τὴν ἄμφαυξιν, ἣν πρότερον εἴπομεν.

X. Ὀξύη δ᾿ οὐκ ἔχει διαφορὰς ἀλλ᾿ ἐστὶ μονογενές· ὀρθοφυὲς δὲ καὶ λεῖον καὶ ἄνοζον καὶ πάχος καὶ ὕψος ἔχον σχεδὸν ἴσον τῇ ἐλάτῃ· καὶ τἆλλα δὲ παρόμοιον τε τὸ δένδρον· ξύλον δὲ εὔχρουν ἰσχυρὸν εὔινον καὶ φλοιὸν λεῖον καὶ παχύν, φύλλον δ᾿ ἀσχιδὲς προμηκέστερον ἀπίου καὶ ἐπακάνθιζον ἐξ ἄκρου, ῥίζας οὔτε πολλὰς οὔτε κατὰ βάθους· ὁ δὲ καρπὸς λεῖος βαλανώδης ἐν ἐχίνῳ [*](¹ cf. Εur. I. A. 99; Hipp. 1254.) [*](² τὰ δ᾿ conj. Scal.; καὶ Ald.) [*](³ πεύκης conj. Scal. from G; ἐλάτης Ald.) [*](⁴ ἐλάτης conj. Scal. from G; πεύκης Ald.)

222
πλὴν οὐκ ἀνακάνθῳ καὶ λείῳ, καὶ οὐχ ὡς ἡ διοσβάλανος ἀκανθώδει, προσεμφερὴς δὲ καὶ κατὰ γλυκύτητα καὶ κατὰ τὸν χυλὸν ἐκείνῳ. γίνεται δὲ καὶ ἐν τῷ ὄρει λευκή, ἣ καὶ χρήσιμον ἔχει τὸ ξύλον πρὸς πολλά· καὶ γὰρ πρὸς ἁμαξουργίαν καὶ πρὸς κλινοπηγίαν καὶ εἰς διφρουργίαν καὶ εἰς τραπεζίαν καὶ εἰς ναυπηγίαν· ἡ δ᾿ ἐν τοῖς πεδίοις μέλαινα καὶ ἄχρηστος πρὸς ταῦτα· τὸν δὲ καρπὸν ἔχουσι παραπλήσιον.