Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
γίνεται δὲ μάλιστα ἐν τοῖς ἐφύδροις, ὡς οἱ περὶ τὴν Ἴδην λέγουσι, καὶ ἔστι σπάνιον. περὶ ἄνθους δὲ οὐκ ῇδεσαν· τὸν δὲ καρπὸν οὐ λίαν μὲν προμήκη, παρόμοιον δὲ τῷ παλιούρῳ πλὴν προμηκέστερον. οἱ δ᾿ ἐν τῷ Ὀλύμπῳ τὴν μὲν ζυγίαν ὄρειον μᾶλλον, τὴν δὲ σφένδαμνον καὶ ἐν τοῖς πεδίοις φύεσθαι· εἶναι δὲ τὴν μὲν ἐν τῷ ὄρει φυομένην ξανθὴν καὶ εὔχρουν καὶ οὔλην καὶ στερεάν, ᾗ καὶ πρὸς τὰ πολυτελῆ τῶν ἔργων χρῶνται, τὴν δὲ πεδεινὴν λευκήν τε καὶ μανοτέραν καὶ ἧττον οὔλην· καλοῦσι δ᾿ αὐτὴν ἔνιυι γλεῖνον, οὐ σφένδαμνον. . . . καὶ τῆς ἄρρενος οὐλότερα τὰ ξύλα συνεστραμμένα, καὶ ἐν τῷ πεδίῳ ταύτην φύεσθαι μᾶλλον καὶ βλαστάνειν πρωίτερον.
Ἔστι δὲ καὶ μελιας γενη δυο. τούτων δ᾿ ἡ μὲν ὑψηλὴ καὶ εὐμήκης ἐστὶ τὸ ξύλον ἔχουσα λευκὸν καὶ εὔινον καὶ μαλακώτερον καὶ ἀνοζότερον [*](¹ τετανὸν : cf. 3. 12. 5; 3. 15. 6.) [*](² σχίσμαθ᾿ conj. R. Coast. from G; σχίμα᾿ Ald. Cam.; σχήμαθ᾿ Bas., which. W. reads.) [*](³ ὅλα: ? ὅλως.) [*](4 i.e. do not run back so far.) [*](5 πολύϊνα conj. R. Coast.; πολύ· ἰνα δὲ Ald.; πολύ· ἵναα δὲ M.)
πυκνόρριζον δὲ καὶ παχύρριζον καὶ μετέωρον. καρπὸν δὲ οἱ μὲν περὶ τὴν Ἴδην οὐχ ὑπελάμβανον ἔχειν οὐδ᾿ ἄνθος· ἔχει δ᾿ ἐν λοβῷ λεπτῷ καρπὸν καρυηρὸν ὡς τῶν ἀμυγδαλῶν ὑπόπικρον τῇ γεύσει. φέρει δὲ καὶ ἕτερ᾿ ἄττα οἷον βρύα, καθάπερ ἡ δάφνη, πλὴν στιφρότερα· καὶ ἕκαστον καθ᾿ αὑτὸ σφαιροειδές, ὥσπερ τὰ τῶν πλατάνων· τούτων δὲ τὰ μὲν περὶ τὸν καρπόν, τὰ δ᾿ ἀπηρτημένα πολύ, καὶ τὰ πλεῖστα οὕτω. φύεται δὲ ἡ μὲν λεία περὶ τὰ βαθυάγκη μάλιστα καὶ ἔφυδρα, ἡ δὲ τραχεῖα καὶ περὶ τὰ ξηρὰ καὶ πετρώδη. ἔνιοι δὲ καλοῦσι τὴν μὲν μελίαν [*](¹ οὐλότερον: ἀνουλότερον W. from Sch.’s conj.; ἄνουλος does not occur elsewhere, and Τ. uses μανός as the opposite of οὖλος.) [*](² i.e. instead of considering the leaflet as the unit. For the description cf. 3. 12. 5; 3. 15 4.)
μεῖζον δὲ καὶ μανότερον ἡ βουμέλιος, δι᾿ ὃ καὶ ἧττον οὖλον. φύσει δὲ τὸ μὲν πεδεινὸν καὶ τραχύ. τὸ δ᾿ ὀρεινὸν καὶ λεῖον· ἔστι δὲ ἡ μὲν ἐν τοῖς ὄρεσι φυομένη εὔχρους καὶ λεία καὶ στερεὰ καὶ γλίσχρα, ἡ δ᾿ ἐν τῷ πεδίῳ ἄχρους καὶ μανὴ καὶ τραχεῖα. (τὸ δ᾿ ὅλον ὡς εἰπεῖν τὰ δένδρα ὅσα καὶ ἐν τῷ πεδίῳ καὶ ἐν τῷ ὄρει φύεται, τὰ μὲν ὀρεινὰ εὔχροά τε καὶ στερεὰ καὶ λεῖα γίνεται, καθάπερ ὀξύη πτελέα τὰ ἄλλα· τὰ δὲ πεδεινὰ μανότερα καὶ ἀχρούστερα καὶ χείρω, πλὴν ἀπίου καὶ μηλέας καὶ ἀχράδος, ὡς οἱ περὶ τὸν Ὄλυμπόν φασι· ταῦτα δ᾿ ἐν τῷ πεδίῳ κρείττω καὶ τῷ καρπῷ καὶ τοῖς ξύλοις· ἐν μὲν γὰρ τῷ ὄρει τραχεῖς καὶ ἀκανθώδεις καὶ ὀζώδεις εἰσίν, ἐν δὲ τῷ πεδίῳ λειότεροι καὶ μείζους καὶ τὸν καρπὸν ἔχουσι γλυκύτερον καὶ σαρκωδέστερον· μεγέθει δὲ αἰεὶ μείζω τὰ πεδεινά.)
ΧΙΙ. Κρανείας δὲ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, ἣν δὴ καὶ θηλυκρανείαν καλοῦσιν. ἔχουσι δὲ φύλλον μὲν ἀμυγδαλῇ ὅμοιον, πλὴν λιπωδέστερον καὶ παχύτερον, φλοιὸν δ᾿ ἰνώδη λεπτόν· τὸ δὲ στέλεχος οὐ παχὺ λίαν, ἀλλὰ παραφύει ῥάβδους ὥσπερ ἄγνος· ἐλάττους δὲ ἡ θηλυκρανεία καὶ θαμνωδέστερόν ἐστιν. τοὺς δὲ ὄζους ὁμοίως ἔχουσιν ἄμφω τῇ ἄγνῳ καὶ κατὰ δύο καὶ κατ᾿ [*](¹ cf. Plin., l.c., and Index.) [*](² μεῖζον δὲ καὶ μανότερον conj. W. from G; μ. δὲ καὶ μανότερα M V U (? μανότερ); μείζων δὲ καὶ μακροτέρα Ald.H.)