Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

4 τέρμινθος δὲ περὶ πυροῦ ἀμητὸν ἢ μικρῷ [*](¹ See below, n. 4.) [*](² τὰ ἀκ. δοκ. καὶ ἀλσ. conj. W.; τὰ ἀκ. καὶ δοκ. καὶ ἀλσ. U MP; τὰ ἀκ. τὰ δοκ. ἀλσ. Ald.) [*](3 ὥσπερ apologises for the unusual sense given to ἐνιστ.)

182
ὀψιαίτερον ἀποδίδωσι καὶ μελία καὶ σφένδαμνος τοῦ θέρους τὸν καρπόν· κλήθρα δὲ καὶ καρύα καὶ ἀχράδων τι γένος μετοπώρου· δρῦς δὲ καὶ διοσβάλανος ὀψιαίτερον ἔτι περὶ Πλειάδος δύσιν, ὡσαύτως δὲ καὶ φιλύκη καὶ πρῖνος καὶ παλίουρος καὶ ὀξυάκανθος μετὰ Πλειάδος δύσιν· ἡ δ᾿ ἀρία χειμῶνος ἀρχομένου· καὶ ἡ μηλέα μὲν τοῖς πρώτοις ψύχεσιν, ἀχρὰς δὲ ὀψία χειμῶνος· ἀνδράχλη δὲ καὶ ἀφάρκη τὸ μὲν πρῶτον πεπαίνουσιν ἅμα τῷ βότρυϊ περκάζοντι, τὸ δὲ ὕστερον, δοκεῖ γὰρ ταῦτα δίκαρπα, ἀρχομένου τοῦ χειμῶνος, ἐλάτη δὲ καὶ μίλος ἀνθοῦσι μικρὸν πρὸ ἡλίου τροπῶν· καὶ τῆς γε ἐλάτης τὸ ἄνθος κρόκινον καὶ ἄλλως καλόν· τὸν δὲ καρπὸν ἀφιᾶσι μετὰ δύσιν Πλειάδος.

πεύκη δὲ καὶ πίτυς προτεροῦσι τῇ βλαστήσει μικρόν, ὅσον πεντεκαίδεκα ἡμέραις, τοὺς δὲ καρποὺς ἀποδιδόασι μετὰ Πλειάδα κατὰ λόγον.

Ταῦτα μὲν οὖν μετριωτέραν μὲν ἔχει παραλλαγήν· πάντων δὲ πλείστην ἡ ἄρκευθος καὶ ἡ κήλαστρος καὶ ἡ πρῖνος· ἡ μὲν γὰρ ἄρκευθος ἐνιαύσιον ἔχειν δοκεῖ· περικαταλαμβάνει γὰρ ὁ νέος τὸν περυσινόν. ὡς δέ τινές φασιν, οὐδὲ πεπαίνει, δι᾿ ὃ καὶ προαφαιροῦσι καὶ χρόνον τινὰ τηροῦσιν· ἐὰν δὲ ἐᾷ ἐπὶ τοῦ δένδρου τις, ἀποξηραίνεται.

φασὶ δὲ καὶ τὴν πρῖνον οἱ περὶ Ἀρκαδίαν ἐνιαυτῷ τελειοῦν· ἅμα γὰρ τὸν ἔνον πεπαίνει καὶ τὸν νέον ὑποφαίνει· ὥστε τοῖς τοιούτοις συμβαίνει συνεχῶς τὸν καρπὸν ἔχειν. φασὶ δέ γε καὶ τὴν κήλαστρον ὑπὸ τοῦ [*](¹ ἀποδ. καὶ μελία U; ἀποδίδωσι· μελία Ald. Some confusion in text, but sense clear.) [*](2 ὀψία: ? ἡ ὀψία W.)

184
χειμῶνος ἀποβάλλειν. ὀψίκαρπα δὲ σφόδρα καὶ φίλυρα καὶ πύξος. τὸν δὲ καρπὸν ἄβρωτον ἔχει παντὶ ζώῳ φίλυρα θηλυκρανεία πύξος. ὀψίκαρπα δὲ καὶ κιττὸς καὶ ἄρκευθος καὶ πεύκη καὶ ἀνδράχλη. ὡς δὲ οἱ περὶ Ἀρκαδίαν φασίν, ἔτι τούτων ὀψικαρπότερα σχεδὸν δὲ πάντων ὀψιαίτερα τετραγωνία θύεια μίλος. αἱ μὲν οὖν τῶν καρπῶν ἀποβολαὶ καὶ πεπάνσεις τῶν ἀγρίων τοιαύτας ἔχουσι διαφορὰς οὐ μόνον πρὸς τὰ ἥμερα ἀλλὰ καὶ πρὸς ἑαυτά.

V. Συμβαίνει δ᾿ ὅταν ἄρξωνται βλαστάνειν τὰ μὲν ἄλλα συνεχῆ τήν τε βλάστησιν καὶ τὴν αὔξησιν ποιεῖσθαι, πεύκην δὲ καὶ ἐλάτην καὶ δρῦν διαλείπειν, καὶ τρεῖς ὁρμὰς εἶναι καὶ τρεῖς ἀφιέναι βλαστούς, δι᾿ ὃ καὶ τρίσλοποι· πᾶν γὰρ δὴ δένδρον ὅταν βλαστάνῃ λοπᾷ· πρῶτον μὲν ἄκρου ἔαρος εὐθὺς ἱσταμένου τοῦ Θαργηλιῶνος, ἐν δὲ τῆ Ἴδῃ περὶ πεντεκαίδεκα μάλιστα ἡμέρας· μετὰ δὲ ταῦτα διαλιπόντα περὶ τριάκοντα ἢ μικρῷ πλείους ἐπιβάλλεται πάλιν ἄλλους βλαστοὺς ἀπ᾿ ἄκρας τῆς κορυνήσεως τῆς ἐπὶ τῷ προτέρῳ βλαστῷ· καὶ τὰ μὲν ἄνω τὰ δ᾿ εἰς τὰ πλάγια κύκλῳ ποιεῖται τὴν βλάστησιν, οἷον γόνυ [*](¹ φίλυρα Ald; φιλυρέα conj. Sch.) [*](² τὸν δὲ . . . . ἀνδράχλη Apparently a gloss, W.) [*](³ τετραγωνία conj. Sch. (τετρα- omitted after -τερα) : cf. § 2; γωνία MV; γωνίεια U.) [*](⁴ τῶν ἀγρίων after πεπάνσειs conj. Sch.; after ἥμερα Ald.) [*](5 Plin. 16. 100.)

186
ποιησάμενα τὴν τοῦ πρώτου βλαστοῦ κορύνην, ὥσπερ καὶ ἡ πρώτη βλάστησις ἔχει. γίνεται δὲ τοῦτο περὶ τὸν Σκιρροφοριῶνα λήγοντα.

Κατὰ δὲ ταύτην τὴν βλάστησιν καὶ ἡ κηκὶς φύεται πᾶσα, καὶ ἡ λευκὴ καὶ ἡ μέλαινα· φύεται δὲ ὡς ἐπὶ τὸ πολὺ νυκτὸς ἀθρόος· ἐφ᾿ ἡμέραν δὲ μίαν αὐξηθεῖσα, πλὴν τὴς πιττοειδοῦς, ἐὰν ὑπὸ τοῦ καύματος ληφθῇ ξηραίνεται, καὶ ἀναυξὴς ἐπὶ τὸ μεῖζον, ἐγίνετο γὰρ ἂν μείζων τῷ μεγέθει. διόπερ τινὲς αὐτῶν οὐ μεῖζον ἔχουσι κυάμου τὸ μέγεθος. ἡ δὲ μέλαινα καὶ ἐπὶ πλείους ἡμέρας ἔγχλωρός ἐστι, καὶ αὐξάνονται καὶ λαμβάνουσιν ἔνιαι μέγεθος μήλου.

Διαλείποντα δὲ μετὰ τοῦτο περὶ πεντεκαίδεκα ἡμέρας πάλιν τὸ τρίτον ἐπιβάλλεται βλαστοὺς Ἑκατομβαιῶνος, ἐλαχίστας ἡμέρας τῶν πρότερον· ἴσως γὰρ ἓξ ἢ ἑπτὰ τὸ πλεῖστον· ἡ δὲ βλάστησις ὀμοία καὶ τὸν αὐτὸν τρόπον. παρελθουσῶν δὲ τούτων οὐκέτι εἰς μῆκος ἀλλ᾿ εἰς πάχος ἡ αὔξησις τρέπεται.

Πᾶσι μὲν οὖν τοῖς δένδροις αἱ βλαστήσεις φανεραί, μάλιστα δὲ τῇ ἐλάτῃ καὶ τῇ πεύκῃ διὰ τὸ στοιχεῖν τὰ γόνατα καὶ ἐξ ἴσου τοὺς ὄζους ἔχειν. ὥρα δὲ καὶ πρὸς τὸ τέμνεσθαι τὰ ξύλα τότε διὰ τὸ λοπᾶν· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς οὐκ εὐπεριαίρετος ὁ φλοιός, ἀλλὰ καὶ περιαιρεθέντος μέλαν τὸ ξύλον γίνεται καὶ τῇ ὄψει χεῖρον· ἐπεὶ καὶ πρός γε τὴν χρείαν οὐδέν, ἀλλὰ καὶ [*](1 About June.) [*](2 cf. 3.7. 4: 3. 8. 6; Plin. 16. 27.) [*](³ ἔγχλωρος conj. Coraes; εὔχλωρος Ald.) [*](⁴ διαλείποντα conj. St.; διαλείπουσαι Ald. H.)

188
ἰσχυρότερον, ἐὰν μετὰ τὴν πέπανσιν τῶν καρπῶν τμηθῇ.

Ταῦτα μὲν οὖν ἴδια τῶν προειρημένων δένδρων. αἱ δὲ βλαστήσεις αἱ ἐπὶ Κυνὶ καὶ Ἀρκτούρῳ γινόμεναι μετὰ τὴν ἐαρινὴν σχεδὸν κοιναὶ πάντων· ἔνδηλοι δὲ μᾶλλον ἐν τοῖς ἡμέροις καὶ τούτων μάλιστα συκῇ καὶ ἀμπέλῳ καὶ ῥοιᾷ καὶ ὅλως ὅσα εὐτραφῆ καὶ ὅπου χώρα τοιαύτη· δι᾿ ὃ καὶ τὴν ἐπ᾿ Ἀρκτούρῳ πλείστην φασὶ γίνεσθαι περὶ Θετταλίαν καὶ Μακεδονίαν· ἅμα γὰρ συμβαίνει καὶ τὸ μετόπωρον καλὸν γίνεσθαι καὶ μακρόν, ὥστ καὶ τὴν μαλακότητα συμβάλλεσθαι τοῦ ἀέρος. ἐπεὶ καὶ ἐν Αἰγύπτῳ διὰ τοῦθ᾿ ὡς εἰπεῖν αἰεὶ βλαστάνει τὰ δένδρα, ἢ καὶ μικρόν τινα διαλείπει χρόνον.

Ἀλλὰ τὰ μὲν περὶ τὰς ἐπιβλαστήσεις, ὥσπερ εἴρηται, κοινά, τὰ δὲ περὶ τὰς διαλείψεις ἀπὸ τῆς πρώτης ἴδια τῶν λεχθέντων. ἴδιον δ᾿ ἐνίοις ὑπάρχει καὶ τὸ τῆς καλουμένης κάχρυος, οἶον τοῖς τε προειρημένοις· ἔχει γὰρ καὶ ἐλάτη καὶ πεύκη καὶ δρῦς, καὶ ἔτι φίλυρα καὶ καρύα καὶ διοσβάλανος καὶ πίτυς. αὗται δὲ γίνονται δρυὶ μὲν πρὸ τῆς βλαστήσεως ὑποφαινούσης τῆς ἠρινῆς ὥρας. ἔστι δ᾿ ὡσπερεὶ κύησις φυλλικὴ μεταξὺ πίπτουσα τῆς ἐξ ἀρχῆς ἐποιδήσεως καὶ τῆς φυλλικῆς βλαστήσεως· τῇ δ᾿ ὄῃ ἐστὶ τοῦ [*](¹ δένδρων conj. R. Const.; καρπῶν Ald.H.) [*](2 cf. C. P.1.10. 6; 1.12. 4; 1.13. 3; 1.13. 5; 1.13.10; Plin. 16. 98. cf. C. P. 1. 14. 11. 4 cf. 5.1. 4; Plin.16. 30.)

190
μετοπώρου μετὰ τὴν φυλλοβολίαν εὐθὺς λιπαρά τις καὶ ὥσπερ ἐπωδηκυῖα, καθαπερανεὶ μέλλουσα βλαστάνειν, καὶ διαμένει τὸν χειμῶνα μέχρι τοῦ ἦρος. ἡ δὲ Ἡρακλεωτικὴ μετὰ τὴν ἀποβολὴν τοῦ καρποῦ φύει τὸ βοτρυῶδες ἡλίκον σκώληξ εὐμεγέθης, ἐξ ἑνὸς μίσχου πλείω δή, ἃ καλοῦσί τινες ἰούλους.

τούτων ἕκαστον ἐκ μικρῶν σύγκειται μορίων φολιδωτῶν τῇ τάξει, καθάπερ οἱ στρόβιλοι τῆς πεύκης, ὥστε μὴ ἀνομοίαν εἶναι τὴν ὄψιν στροβίλῳ νέῳ καὶ χλωρῷ πλὴν προμηκέστερον καὶ σχεδὸν ἰσόπαχες διόλου. τοῦτο δὲ αὔξεται τὸν χειμῶνα· (καὶ ἅμα τῷ ἦρι χάσκει τὰ φολιδωτὰ καὶ ξανθὰ γίνεται), καὶ τὸ μῆκος λαμβάνει καὶ τριδάκτυλον· ὅταν δὲ τοῦ ἦρος τὸ φύλλον βλαστάνῃ, ταῦτ᾿ ἀποπίπτει καὶ τὰ τοῦ καρύου καλυκώδη περικάρπια γίνεται συμμεμυκότα κατὰ τοῦ μίσχου, τοσαῦτα ὅσα καὶ ἦν τὰ ἄνθη· τούτων δ᾿ ἐν ἑκάστῳ κάρυον ἕν. περὶ δὲ τῆς φιλύρας ἐπισκεπτέον, καὶ εἴ τι ἄλλο καχρυοφόρον.

VI. Ἔστι δὲ καὶ τὰ μὲν εὐαυξῆ τὰ δὲ δυσαυξῆ. εὐαυξῆ μὲν τά τε πάρυδρα, οἶον πτελέα πλάτανος λεύκη αἴγειρος ἰτέα· καί τοι περὶ ταύτης ἀμφισβητοῦσί τινες ὡς δυσαυξοῦς· καὶ τῶν καρποφόρων δὲ ἐλάτη πεύκη δρῦς. εὐαυξέστατον δὲ --- μίλος [*](¹ εὔθὺς λιπαρὰ conj. Sch.; τις add. W.; εὐθὺς αἱ παρὰ τῆς U.) [*](2 φύει conj. W.; φύεται Ald. i.e. catkins. cf. 3. 3. 8.) [*](4 πλείω δὴ conj. Sch.; πιώδη UMVAld.; πλείονα U ?.) [*](5 cf. 3. 10. 4.) [*](6 συμμεμυκότα κατὰ τοῦ μ.: G evidently had a different text; ? συμπεφυκότα W.)

192
καὶ λάκαρα φηγὸς ἄρκευθος σφένδαμνος ὀστρυα ζυγία μελία κλήθρα πίτυς ἀνδράχλη κρανεία πύξος ἀχράς. καρποφορεῖ δ᾿ εὐθὺς ἐλάτη πεύκη πίτυς, κἂν ὁπηλικονοῦν μέγεθος λάβωσιν.

Ἡ δὲ αὔξησις καὶ ἡ βλάστησις τῶν μὲν ἄλλων ἄτακτος κατὰ τοὺς τόπους τῶν βλαστῶν, τῆς δ᾿ ἐλάτης ὡρισμένη καὶ συνεχὴς καὶ ὕστερον. ὅταν γὰρ ἐκ τοῦ στελέχους τὰ πρῶτα σχισθῇ, πάλιν ἐξ ἐκείνου ἡ ἑτέρα σχίσις γίνεται κατὰ τὸν αὐτὸν τρόπον, καὶ τοῦτ᾿ ἀεὶ ποιεῖ κατὰ πάσας τὰς ἐπιβλαστήσεις. ἐν δὲ τοῖς ἄλλοις οὐδ᾿ οἱ ὄζοι κατ᾿ ἀλλήλους πλὴν ἐπί τινων ὀλίγων, οἷον κοτίνου καὶ ἄλλων· ἔχει δὲ καὶ τῇδε διαφορὰν ἡ αὔξησις κοινῇ πάντων ὁμοίως ἡμέρων τε καὶ ἀγρίων· τὰ μὲν γὰρ καὶ ἐκ τοῦ ἄκρου τῶν βλαστῶν καὶ ἐκ τῶν πλαγίων φύεται, καθάπερ ἄπιος ῥόα συκῆ μύρρινος σχεδὸν τὰ πλεῖστα· τὰ δ᾿ ἐκ τοῦ ἄκρου μὲν οὐκ ἀνίησιν ἐκ δὲ τῶν πλαγίων, καὶ αὐτὸ προωθεῖται τὸ ὑπάρχον, ὥσπερ καὶ τὸ ὅλον στέλεχος καὶ οἱ ἀκρεμόνες· συμβαίνει δὲ τοῦτο ἐπὶ τῆς Περσικῆς καρύας καὶ τῆς Ἡρακλεωτικῆς καὶ ἄλλων.

ἁπάντων δὲ τῶν τοιούτων εἰς ἓν φύλλον ἀποτελευτῶσιν οἱ βλαστοί, δι᾿ ὃ καὶ εὐλόγως οὐκ ἐπιβλαστάνει καὶ αὐξάνεται μὴ ἔχοντα ἀρχήν. (ὁμοία δὲ τρόπον τινὰ ἡ αὔξησις καὶ τοῦ σίτου· [*](¹ κατὰ . . . βλαστῶν conj. W.; κατὰ τοὺς τρόπουs (corrected to τόπους) καὶ βλαστούς U: MVP insert τοὺς before βλαστούς.) [*](2 ἐκείνου . . . κατὰ conj. W.; ἐκείνου ἡ ἑτέρα σχίζεται τὰ ἴσε καὶ UAld.) [*](3 ἄλλων: ? ἐλέας W,; Ι suggest ἄλλων ἐλαῶν.)

194
καὶ γὰρ οὗτος ἀεὶ τῇ προώσει τοῦ ὑπάρχοντος αὐξάνεται, κἂν κολοβωθῇ τὰ φύλλα, καθάπερ ἐν τοῖς ἐπιβοσκομένοις· πλὴν οὗτός γε οὐκ ἐκ τοῦ πλαγίου παραφύει, καθάπερ ἔνια τῶν χεδρόπων.) αὕτη μὲν οὖν διαφορά τις ἂν εἴη βλαστήσεως ἅμα καὶ αὐξήσεως.