Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
XIV. Ἔστι δὲ τῆς πτελέας δύο γένη, καὶ τὸ μὲν ὀρειπτελέα καλεῖται τὸ δὲ πτελέα· διαφέρει δὲ τῷ θαμνωδέστερον εἶναι τὴν πτελέαν εὐαυξέστερον δὲ τὴν ὀρειπτελέαν. φύλλον δὲ ἀσχιδὲς περικεχαραγμένον ἡσυχῆ, προμηκέστερον δὲ τοῦ τῆς ἀπίου, [*](¹ καταπεπαινόμενος conj. W. ; καὶ πεπ. VAld.) [*](2 καὶ . . . βάπτονται Ι conj., following Scal., W., etc., but. keeping closer to U : certain restoration perhaps impossible; καὶ τὰς χεῖρας τελείους ἀναβλάστει δὲ καὶ τὰς κεφαλάς U; χεῖρας δὲ τελείυους· ἀναβλασεῖ MV ; om. G.) [*](³ PIin. 16. 174 and 175.)
Ἡ δὲ λεύκη καὶ ἡ αἴγειρος μονοειδής, ὀρθοφυῆ δὲ ἄμφω, πλὴν μακρότερον πολὺ καὶ μανότερον καὶ λειότερον ἡ αἴγειρος, τὸ δὲ σχῆμα τῶν φύλων παρόμοιον. ὅμοιον δὲ καὶ τὸ ξύλον τεμνόμενον τῇ λευκότητι. καρπὸν δ᾿ οὐδέτερον τούτων οὐδὲ ἄνθος ἔχειν δοκεῖ.
Ἡ κερκὶς δὲ παρόμοιον τῇ λεύκῃ καὶ τῷ μεγέθει καὶ τῷ τοὺς κλάδους ἐπιλεύκους ἔχειν· τὸ δὲ φύλλον κιττῶδες μὲν ἀγώνιον δὲ ἐκ τοῦ ἄλλου, τὴν δὲ μίαν προμήκη καὶ εἰς ὀξὺ συνήκουσαν· τῷ δὲ χρώματι σχεδὸν ὅμοιον τὸ ὕπτιον καὶ τὸ πρανές· μίσχῳ δὲ προσηρτημένον μακρῷ καὶ λεπτῷ, δι᾿ ὃ καὶ οὐκ ὀρθὸν ἀλλ᾿ ἐγκεκλιμένον. φλοιὸν δὲ τραχύτερον τῆς λεύκης καὶ μᾶλλον ὑπόλεπρον, ὥσπερ ὁ τῆς ἀχράδος. ἄκαρπον δέ.
Μονογενὲς δὲ καὶ ἡ κλήθρα· φύσει δὲ καὶ [*](1 γλίσχρον conj. St.; αἰσχρόν AId. H. cf. 5. 3. 4.) [*](².cf. 5. 5. 2.) [*](3 cf. τὸ θυλακῶδες τοῦτο, 3. 7. 3; 2. 8. 3 n.; 9. 1. 2.)
Σημύδα δὲ τὸ μὲν φύλλον ἔχει ὅμοιον τῇ Περσικῇ καλουμένῃ καρύᾳ πλὴν μικρῷ στενότερον, τὸν φλοιὸν δὲ ποικίλον, ξύλον δὲ ἐλαφρόν· χρήσιμον δὲ εἰς βακτηρίας μόνον εἰς ἄλλο δὲ οὐδέν.
δὲ κολυτέα ἔχει τὸ μὲν φύλλον ἐγγὺς τοῦ τῆς ἰτέας, πολύοζον δὲ καὶ πολύφυλλον καὶ τὸ δένδρον ὅλως μέγα· τὸν δὲ καρπὸν ἔλλοβον, καθάπερ τὰ χεδροπά· λοβοῖς γὰρ πλατέσι καὶ οὐ στενοῖς τὸ σπερμάτιον τὸ ἐνὸν μικρὸν καὶ οὐ μέγα· σκληρὸν δὲ μετρίως οὐκ ἄγαν· οὐδὲ πολύκαρπον ὡς κατὰ μέγεθος. σπάνιον δὲ τὸ ἐν λοβοῖς ἔχειν τὸν καρπόν· ὀλίγα γὰρ τοιαῦτα τῶν δένδρων.
XV. Ἡ δὲ Ἡρακλεωτικὴ καρύα—φ ύσει γὰρ καὶ τοῦτ᾿ ἄγριον τῷ τε μηδὲν ἢ μὴ πολὺ χείρω γίνεσθαι τῶν ἡμέρων τὸν καρπόν, καὶ τῷ δύνασθαι χειμῶνας ὑποφέρειν καὶ τῷ πολὺ φύεσθαι κατὰ τὰ ὄρη καὶ πολύκαρπον ἐν τοῖς ὀρείοις· ἔτι δὲ τῷ μηδὲ στελεχῶδες ἀλλὰ θαμνῶδες [*](¹ Part of the description of the flower, and perhaps of the fruit, seems to be missing. Sch.) [*](² cf. 4. 8. 1 ; but in 1. 4. 3 the alder is classed with ‘am phibious’ trees, and in 3. 3. 1 with ‘trees of the plain.’) [*](³ Betulam, G from Plin. 16. 74.)