Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Πᾶσι μὲν οὖν τοῖς δένδροις αἱ βλαστήσεις φανεραί, μάλιστα δὲ τῇ ἐλάτῃ καὶ τῇ πεύκῃ διὰ τὸ στοιχεῖν τὰ γόνατα καὶ ἐξ ἴσου τοὺς ὄζους ἔχειν. ὥρα δὲ καὶ πρὸς τὸ τέμνεσθαι τὰ ξύλα τότε διὰ τὸ λοπᾶν· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς οὐκ εὐπεριαίρετος ὁ φλοιός, ἀλλὰ καὶ περιαιρεθέντος μέλαν τὸ ξύλον γίνεται καὶ τῇ ὄψει χεῖρον· ἐπεὶ καὶ πρός γε τὴν χρείαν οὐδέν, ἀλλὰ καὶ [*](1 About June.) [*](2 cf. 3.7. 4: 3. 8. 6; Plin. 16. 27.) [*](³ ἔγχλωρος conj. Coraes; εὔχλωρος Ald.) [*](⁴ διαλείποντα conj. St.; διαλείπουσαι Ald. H.)

188
ἰσχυρότερον, ἐὰν μετὰ τὴν πέπανσιν τῶν καρπῶν τμηθῇ.

Ταῦτα μὲν οὖν ἴδια τῶν προειρημένων δένδρων. αἱ δὲ βλαστήσεις αἱ ἐπὶ Κυνὶ καὶ Ἀρκτούρῳ γινόμεναι μετὰ τὴν ἐαρινὴν σχεδὸν κοιναὶ πάντων· ἔνδηλοι δὲ μᾶλλον ἐν τοῖς ἡμέροις καὶ τούτων μάλιστα συκῇ καὶ ἀμπέλῳ καὶ ῥοιᾷ καὶ ὅλως ὅσα εὐτραφῆ καὶ ὅπου χώρα τοιαύτη· δι᾿ ὃ καὶ τὴν ἐπ᾿ Ἀρκτούρῳ πλείστην φασὶ γίνεσθαι περὶ Θετταλίαν καὶ Μακεδονίαν· ἅμα γὰρ συμβαίνει καὶ τὸ μετόπωρον καλὸν γίνεσθαι καὶ μακρόν, ὥστ καὶ τὴν μαλακότητα συμβάλλεσθαι τοῦ ἀέρος. ἐπεὶ καὶ ἐν Αἰγύπτῳ διὰ τοῦθ᾿ ὡς εἰπεῖν αἰεὶ βλαστάνει τὰ δένδρα, ἢ καὶ μικρόν τινα διαλείπει χρόνον.

Ἀλλὰ τὰ μὲν περὶ τὰς ἐπιβλαστήσεις, ὥσπερ εἴρηται, κοινά, τὰ δὲ περὶ τὰς διαλείψεις ἀπὸ τῆς πρώτης ἴδια τῶν λεχθέντων. ἴδιον δ᾿ ἐνίοις ὑπάρχει καὶ τὸ τῆς καλουμένης κάχρυος, οἶον τοῖς τε προειρημένοις· ἔχει γὰρ καὶ ἐλάτη καὶ πεύκη καὶ δρῦς, καὶ ἔτι φίλυρα καὶ καρύα καὶ διοσβάλανος καὶ πίτυς. αὗται δὲ γίνονται δρυὶ μὲν πρὸ τῆς βλαστήσεως ὑποφαινούσης τῆς ἠρινῆς ὥρας. ἔστι δ᾿ ὡσπερεὶ κύησις φυλλικὴ μεταξὺ πίπτουσα τῆς ἐξ ἀρχῆς ἐποιδήσεως καὶ τῆς φυλλικῆς βλαστήσεως· τῇ δ᾿ ὄῃ ἐστὶ τοῦ [*](¹ δένδρων conj. R. Const.; καρπῶν Ald.H.) [*](2 cf. C. P.1.10. 6; 1.12. 4; 1.13. 3; 1.13. 5; 1.13.10; Plin. 16. 98. cf. C. P. 1. 14. 11. 4 cf. 5.1. 4; Plin.16. 30.)

190
μετοπώρου μετὰ τὴν φυλλοβολίαν εὐθὺς λιπαρά τις καὶ ὥσπερ ἐπωδηκυῖα, καθαπερανεὶ μέλλουσα βλαστάνειν, καὶ διαμένει τὸν χειμῶνα μέχρι τοῦ ἦρος. ἡ δὲ Ἡρακλεωτικὴ μετὰ τὴν ἀποβολὴν τοῦ καρποῦ φύει τὸ βοτρυῶδες ἡλίκον σκώληξ εὐμεγέθης, ἐξ ἑνὸς μίσχου πλείω δή, ἃ καλοῦσί τινες ἰούλους.

τούτων ἕκαστον ἐκ μικρῶν σύγκειται μορίων φολιδωτῶν τῇ τάξει, καθάπερ οἱ στρόβιλοι τῆς πεύκης, ὥστε μὴ ἀνομοίαν εἶναι τὴν ὄψιν στροβίλῳ νέῳ καὶ χλωρῷ πλὴν προμηκέστερον καὶ σχεδὸν ἰσόπαχες διόλου. τοῦτο δὲ αὔξεται τὸν χειμῶνα· (καὶ ἅμα τῷ ἦρι χάσκει τὰ φολιδωτὰ καὶ ξανθὰ γίνεται), καὶ τὸ μῆκος λαμβάνει καὶ τριδάκτυλον· ὅταν δὲ τοῦ ἦρος τὸ φύλλον βλαστάνῃ, ταῦτ᾿ ἀποπίπτει καὶ τὰ τοῦ καρύου καλυκώδη περικάρπια γίνεται συμμεμυκότα κατὰ τοῦ μίσχου, τοσαῦτα ὅσα καὶ ἦν τὰ ἄνθη· τούτων δ᾿ ἐν ἑκάστῳ κάρυον ἕν. περὶ δὲ τῆς φιλύρας ἐπισκεπτέον, καὶ εἴ τι ἄλλο καχρυοφόρον.

VI. Ἔστι δὲ καὶ τὰ μὲν εὐαυξῆ τὰ δὲ δυσαυξῆ. εὐαυξῆ μὲν τά τε πάρυδρα, οἶον πτελέα πλάτανος λεύκη αἴγειρος ἰτέα· καί τοι περὶ ταύτης ἀμφισβητοῦσί τινες ὡς δυσαυξοῦς· καὶ τῶν καρποφόρων δὲ ἐλάτη πεύκη δρῦς. εὐαυξέστατον δὲ --- μίλος [*](¹ εὔθὺς λιπαρὰ conj. Sch.; τις add. W.; εὐθὺς αἱ παρὰ τῆς U.) [*](2 φύει conj. W.; φύεται Ald. i.e. catkins. cf. 3. 3. 8.) [*](4 πλείω δὴ conj. Sch.; πιώδη UMVAld.; πλείονα U ?.) [*](5 cf. 3. 10. 4.) [*](6 συμμεμυκότα κατὰ τοῦ μ.: G evidently had a different text; ? συμπεφυκότα W.)

192
καὶ λάκαρα φηγὸς ἄρκευθος σφένδαμνος ὀστρυα ζυγία μελία κλήθρα πίτυς ἀνδράχλη κρανεία πύξος ἀχράς. καρποφορεῖ δ᾿ εὐθὺς ἐλάτη πεύκη πίτυς, κἂν ὁπηλικονοῦν μέγεθος λάβωσιν.

Ἡ δὲ αὔξησις καὶ ἡ βλάστησις τῶν μὲν ἄλλων ἄτακτος κατὰ τοὺς τόπους τῶν βλαστῶν, τῆς δ᾿ ἐλάτης ὡρισμένη καὶ συνεχὴς καὶ ὕστερον. ὅταν γὰρ ἐκ τοῦ στελέχους τὰ πρῶτα σχισθῇ, πάλιν ἐξ ἐκείνου ἡ ἑτέρα σχίσις γίνεται κατὰ τὸν αὐτὸν τρόπον, καὶ τοῦτ᾿ ἀεὶ ποιεῖ κατὰ πάσας τὰς ἐπιβλαστήσεις. ἐν δὲ τοῖς ἄλλοις οὐδ᾿ οἱ ὄζοι κατ᾿ ἀλλήλους πλὴν ἐπί τινων ὀλίγων, οἷον κοτίνου καὶ ἄλλων· ἔχει δὲ καὶ τῇδε διαφορὰν ἡ αὔξησις κοινῇ πάντων ὁμοίως ἡμέρων τε καὶ ἀγρίων· τὰ μὲν γὰρ καὶ ἐκ τοῦ ἄκρου τῶν βλαστῶν καὶ ἐκ τῶν πλαγίων φύεται, καθάπερ ἄπιος ῥόα συκῆ μύρρινος σχεδὸν τὰ πλεῖστα· τὰ δ᾿ ἐκ τοῦ ἄκρου μὲν οὐκ ἀνίησιν ἐκ δὲ τῶν πλαγίων, καὶ αὐτὸ προωθεῖται τὸ ὑπάρχον, ὥσπερ καὶ τὸ ὅλον στέλεχος καὶ οἱ ἀκρεμόνες· συμβαίνει δὲ τοῦτο ἐπὶ τῆς Περσικῆς καρύας καὶ τῆς Ἡρακλεωτικῆς καὶ ἄλλων.

ἁπάντων δὲ τῶν τοιούτων εἰς ἓν φύλλον ἀποτελευτῶσιν οἱ βλαστοί, δι᾿ ὃ καὶ εὐλόγως οὐκ ἐπιβλαστάνει καὶ αὐξάνεται μὴ ἔχοντα ἀρχήν. (ὁμοία δὲ τρόπον τινὰ ἡ αὔξησις καὶ τοῦ σίτου· [*](¹ κατὰ . . . βλαστῶν conj. W.; κατὰ τοὺς τρόπουs (corrected to τόπους) καὶ βλαστούς U: MVP insert τοὺς before βλαστούς.) [*](2 ἐκείνου . . . κατὰ conj. W.; ἐκείνου ἡ ἑτέρα σχίζεται τὰ ἴσε καὶ UAld.) [*](3 ἄλλων: ? ἐλέας W,; Ι suggest ἄλλων ἐλαῶν.)

194
καὶ γὰρ οὗτος ἀεὶ τῇ προώσει τοῦ ὑπάρχοντος αὐξάνεται, κἂν κολοβωθῇ τὰ φύλλα, καθάπερ ἐν τοῖς ἐπιβοσκομένοις· πλὴν οὗτός γε οὐκ ἐκ τοῦ πλαγίου παραφύει, καθάπερ ἔνια τῶν χεδρόπων.) αὕτη μὲν οὖν διαφορά τις ἂν εἴη βλαστήσεως ἅμα καὶ αὐξήσεως.

Βαθύρριζα δὲ οὔ φασί τινες εἶναι τὰ ἄγρια διὰ τὸ φύεσθαι πάντα ἀπὸ σπέρματος, οὐκ ἄγαν ὀρθῶς λέγοντες. ἐνδέχεται γὰρ ὅταν ἐμβιώσῃ πόρρω καθιέναι τὰς ῥίζας· ἐπεὶ καὶ τῶν λαχάνων τὰ πολλὰ τοῦτο ποιεῖ, καίπερ ἀσθενέστερα ὄντα καὶ ἐναργῶς φυόμενα ἐν τῇ γῇ. βαθυρριζότατον δ᾿ οὖν δοκεῖ τῶν ἀγρίων εἶναι ἡ πρῖνος· ἐλάτη δὲ καὶ πεύκη μετρίως, ἐπιπολαιότατον δὲ θραύπαλος καὶ κοκκυμηλέα καὶ σποδιάς· αὕτη δ᾿ ἐστὶν ὥσπερ ἀγρία κοκκυμηλέα. ταῦτα μὲν οὖν καὶ ὀλιγόρριζα· ὁ δὲ θραύπαλος πολύρριζον. συμβαίνει δὲ τοῖς ἄλλοις τοῖς μὴ κατὰ βάθους ἔχουσι. καὶ οὐχ ἥκιστα ἐλάτῃ καὶ πεύκῃ, προρρίζοις ὑπὸ τῶν πνευμάτων ἐκπίπτειν.