Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

τὸ δ᾿ ἄνθος λευκὸν ἐκ μικρῶν λευκῶν πολλῶν ἐπὶ τῇ τοῦ μίσχου σχίσει κηριῶδες· εὐωδίαν [*](¹ περικεφαλαίας, some pat of a ship’s prow : so Pollux.) [*](² καπυρός conj. Sch.; καὶ πυρσός (?); καὶ πυρρός V; καὶ πουρός M. ³ Sc. pith.)

248
δὲ ἔχει λειριώδη ἐπιβαρεῖαν. ἔχει δὲ καὶ τὸν καρπὸν ὁμοίως πρὸς ἑνὶ μίσχῳ παχεῖ βοτρυώδη δέ· γίνεται δὲ καταπεπαινόμενος μέλας, ὠμὸς δὲ ὢν ὀμφακώδης· μεγέθει δὲ μικρῷ μείζων ὀρόβου· τὴν ὑγρασίαν δὲ οἰνώδη τῇ ὄψει· καὶ τὰς χεῖρας τελειούμενοι βάπτονται καὶ τὰς κεφαλάς· ἔχει δὲ καὶ τὰ ἐντὸς σησαμοειδῆ τὴν ὄψιν.

Πάρυδρον δὲ καὶ ἡ ἰτέα καὶ πολυειδές· ἡ μὲν μέλαινα καλουμένη τῷ τὸν φλοιὸν ἔχειν μέλανα καὶ φοινικοῦν, ἡ δὲ λευκὴ τῷ λευκόν. καλλίους δὲ ἔχει τὰς ῥάβδους καὶ χρησιμωτέρας εἰς τὸ πλέκειν ἡ μέλαινα, ἡ δὲ λευκὴ καπυρωτέρας. ἔστι δὲ καὶ τῆς μελαίνης καὶ τῆς λευκῆς ἔνιον γένος μικρὸν καὶ οὐκ ἔχον αὔξησιν εἰς ὕψος, ὥσπερ καὶ ἐπ᾿ ἄλλων τοῦτο δένδρων, οἷον κέδρου φοίνικος. καλοῦσι δ᾿ οἱ περὶ Ἀρκαδίαν οὐκ ἰτέαν ἀλλὰ ἑλίκην τὸ δένδρον· οἴονται δέ, ὥσπερ ἐλέχθη, καὶ καρπὸν ἔχειν αὐτὴν γόνιμον.

XIV. Ἔστι δὲ τῆς πτελέας δύο γένη, καὶ τὸ μὲν ὀρειπτελέα καλεῖται τὸ δὲ πτελέα· διαφέρει δὲ τῷ θαμνωδέστερον εἶναι τὴν πτελέαν εὐαυξέστερον δὲ τὴν ὀρειπτελέαν. φύλλον δὲ ἀσχιδὲς περικεχαραγμένον ἡσυχῆ, προμηκέστερον δὲ τοῦ τῆς ἀπίου, [*](¹ καταπεπαινόμενος conj. W. ; καὶ πεπ. VAld.) [*](2 καὶ . . . βάπτονται Ι conj., following Scal., W., etc., but. keeping closer to U : certain restoration perhaps impossible; καὶ τὰς χεῖρας τελείους ἀναβλάστει δὲ καὶ τὰς κεφαλάς U; χεῖρας δὲ τελείυους· ἀναβλασεῖ MV ; om. G.) [*](³ PIin. 16. 174 and 175.)

250
τραχυ δε και οὐ λεῖον. μεγα δὲ τὸ δένδρον καὶ τῷ ὕψει καὶ τῷ μεγέθει. πολὺ δ᾿ οὐκ ἔστι περὶ τὴν Ἴδην ἀλλὰ σπάνιον· τόπον δὲ ἔφυδρον φιλεῖ. τὸ δὲ ξύλον ξανθὸν καὶ ἰσχυρὸν καὶ εὔινον καὶ γλίσχρον· ἅπαν γὰρ καρδία· χρῶνται δ᾿ αὐτῷ καὶ πρὸς θυρώματα πολυτελῆ, καὶ χλωρὸν μὲν εὔτομον ξηρὸν δὲ δύστομον. ἄκαρπον δὲ νομίζουσιν, ἀλλ᾿ ἐν ταῖς κωρυκίσι τὸ κόμμι καὶ θηρί᾿ ἄττα κωνωποειδῆ φέρει. τὰς δὲ κάχρυς ἰδίας ἴσχει τοῦ μετοπώρου πολλὰς καὶ μικρὰς καὶ μελαίνας, ἐν δὲ ταῖς ἄλλαις ὥραις οὐκ ἐπέσκεπται.

Ἡ δὲ λεύκη καὶ ἡ αἴγειρος μονοειδής, ὀρθοφυῆ δὲ ἄμφω, πλὴν μακρότερον πολὺ καὶ μανότερον καὶ λειότερον ἡ αἴγειρος, τὸ δὲ σχῆμα τῶν φύλων παρόμοιον. ὅμοιον δὲ καὶ τὸ ξύλον τεμνόμενον τῇ λευκότητι. καρπὸν δ᾿ οὐδέτερον τούτων οὐδὲ ἄνθος ἔχειν δοκεῖ.

Ἡ κερκὶς δὲ παρόμοιον τῇ λεύκῃ καὶ τῷ μεγέθει καὶ τῷ τοὺς κλάδους ἐπιλεύκους ἔχειν· τὸ δὲ φύλλον κιττῶδες μὲν ἀγώνιον δὲ ἐκ τοῦ ἄλλου, τὴν δὲ μίαν προμήκη καὶ εἰς ὀξὺ συνήκουσαν· τῷ δὲ χρώματι σχεδὸν ὅμοιον τὸ ὕπτιον καὶ τὸ πρανές· μίσχῳ δὲ προσηρτημένον μακρῷ καὶ λεπτῷ, δι᾿ ὃ καὶ οὐκ ὀρθὸν ἀλλ᾿ ἐγκεκλιμένον. φλοιὸν δὲ τραχύτερον τῆς λεύκης καὶ μᾶλλον ὑπόλεπρον, ὥσπερ ὁ τῆς ἀχράδος. ἄκαρπον δέ.

Μονογενὲς δὲ καὶ ἡ κλήθρα· φύσει δὲ καὶ [*](1 γλίσχρον conj. St.; αἰσχρόν AId. H. cf. 5. 3. 4.) [*](².cf. 5. 5. 2.) [*](3 cf. τὸ θυλακῶδες τοῦτο, 3. 7. 3; 2. 8. 3 n.; 9. 1. 2.)

252
ὀρθοφυές, ξύλον δ᾿ ἔχον μαλακὸν καὶ ἐντεριώνην μαλακήν, ὥστε δι᾿ ὅλου κοιλαίνεσθαι τὰς λεπτὰς ῥάβδους. φύλλον δ᾿ ὅμοιον ἀπίω. πλὴν μεῖζον καὶ ἰνωδέστερον. τραχύφλοιον δὲ καὶ ὁ φλοιὸς ἔσωθεν ἐρυθρός, δι᾿ ὃ καὶ βάπτει τὰ δέρματα. ῥίζας δὲ ἐπιπολαίους --- ἡλίκον δάφνης. φύεται δὲ ἐν τοῖς ἐφύδροις ἀλλόθι δ᾿ οὐδαμοῦ.

Σημύδα δὲ τὸ μὲν φύλλον ἔχει ὅμοιον τῇ Περσικῇ καλουμένῃ καρύᾳ πλὴν μικρῷ στενότερον, τὸν φλοιὸν δὲ ποικίλον, ξύλον δὲ ἐλαφρόν· χρήσιμον δὲ εἰς βακτηρίας μόνον εἰς ἄλλο δὲ οὐδέν.

δὲ κολυτέα ἔχει τὸ μὲν φύλλον ἐγγὺς τοῦ τῆς ἰτέας, πολύοζον δὲ καὶ πολύφυλλον καὶ τὸ δένδρον ὅλως μέγα· τὸν δὲ καρπὸν ἔλλοβον, καθάπερ τὰ χεδροπά· λοβοῖς γὰρ πλατέσι καὶ οὐ στενοῖς τὸ σπερμάτιον τὸ ἐνὸν μικρὸν καὶ οὐ μέγα· σκληρὸν δὲ μετρίως οὐκ ἄγαν· οὐδὲ πολύκαρπον ὡς κατὰ μέγεθος. σπάνιον δὲ τὸ ἐν λοβοῖς ἔχειν τὸν καρπόν· ὀλίγα γὰρ τοιαῦτα τῶν δένδρων.