Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἡ δὲ συκῆ θαμνῶδες μὲν καὶ οὐχ ὑψηλόν. πάχος δ᾿ ἔχον ὥστε καὶ πηχυαῖον εἶναι τὴν περίμετρον· τὸ δὲ ξύλον ἐπεστραμμένον γλίσχρον· κάτωθεν μὲν λεῖον καὶ ἄνοζον ἄνωθεν δὲ περίκομον· [*](¹ κολοιτίαν (? κολοιτέαν) U. cf. 1. 11. 2; 3. 17. 2. Which- ever spelling is correct should probably be adopted in all three places. cf. 3. 11. 3.)

268
χρῶμα δὲ καὶ φύλλου καὶ φλοιοῦ πελιόν, τὸ δὲ σχῆμα τῶν φύλλων ὅμοιον τῷ τῆς φιλύρας καὶ μαλακὸν καὶ πλατὺ καὶ τὸ μέγεθος παραπλήσιον· ἄνθος μεσπιλῶδες καὶ ἀνθεῖ ἄμα τῇ μεσπίλῃ. ὁ δὲ καρπός, ὃν καλοῦσι σῦκον, ἐρυθρὸς ἡλίκος ἐλάας πλὴν στρογγυλώτερος, ἐσθιόμενος δὲ μεσπιλώδης· ῥίζας δὲ ἔχει παχείας ὡσὰν συκῆς ἡμέρου καὶ γλίσχρας. ἀσαπὲς δέ ἐστι τὸ δένδρον καὶ καρδίαν ἔχει στερεὰν οὐκ ἐντεριώνην.

Ἡ δὲ ἄμπελος φύεται μὲν τῆς Ἴδης περὶ τὰς Φαλάκρας καλουμένας· ἔστι δὲ θαμνῶδες ῥαβδίοις μικροῖς· τείνονται δὲ οἱ κλῶνες ὡς πυγωνιαῖοι, πρὸς οἶς ῥᾶγές εἰσιν ἐκ πλαγίου μέλαιναι τὸ μέγεθος ἡλίκος κύαμος γλυκεῖαι· ἔχουσι δὲ ἐντὸς γιγαρτῶδές τι μαλακόν· φύλλον στρογγύλον ἀσχιδὲς μικρόν.

XVIII Ἔχει δὲ καὶ τἀλλα σχεδὸν ὅρη φύσεις τινὰς ἰδίας τὰ μὲν δένδρων τὰ δὲ θάμνων τὰ δ᾿ ἄλλων ὑλημάτων. ἀλλὰ γὰρ περὶ μὲν τῆς ἰδιότητος εἴρηται πλεονάκις ὅτι γίνεται καθ᾿ ἑκάστους τόπους. ἡ δὲ ἐν αὐτοῖς τοῖς ὁμογενέσιν διαφορά, καθάπερ ἡ τῶν δένδρων καὶ τῶν θάμνων, ὁμοίως ἐστὶ καὶ τῶν ἄλλων, ὥσπερ εἴρηται, τῶν πλείστων, ὥσπερ καὶ ῥάμνου καὶ παλιούρου καὶ οἴσου καὶ οἴτου καὶ ῥοῦ καὶ κιττοῦ καὶ βάτου καὶ ἑτέρων πολλῶν.

[*](¹ Lit. grape-stone.)[*](² 1 omit ἡ before διαφορά with Sch.)
270

Ῥάμνος τε γάρ ἐστιν ἡ μὲν μέλαινα ἡ δὲ λευκή, καὶ ὁ καρπὸς διάφορος, ἀκανθοφόροι δὲ ἄμφω. Τοῦ τε οἴσου τὸ μὲν λευκὸν τὸ δὲ μέλαν· καὶ τὸ ἄνθος ἑκατέρου καὶ ὁ καρπὸς κατὰ λόγον ὁ μὲν λευκὸς ὁ δὲ μέλας· ἔνιοι δὲ καὶ ὥσπερ ἀνὰ μέσον, ὦν καὶ τὸ ἄνθος ἐπιπορφυρίζει καὶ οὔτε οἰνωπὸν οὔτε ἔκλευκόν ἐστιν ὥσπερ τῶν ἑτέρων. ἔχει δὲ καὶ τὰ φύλλα λεπτότερα καὶ λειότερα καὶ τὰς ῥάβδους τὸ λευκόν.

“0 τε παλίουρος ἔχει διαφορὰς --- ἅπόντα δὲ ταῦτα καρποφόρα. καὶ ὅ γε παλίουρος ἐν λοβῷ τινι τὸν καρπὸν ἔχει καθαπερεὶ φύλλῳ, ἐν ᾦ τρία ἢ τέτταρα γίνεται. χρῶνται δ᾿ αὐτῷ πρὸς τὰς βῆχας οἱ ἰατροὶ κοπτοντες· ἔχει γάρ τινα γλισχρότητα καὶ λίπος, ὥσπερ τὸ τοῦ λίνου σπέρμα. φύεται δὲ καὶ ἐπὶ τοῖς ἐφύδροις καὶ ἐν τοῖς ξηροῖς, ὥσπερ ὁ βάτος. οὐχ ἦττον δέ ἐστι τὸ δένδρον πάρδρον. φυλλοβόλον δὲ καὶ οὐχ ὥσπερ ἡ ῥάμνος ἀείφυλλον.