Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

ἁπάντων δὲ τῶν τοιούτων εἰς ἓν φύλλον ἀποτελευτῶσιν οἱ βλαστοί, δι᾿ ὃ καὶ εὐλόγως οὐκ ἐπιβλαστάνει καὶ αὐξάνεται μὴ ἔχοντα ἀρχήν. (ὁμοία δὲ τρόπον τινὰ ἡ αὔξησις καὶ τοῦ σίτου· [*](¹ κατὰ . . . βλαστῶν conj. W.; κατὰ τοὺς τρόπουs (corrected to τόπους) καὶ βλαστούς U: MVP insert τοὺς before βλαστούς.) [*](2 ἐκείνου . . . κατὰ conj. W.; ἐκείνου ἡ ἑτέρα σχίζεται τὰ ἴσε καὶ UAld.) [*](3 ἄλλων: ? ἐλέας W,; Ι suggest ἄλλων ἐλαῶν.)

194
καὶ γὰρ οὗτος ἀεὶ τῇ προώσει τοῦ ὑπάρχοντος αὐξάνεται, κἂν κολοβωθῇ τὰ φύλλα, καθάπερ ἐν τοῖς ἐπιβοσκομένοις· πλὴν οὗτός γε οὐκ ἐκ τοῦ πλαγίου παραφύει, καθάπερ ἔνια τῶν χεδρόπων.) αὕτη μὲν οὖν διαφορά τις ἂν εἴη βλαστήσεως ἅμα καὶ αὐξήσεως.

Βαθύρριζα δὲ οὔ φασί τινες εἶναι τὰ ἄγρια διὰ τὸ φύεσθαι πάντα ἀπὸ σπέρματος, οὐκ ἄγαν ὀρθῶς λέγοντες. ἐνδέχεται γὰρ ὅταν ἐμβιώσῃ πόρρω καθιέναι τὰς ῥίζας· ἐπεὶ καὶ τῶν λαχάνων τὰ πολλὰ τοῦτο ποιεῖ, καίπερ ἀσθενέστερα ὄντα καὶ ἐναργῶς φυόμενα ἐν τῇ γῇ. βαθυρριζότατον δ᾿ οὖν δοκεῖ τῶν ἀγρίων εἶναι ἡ πρῖνος· ἐλάτη δὲ καὶ πεύκη μετρίως, ἐπιπολαιότατον δὲ θραύπαλος καὶ κοκκυμηλέα καὶ σποδιάς· αὕτη δ᾿ ἐστὶν ὥσπερ ἀγρία κοκκυμηλέα. ταῦτα μὲν οὖν καὶ ὀλιγόρριζα· ὁ δὲ θραύπαλος πολύρριζον. συμβαίνει δὲ τοῖς ἄλλοις τοῖς μὴ κατὰ βάθους ἔχουσι. καὶ οὐχ ἥκιστα ἐλάτῃ καὶ πεύκῃ, προρρίζοις ὑπὸ τῶν πνευμάτων ἐκπίπτειν.

Οἱ μὲν οὖν περὶ Ἀρκαδίαν οὕτω λέγουσιν. οἱ δ᾿ ἐκ τῆς Ἴδης βαθυρριζότερον ἐλάτην δρυὸς ἀλλ᾿ ἐλάττους ἔχειν καὶ εὐθυρριζοτέραν εἶναι· βαθυρριζότατον δὲ καὶ τὴν κοκκυμηλέαν καὶ τὴν Ἡρακλεωτικήν, τὰς δὲ ῥίζας λεπτὰς καὶ ἰσχυρὰς τὴν Ἡρακλεωτικήν, τὴν δὲ κοκκυμηλέαν πολύρριζον, ἄμφω δ᾿ ἐμβιῶναι δεῖν· δυσώλεθρον δὲ τὴν κοκκυμηλέαν. ἐπιπολῆς δὲ σφένδαμνον καὶ [*](¹ τοῦ ὑπάρχοντος conj. Sch. from G; τῇ ὑπαρχούσῃ Ald.) [*](² οὐδ᾿: ? οὐκ W. 3 Plin. 16. 127.) [*](4 ἐμβιώσῃ : cf. 3. 6. 5; C.P. 1. 2. 1.)

196
ὀλίγας· τὴν δὲ μελίαν πλείους καὶ εἶναι πυκνόρριζον καὶ βαθύρριζον. ἐπιπολῆς δὲ καὶ ἄρκευθον καὶ κέδρον· καὶ κλήθρας λεπτὰς καὶ ὁμαλεῖς· ἔτι δ᾿ ὀξύην· καὶ γὰρ τοῦτ᾿ ἐπιπολαιόρριζον καὶ ὀλιγόρριζον. τὴν δὲ οὔαν ἐπιπολαίους μὲν ἰσχυρὰς δὲ καὶ παχείας καὶ δυσωλέθρους πλήθει δὲ μετρίας. βαθύρριζα μὲν οὖν καὶ οὐ βαθύρριζα τὰ τοιαῦτ᾿ ἐστίν.

VII. Ἀποκοπέντος δὲ τοῦ στελέχους τὰ μὲν ἄλλα πάνθ᾿ ὡς εἰπεῖν παραβλαστάνει, πλὴν ἐὰν αἱ ῥίζαι πρότερον τύχωσι πεπονηκυῖαι· πεύκη δὲ καὶ ἐλάτη τελέως ἐκ ῥιζῶν αὐτοετεῖς αὐαίνονται καὶ ἐὰν τὸ ἄκρον ἐπικοπῇ. συμβαίνει δὲ ἴδιόν τι περὶ τὴν ἐλάτην· ὅταν γὰρ κοπῇ ἢ κολουσθῇ ὑπὸ πνεύματος ἢ καὶ ἄλλου τινὸς περὶ τὸ λεῖον τοῦ στελέχους ἔχει γὰρ μέχρι τινὸς λεῖον καὶ ἄοζον καὶ ὁμαλὸν ἱκανὸν ἴστῳ πλοίου — περιφύεται μικρόν, ὑποδεέστερον εἰς ὕψος, καὶ καλοῦσιν οἱ μὲν ἄμφαυξιν οἱ δὲ ἀμφίφυαν, τῷ μὲν χρώματι μέλαν τῇ δὲ σκληρότητι ὑπερβάλλον, ἐξ οὗ τοὺς κρατῆρας ποιοῦσιν οἱ περὶ Ἀρκαδίαν· τὸ δὲ πάχος οἷον ἂν τύχῃ τὸ δένδρον, ὅσῳπερ ἂν ἰσχυρότερον καὶ ἐγχυλότερον ἢ παχύτερον.

συμβαίνει δὲ κἀκεῖνο ἴδιον ἐν ταὐτῷ τούτῳ περὶ [*](¹ σφ. καὶ ὀλίγας conj. W.; σᾳ. κατ᾿ ὀλίγον UMVAld.) [*](2 i.e. not very fibrous.) [*](³ cf. Hdt. 6. 37, and the proverb πίτυος τρόπον ἐκτρίβεσθα.) [*](4 ὅμαλον conj. Scal.; ὅμοιον Ald.) [*](5 ἱκανὸν ἵστῳ πλοίου conj, W,; ἢ καὶ ἡλίκον πλεῖον Ald.; sc UH, but with πλοῖον.)

198
τὴν ἐλάτην· ὅταν μὲν γάρ τις τοὺς ὄζους ἄπαντας ἀφελὼν ἀποκόψῃ τὸ ἄκρον, ἀποθνήσκει ταχέως· ὅταν δὲ τὰ κατωτέρω τὰ κατὰ τὸ λεῖον ἀφέλῃ, ζῇ τὸ κατάλοιπον, περὶ ὃ δὴ καὶ ἡ ἄμφαυξις φύεται. ζῇ δὲ δῆλον ὅτι τῷ ἔγχυλον εἶναι καὶ χλωρόν, εἴπερ ἀπαράβλαστον. ἀλλὰ γὰρ τοῦτο μὲν ἴδιον τῆς ἐλάτης.

Φέρει δὲ τὰ μὲν ἄλλα τόν τε καρπὸν τὸν ἑαυτῶν καὶ τὰ κατ᾿ ἐνιαυτὸν ἐπιγινόμενα ταῦτα, φύλλον ἄνθος βλαστόν· τὰ δὲ καὶ βρύον ἢ ἕλικα· τὰ δὲ πλείω, καθάπερ ἥ τε πτελέα τόν τε βότρυν καὶ τὸ θυλακῶδες τοῦτο, καὶ συκῆ καὶ τὰ ἐρινὰ τὰ προαποπίπτοντα καὶ εἴ τινες ἄρα τῶν συκῶν ὀλυνθοφοροῦσιν· ἴσως δὲ τρόπον τινὰ καρπὸς οὗτος. ἀλλ᾿ ἡ Ἡρακλεωτικὴ καρύα τὸν ἴουλον καὶ ἡ πρῖνος τὸν φοινικοῦν κόκκον ἡ δὲ δάφνη τὸ βότρυον. φέρει μὲν καὶ ἡ καρποφόρος, εἰ μὴ καὶ πᾶσα ἀλλά τοι γένος τι αὐτῆς, οὐ μὴν ἀλλὰ πλέον ἡ ἄκαρπος, ἣν δὴ καὶ ἄρρενά τινες καλοῦσιν. ἀλλ᾿ ἡ πεύκη τὸν προαποπίπτοντα κύτταρον.