Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Ἡ δὲ κόμαρος, ἡ τὸ μεμαίκυλον φέρουσα τὸ ἐδώδιμον, ἐστὶ μὲν οὐκ ἄγαν μέγα, τὸν δὲ φλοιὸν ἔχει λεπτὸν μὲν παρόμοιον μυρίκῃ, τὸ δὲ φύλλον μεταξὺ πρίνου καὶ δάφνης. ἀνθεῖ δὲ τοῦ Πυανεψιῶνος· τὰ δὲ ἄνθη πέφυκεν ἀπὸ μιᾶς κρεμάστρας ἐπ᾿ ἄκρων βοτρυδόν· τὴν δὲ μορφὴν ἕκαστόν ἐστιν ὅμοιον μύρτῳ προμήκει καὶ τῷ μεγέθει δὲ σχεδὸν τηλικοῦτον· ἄφυλλον δὲ καὶ κοῖλον ὥσπερ ὠὸν ἐκκεκολαμμένον τὸ στόμα δὲ ἀνεῳγμένον· ὅταν δ᾿ ἀπανθήσῃ, καὶ ἡ πρόσφυσις τετρύπηται, τὸ δ᾿ ἀπανθῆσαν λεπτὸν καὶ ὥσπερ σφόνδυλος περὶ ἄτρακτον ἢ κάρνειος Δωρικός· ὁ δὲ καρπὸς ἐνιαυτῷ πεπαίνεται, ὥσθ᾿ ἅμα συμβαίνει τοῦτόν τ᾿ ἔχειν καὶ τὸν ἕτερον ἀνθεῖν.
Παρόμοιον δὲ τὸ φύλλον καὶ ἡ ἀνδράχλη ἔχει τῷ κομάρῳ, μέγεθος οὐκ ἄγαν μέγα· τὸν δὲ φλοιὸν λεῖον ἔχει καὶ περιρρηγνύμενον· καρπὸν δ᾿ ἔχει ὅμοιον τῇ κομάρῳ.
Ὅμοιον δ᾿ ἐστὶ τούτοις τὸ φύλλον καὶ τὸ τῆς κοκκυγέας· τὸ δὲ δένδρον μικρόν. ἴδιον δὲ ἔχει τὸ ἐκπαπποῦσθαι τὸν καρπόν· τοῦτο γὰρ οὐδ᾿ ἐφ' ἑνὸς ἀκηκόαμεν ἄλλου δένδρου. ταῦτα μὲν οὖν κοινότερα πλείοσι χώραις καὶ τόποις.
[*](¹ Plin. 15. 98 and 99; Diosc. 1. 122. 2 October.)[*](³ ἐκκεκολαμμένον MV, cf. Arist. H. 4. 6. 3 ; ἐγκεκολαμμένον UAld. 4 cf. 1. 13. 3.)[*](5 κάρνειος, an unknown word, probably corrupt; κίονος Δωρικοῦ conj. Sch., ‘drum of a Doric column.’ cf. Athen. 5. 39.)XVII. Ἔνια δὲ ἰδιώτερα, καθάπερ καὶ ὁ φελλός· γίνεται μὲν ἐν Τυρρηνίᾳ, τὸ δὲ δένδρον ἐστὶ στελεχῶδες μὲν καὶ ὀλιγόκλαδον, εὕμηκες δ᾿ ἐπιεικῶς καὶ εὐαυξές· ξύλον ἰσχυρόν· τὸν δὲ φλοιὸν παχὺν σφόδρα καὶ καταρρηγνύμενον, ὥσπερ ὁ τῆς πίτυος, πλὴν κατὰ μείζω. τὸ δὲ φύλλον ὅμοιον ταῖς μελίαις παχὺ προμηκέστερον· οὐκ ἀείφυλλον ἀλλὰ φυλλοβολοῦν. καρπὸν δὲ αἰεὶ φέρει βαλανηρὸν ὅμοιον τῇ ἀρίᾳ. περιαιροῦσι δὲ τὸν φλοιὸν καί φασι δεῖν πάντα ἀφαιρεῖν, εἰ δὲ μὴ χεῖρον γίνεται τὸ δένδρον· ἐξαναπληροῦται δὲ πάλιν σχεδὸν ἐν τρισὶν ἔτεσιν.
Ἴδιον δὲ καὶ ἡ κολουτέα περὶ Λιπάραν· δένδρον μὲν εὐμέγεθες, τὸν δὲ καρπὸν φέρει ἐν λοβοῖς ἡλίκον φακόν, ὅς πιαίνει τὰ πρόβατα θαυμαστῶς. φύεται δὲ ἀπὸ σπέρματος καὶ ἐκ τῆς τῶν προβάτων κόπρου κάλλιστα. ὥρα δὲ τῆς φυτείας ἅμα Ἀρκτούρῳ δυομένῳ· δεῖ δὲ φυτεύειν προβρέχοντας ὅταν ἤδη διαφύηται ἐν τῷ ὕδατι. φύλλον δ᾿ ἔχει παρόμοιον τήλει. βλαστάνει δὲ τὸ πρῶτον μονοφυὲς ἐπὶ ἔτη μάλιστα τρία ἐν οἶς καὶ τὰς βακτηρίας τέμνουσι· δοκοῦσι γὰρ εἶναι καλαί· καὶ ἐάν τις κολούσῃ ἀποθνήσκει· καὶ γὰρ ἀπαράβλαστόν ἐστιν· εἶτα σχίζεται καὶ ἀποδενδροῦται τῷ τετάρτῳ ἔτει.
[*](1 Plin. 16. 34.)[*](2 Τυρρηνίᾳ conj. R. Const ; πυρρηνίαι UM V; πυρρηνίᾳ Ald.)[*](³ αἰεὶ must be corrupt : probably repeated from ἀείφυλλον.)[*](4 βαλανηρὸν conj. Sch.; Bαλανἡφορον UMVAld.)[*](5 ἀρίᾳ coj. B. Coast. from G; ἀγρίᾳ Ρ2MVAld.; ἀγρίαι U.)Ἡ δὲ περὶ τὴν Ἴδην, ἣν καλοῦσι κολοιτίαν. ἕτερον εἶδός ἐστιν, θαμνοειδὲς δὲ καὶ ὀζῶδες καὶ πολυμάσχαλον, σπάνιον δέ, οὐ πολύ· ἔχει δὲ φύλλον δαφνοειδὲς πλατυφύλλου δάφνης, πλὴν στρογγυλώτερον καὶ μεῖζον ὥσθ᾿ ὅμοιον φαίνεσθσι τῷ τῆς πτελέας, προμηκέστερον δέ, τὴν χρόαν ἐπὶ θάτερα χλοερὸν ὄπισθεν δὲ ἐπιλευκαῖνον, καὶ πολύίνον ἐκ τῶν ὄπισθεν ταῖς λεπταῖς ἰσὶ ἔκ τε τῆς ῥάχεως καὶ μεταξὺ τῶν πλευροειδῶν ἀπὸ τῆς μέσης κατατεινουσῶν· φλοιὸν δ᾿ οὐ λεῖον ἀλλ᾿ οἶον τὸν τῆς ἀμπέλου· τὸ δὲ ξύλον σκληρὸν καὶ πυκνόν· ῥίζας δὲ ἐπιπολαίους καὶ λεπτὰς καὶ μανὰς οὐλὰς δ᾿ ἐνίοτε, καὶ ξανθὰς σφόδρα. καρπὸν δὲ οὐκ ἔχειν φασὶν οὐδὲ ἄνθος· τὴν δὲ κορυνώδη κάχρυν καὶ τοὺς ὀφθαλμοὺς τοὺς παρὰ τὰ φύλλα λείους σφόδρα καὶ λιπαροὺς καὶ λευκοὺς τῷ σχήματι δὲ καχρυώδεις· ἀποκοπὲν δὲ καὶ ἐπικαυθὲν παραφύεται καὶ ἀναβλαστάνει.