Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

πυκνόρριζον δὲ καὶ παχύρριζον καὶ μετέωρον. καρπὸν δὲ οἱ μὲν περὶ τὴν Ἴδην οὐχ ὑπελάμβανον ἔχειν οὐδ᾿ ἄνθος· ἔχει δ᾿ ἐν λοβῷ λεπτῷ καρπὸν καρυηρὸν ὡς τῶν ἀμυγδαλῶν ὑπόπικρον τῇ γεύσει. φέρει δὲ καὶ ἕτερ᾿ ἄττα οἷον βρύα, καθάπερ ἡ δάφνη, πλὴν στιφρότερα· καὶ ἕκαστον καθ᾿ αὑτὸ σφαιροειδές, ὥσπερ τὰ τῶν πλατάνων· τούτων δὲ τὰ μὲν περὶ τὸν καρπόν, τὰ δ᾿ ἀπηρτημένα πολύ, καὶ τὰ πλεῖστα οὕτω. φύεται δὲ ἡ μὲν λεία περὶ τὰ βαθυάγκη μάλιστα καὶ ἔφυδρα, ἡ δὲ τραχεῖα καὶ περὶ τὰ ξηρὰ καὶ πετρώδη. ἔνιοι δὲ καλοῦσι τὴν μὲν μελίαν [*](¹ οὐλότερον: ἀνουλότερον W. from Sch.’s conj.; ἄνουλος does not occur elsewhere, and Τ. uses μανός as the opposite of οὖλος.) [*](² i.e. instead of considering the leaflet as the unit. For the description cf. 3. 12. 5; 3. 15 4.)

232
τὴν δὲ βουμέλιον, ὥσπερ οἱ περὶ Μακεδονίαν.

μεῖζον δὲ καὶ μανότερον ἡ βουμέλιος, δι᾿ ὃ καὶ ἧττον οὖλον. φύσει δὲ τὸ μὲν πεδεινὸν καὶ τραχύ. τὸ δ᾿ ὀρεινὸν καὶ λεῖον· ἔστι δὲ ἡ μὲν ἐν τοῖς ὄρεσι φυομένη εὔχρους καὶ λεία καὶ στερεὰ καὶ γλίσχρα, ἡ δ᾿ ἐν τῷ πεδίῳ ἄχρους καὶ μανὴ καὶ τραχεῖα. (τὸ δ᾿ ὅλον ὡς εἰπεῖν τὰ δένδρα ὅσα καὶ ἐν τῷ πεδίῳ καὶ ἐν τῷ ὄρει φύεται, τὰ μὲν ὀρεινὰ εὔχροά τε καὶ στερεὰ καὶ λεῖα γίνεται, καθάπερ ὀξύη πτελέα τὰ ἄλλα· τὰ δὲ πεδεινὰ μανότερα καὶ ἀχρούστερα καὶ χείρω, πλὴν ἀπίου καὶ μηλέας καὶ ἀχράδος, ὡς οἱ περὶ τὸν Ὄλυμπόν φασι· ταῦτα δ᾿ ἐν τῷ πεδίῳ κρείττω καὶ τῷ καρπῷ καὶ τοῖς ξύλοις· ἐν μὲν γὰρ τῷ ὄρει τραχεῖς καὶ ἀκανθώδεις καὶ ὀζώδεις εἰσίν, ἐν δὲ τῷ πεδίῳ λειότεροι καὶ μείζους καὶ τὸν καρπὸν ἔχουσι γλυκύτερον καὶ σαρκωδέστερον· μεγέθει δὲ αἰεὶ μείζω τὰ πεδεινά.)

ΧΙΙ. Κρανείας δὲ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, ἣν δὴ καὶ θηλυκρανείαν καλοῦσιν. ἔχουσι δὲ φύλλον μὲν ἀμυγδαλῇ ὅμοιον, πλὴν λιπωδέστερον καὶ παχύτερον, φλοιὸν δ᾿ ἰνώδη λεπτόν· τὸ δὲ στέλεχος οὐ παχὺ λίαν, ἀλλὰ παραφύει ῥάβδους ὥσπερ ἄγνος· ἐλάττους δὲ ἡ θηλυκρανεία καὶ θαμνωδέστερόν ἐστιν. τοὺς δὲ ὄζους ὁμοίως ἔχουσιν ἄμφω τῇ ἄγνῳ καὶ κατὰ δύο καὶ κατ᾿ [*](¹ cf. Plin., l.c., and Index.) [*](² μεῖζον δὲ καὶ μανότερον conj. W. from G; μ. δὲ καὶ μανότερα M V U (? μανότερ); μείζων δὲ καὶ μακροτέρα Ald.H.)

234
ἀλλήλους· το δὲ ξύλον τὸ μὲν τῆς κρανεία. ἀκάρδιον καὶ στερεὸν ὅλον, ὅμοιον κέρατι τὴν πυκνότητα καὶ τὴν ἰσχύν, τὸ δὲ τῆς θηλυκρανείας ἐντεριώνην ἔχον καὶ μαλακώτερον καὶ κοιλαινόμενον· δι᾿ ὃ καὶ ἀχρεῖον εἰς τὰ ἀκόντια.

τὸ δ᾿ ὕψος τοῦ ἄρρενος δώδεκα μάλιστα πηχέων, ἡλίκη τῶν σαρισσῶν ἡ μεγίστη· τὸ γὰρ ὅλον στέλεχος ὕψος οὐκ ἴσχει. φασὶ δ᾿ οἱ μὲν ἐν τῇ Ἴδῃ τῇ Τρωάδι τὸ μὲν ἄρρεν ἄκαρπον εἶναι τὸ δὲ θῆλυ κάρπιμον. πυρῆνα δ᾿ ὁ καρπὸς ἔχει παραπλήσιον ἐλάᾳ, καὶ ἐσθιόμενος γλυκὺς καὶ εὐώδης· ἄνθος δὲ ὅμοιον τῷ τῆς ἐλάας, καὶ ἀπανθεῖ δὲ καὶ καρποφορεῖ τὸν αὐτὸν τρόπον τῷ ἐξ ἑνὸς μίσχου πλείους ἔχειν, σχεδὸν δὲ καὶ τοῖς χρόνοις παραπλησίως. οἱ δ᾿ ἐν Μακεδονίᾳ καρποφορεῖν μὲν ἄμφω φασὶν τὸν δὲ τῆς θηλείας ἄβρωτον εἶναι· τὰς ῥίζας δ᾿ ὁμοίας ἔχει ταῖς ἄγνοις ἰσχυρὰς καὶ ἀνωλέθρους. γίνεται δὲ καὶ περὶ τὰ ἔφυδρα καὶ οὐκ ἐν τοῖς ξηροῖς μόνον· φύεται δὲ καὶ ἀπὸ σπέρματος καὶ ἀπὸ παρασπάδος.

Κέδρον δὲ οἱ μέν φασιν εἶναι διττήν, τὴν μὲν Λυκίαν τὴν δὲ Φοινικῆν, οἱ δὲ μονοειδῆ, καθάπερ οἱ ἐν τῇ Ἴδῃ. παρόμοιον δὲ τῇ ἀρκεύθῳ, διαφέρει δὲ μάλιστα τῷ φύλλῳ· τὸ μὲν γὰρ τῆς κέδρου σκληρὸν καὶ ὀξὺ καὶ ἀκανθῶδες, τὸ δὲ τῆς ἀρκεύθου μαλακώτερον· δοκεῖ δὲ καὶ ὑψηλοφυέστερον εἶναι ἡ ἄρκευθος· οὐ μὴν ἀλλ᾿ ἔνιοί γε οὐ διαιροῦσι [*](1 The Ιdaeans are evidently responsible for this statement. T. himself (3. 4. 3) says the fruit is inedible.) [*](² But (1. 11. 4) only certain varieties of the olive are said to have this character: the next statement seems also incon- eistent with 3. 4. 3. Perhaps T. is still reproducing his Idaean authority.)

236
τοῖς ὀνόμασιν ἀλλ᾿ ἄμφω καλοῦσι κέδρους, πλὴν παρασήμως τὴν κέδρον ὀξύκεδρον. ὀζώδη δ᾿ ἄμφω καὶ πολυμάσχαλα καὶ ἐπεστραμμένα ἔχοντα τὰ ξύλα· μήτραν δ᾿ ἡ μὲν ἄρκευθος ἔχει μικρὰν καὶ πυκνὴν καὶ ὅταν κοπῇ ταχὺ σηπομένην· ἡ δὲ κέδρος τὸ πλεῖστον ἐγκάρδιον καὶ ἀσαπές, ἐρυθροκάρδια δ᾿ ἄμφω· καὶ ἡ μὲν τῆς κέδρου εὐώδης ἡ δὲ τῆς ἑτέρας οὔ.

καρπὸς δ᾿ ὁ μὲν τῆς κέδρου ξανθὸς μύρτου μέγεθος ἔχων εὐώδης ἡδὺς ἐσθίεσθαι. ὁ δὲ τῆς ἀρκεύθου τὰ μὲν ἄλλα ὅμοιος, μέλας δὲ καὶ στρυφνὸς καὶ ὥσπερ ἄβρωτος· διαμένει δ᾿ εἰς ἐνιαυτόν, εἶθ᾿ ὅταν ἄλλος ἐπιφυῇ ὁ περυσινὸς ἀποπίπτει. ὡς δὲ οἱ ἐν Ἀρκαδίᾳ λέγουσι, τρεῖς ἅμα καρποὺς ἴσχει, τόν τε περυσινὸν οὔπω πέπονα καὶ τὸν προπερύσινον ἤδη πέπονα καὶ ἐδώδιμον καὶ τρίτον τὸν νέον ὑποφαίνει. ἔφη δὲ Σάτυρος καὶ κομίσαι τοὺς ὀρεοτύπους αὐτῷ ἀνανθεῖς ἄμφω. τὸν δὲ φλοιὸν ὅμοιον ἔχει κυπαρίττῳ τραχύτερον δέ· ῥίζας δὲ μανὰς ἀμφότεραι καὶ ἐπιπολαίους. φύονται περὶ τὰ πετρώδη καὶ χειμέρια καὶ τούτους τοὺς τόπους ζητοῦσι.

Μεσπίλης δ᾿ ἐστὶ τρία γένη, ἀνθηδὼν σατάνειος ἀνθηδονοειδής, ὡς οἱ περὶ τὴν Ἴδην διαιροῦσι. φέρει δὲ ἡ μὲν σατάνειος τὸν καρπὸν μείζω καὶ λευκότερον καὶ χαυνότερον καὶ τοὺς πυρῆνας ἔχοντα μαλακωτέρους· αἱ δ᾿ ἕτεραι [*](¹ παρασήμως τὴν κέδρον U; π. τὸν κέδρον M; Ald. omits the article; παρασημασίᾳ κέδρου conj W.) [*](² μήτρν conj. Sch.: μᾶλλον UMVAld. Plin., 16. 198, sup- ports μήτραν: he apparently read μήτραν δ᾿ ἡ μὲν ἀ. ἔχει μᾶλλον)

238
ἐλάττω τέ τι καὶ εὐωδέστερον καὶ στρυφνότερον. ὥστε δύνασθαι πλείω χρόνον θησαυρίζεσθαι. πυκνότερον δὲ καὶ τὸ ξύλον τούτων καὶ ξανθότερον. τὰ δ᾿ ἄλλα ὅμοιον. τὸ δ᾿ ἄνθος πασῶν ὅμοιον ἀμυγδαλῇ, πλὴν οὐκ ἐρυθρὸν ὥσπερ ἐκεῖνο ἀλλ᾿ ἐγχλωρότερον---μεγέθει μέγα τὸ δένδρον καὶ περίκομον. φύλλον δὲ τὸ μὲν ἐπὶ --- πολυσχιδὲς δὲ καὶ ἐν ἄκρῳ σελινοειδές, τὸ δ᾿ ἐπὶ τῶν παλαιοτέρων πολυσχιδὲς σφόδρα καὶ ἐγγωνοειδὲς μείζοσι σχίσμασι, τετανὸν ἰνῶδες λεπτότερον σελίνου καὶ προμηκέστερον καὶ τὸ ὅλον καὶ τὰ σχίσματα, περικεχαραγμένον δὲ ὅλον· μίσχον δ᾿ ἔχει λεπτὸν μακρόν· πρὸ τοῦ φυλλορροεῖν δ᾿ ἐρυθραίνεται σφόδρα. πολύρριζον δὲ τὸ δένδρον καὶ βαθύρριζον· δι᾿ ὃ καὶ χρόνιον καὶ δυσώλεθρον. καὶ τὸ ξύλον ἔχει πυκνὸν καὶ στερεὸν καὶ ἀσαπές.

φύεται δὲ καὶ ἀπὸ σπέρματος καὶ ἀπὸ παρασπάδος. νόσημα δὲ αὐτῶν ἐστιν ὥστε γηράσκοντα σκωληκόβρωτα γίνεσθαι· καὶ οἱ σκώληκες μεγάλοι καὶ ἴδιοι ἢ οἱ ἐκ τῶν δένδρων τῶν ἄλλων.

Τῶν δ᾿ οἰῶν δύο γένη ποιοῦσι, τὸ μὲν δὴ καρποφόρον θῆλυ τὸ δὲ ἄρρεν ἄκαρπον· οὐ μὴν ἀλλὰ διαφέρουσι τοῖς καρποῖς, τῷ τὰς μὲν στρογγύλον τὰς δὲ προμήκη τὰς δ' ὠοειδῆ φέρειν. διαφέρουσι δὲ καὶ τοῖς χυλοῖς· ὡς γὰρ ἐπὶ τὸ [*](¹ ἐλάττω τέ τι conj. W.; ἐλάττω εἰε? UAld.) [*](² W. suggests that some words are missing here, as it does not appear to which kind of μεσπίλη the following descrip- tion belongs; hence various dificulties. See Sch.) [*](³ Probably a lacuna in the text. W. thus supplies the sense : he suggests σικυοειδές for σελινοειδές.)

240
πᾶν εὐωδέστερα και γλυκύτερα τὰ στρογγύλα, τὰ δ᾿ ὠοειδῆ πολλάκις ἐστὶν ὀξέα καὶ ἧττον εὐώδη.