Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τῆς δὲ φιλύρας ἡ μὲν ἄρρην ἐστὶ ἡ δὲ θήλεια· διαφέρουσι δὲ τῇ μορφῇ τῇ ὅλῃ καὶ τῇ τοῦ ξύλου καὶ τῷ τὸ μὲν εἶναι κάρπιμον τὸ δ᾿ ἄκαρπον. τὸ μὲν γὰρ τῆς ἄρρενος ξύλον σκληρὸν καὶ ξανθὸν καὶ ὀζωδέστερον καὶ πυκνότερόν ἐστι, ἔτι δ᾿ εὐωδέστερον, τὸ δὲ τῆς θηλείας λευκότερον. καὶ ὁ φλοιὸς τῆς μὲν ἄρρενος παχύτερος καὶ περιαιρεθεὶς ἀκαμπὴς διὰ τὴν σκληρότητα, τῆς δὲ θηλείας λεπτότερος καὶ εὐκαμπής, ἐξ οὖ τὰς κίστας ποιοῦσιν· καὶ ἡ μὲν ἄκαρπος καὶ ἀνανθής, ἡ δὲ θήλεια καὶ ἄνθος ἔχει καὶ καρπόν· τὸ μὲν ἄνθος καλυκῶδες παρὰ τὸν τοῦ φύλλου μίσχον καὶ παρὰ [*](1 cf. 1. 8. 2 (ὀστρυίς), 3. 3. 1; C.P. 5. 12. 9 (ὀστρύη); Plin 13. 117.) [*](² μέσης . . . κατατεινουσῶν conj. Sch.; μέσης πλευροειδῶς τεν ἄλλων εὐθειῶν καὶ μεγάλην κατατεινουσῶν Ald. cf. 1. 10. 2; 3. 17. 3.)

226
τὴν εἰς νέωτα κάχρυν ἐφ᾿ έτέρου μίσχου, χλοερὸν δὲ ὅταν ᾖ καλυκῶδες, ἐκκαλυπτόμενον δὲ ἐπίξανθον· ἡ δὲ ἄνθησις ἅμα τοῖς ἡμέροις.

ὁ δὲ καρπὸς στρογγύλος πρόμακρος ἡλίκος κύαμος ὅμοιος τῷ τοῦ κιττοῦ, γωνίας ἔχων ὁ ἁδρὸς πέντε οἷον ἰνῶν ἐξεχουσῶν καὶ εἰς ὀξὺ συναγομένων· ὁ δὲ μὴ ἁδρὸς ἀδιαρθρότερος· διακνιζόμενος δὲ ὁ ἁδρὸς ἔχει μίκρ᾿ ἄττα καὶ λεπτὰ σπερμάτια ἡλίκα καὶ ὁ τῆς ἀδραφάξυος. τὸ δὲ φύλλον καὶ ὁ φλοιὸς ἡδέα καὶ γλυκέα· τὴν δὲ μορφὴν κιττῶδες τὸ φύλλον, πλὴν ἐκ προσαγωγῆς μᾶλλον ἡ περιφέρεια, κατὰ τὸ πρὸς τῷ μίσχῳ κυρτότατον, ἀλλὰ κατὰ μέσον εἰς ὀξύτερον τὴν συναγωγὴν ἔχον καὶ μακρότερον, ἔπουλον δὲ κύκλῳ καὶ κεχαραγμένον. μήτραν δ᾿ ἔχει τὸ ξύλον μικρὰν καὶ οὐ πολὺ μαλακωτέραν τοῦ ἄλλου· μαλακὸν γὰρ καὶ τὸ ἄλλο ξύλον.

ΧΙ. Τῆς δὲ σφενδάμνου, καθάπερ εἴπομεν, δύο γένη ποιοῦσιν, οἱ δὲ τρία· ἓν μὲν δὴ τῷ κοινῷ προσαγορεύουσι σφένδαμνον, ἕτερον δὲ ζυγίαν, τρίτον δὲ κλινότροχον, ὡς οἱ περὶ Στάγειρα. διαφορὰ δ᾿ ἐστὶ τῆς ζυγίας καὶ τῆς σφενδάμνου ὅτι ἡ μὲν σφένδαμνος λευκὸν ἔχει τὸ ξύλον καὶ εὐινότερον, ἡ δὲ ζυγία ξανθὸν καὶ οὖλον· τὸ δὲ φύλλον εὐμέγεθες ἄμφω, τῇ σχίσει ὅμοιον τῷ [*](¹ cf. 3. 5. 5. and 6.) [*](² διακνιζόμενος: διασχιζόμενος, ‘when split open,’ conj. W.) [*](³ cf. 1. 12 4; C. P. 6. 12. 7. 4 3. 3. 1.) [*](5 προσαγορεύουσι conj. W. from G; προσαγορεύεται Ald.)

228
τῆς πλατάνου τετανὸν λεπτότερον δὲ καὶ ἀσαρκότερον καὶ μαλακώτερον καὶ προμηκέστερον· τὰ δὲ σχίσμαθ᾿ ὅλα τ᾿ εἰς ὀξὺ συνήκοντα καὶ οὐχ οὕτω μεσοσχιδῆ ἀλλ᾿ ἀκροσχιδέστερα· οὐ πολυϊνα δὲ ὡς κατὰ μέγεθος. ἔχει δὲ καὶ φλοιὸν μικρῷ τραχύτερον τοῦ τῆς φιλύρας, ὑποπέλιον παχὺν καὶ πυκνότερον ἢ ὁ τῆς πίτυος καὶ ἀκαμπῆ· ῥίζαι δ᾿ ὀλίγαι καὶ μετέωροι καὶ οὖλαι σχεδὸν αἱ πλεῖσται καὶ αἱ τῆς ξανθῆς καὶ αἱ τῆς λευκῆς.

γίνεται δὲ μάλιστα ἐν τοῖς ἐφύδροις, ὡς οἱ περὶ τὴν Ἴδην λέγουσι, καὶ ἔστι σπάνιον. περὶ ἄνθους δὲ οὐκ ῇδεσαν· τὸν δὲ καρπὸν οὐ λίαν μὲν προμήκη, παρόμοιον δὲ τῷ παλιούρῳ πλὴν προμηκέστερον. οἱ δ᾿ ἐν τῷ Ὀλύμπῳ τὴν μὲν ζυγίαν ὄρειον μᾶλλον, τὴν δὲ σφένδαμνον καὶ ἐν τοῖς πεδίοις φύεσθαι· εἶναι δὲ τὴν μὲν ἐν τῷ ὄρει φυομένην ξανθὴν καὶ εὔχρουν καὶ οὔλην καὶ στερεάν, ᾗ καὶ πρὸς τὰ πολυτελῆ τῶν ἔργων χρῶνται, τὴν δὲ πεδεινὴν λευκήν τε καὶ μανοτέραν καὶ ἧττον οὔλην· καλοῦσι δ᾿ αὐτὴν ἔνιυι γλεῖνον, οὐ σφένδαμνον. . . . καὶ τῆς ἄρρενος οὐλότερα τὰ ξύλα συνεστραμμένα, καὶ ἐν τῷ πεδίῳ ταύτην φύεσθαι μᾶλλον καὶ βλαστάνειν πρωίτερον.

Ἔστι δὲ καὶ μελιας γενη δυο. τούτων δ᾿ ἡ μὲν ὑψηλὴ καὶ εὐμήκης ἐστὶ τὸ ξύλον ἔχουσα λευκὸν καὶ εὔινον καὶ μαλακώτερον καὶ ἀνοζότερον [*](¹ τετανὸν : cf. 3. 12. 5; 3. 15. 6.) [*](² σχίσμαθ᾿ conj. R. Coast. from G; σχίμα᾿ Ald. Cam.; σχήμαθ᾿ Bas., which. W. reads.) [*](³ ὅλα: ? ὅλως.) [*](4 i.e. do not run back so far.) [*](5 πολύϊνα conj. R. Coast.; πολύ· ἰνα δὲ Ald.; πολύ· ἵναα δὲ M.)

230
καὶ οὐλότερον· ἡ δὲ ταπεινοτέρα καὶ ἧττον εὐαυξὴς καὶ τραχυτέρα καὶ σκληροτέρα καὶ ξανθοτέρα. τὰ δὲ φύλλα τῷ μὲν σχήματι δαφνοειδῆ. πλατυφύλλου δάφνης, εἰς ὀξύτερον δὲ συνηγμένα. χαραγμὸν δέ τιν᾿ ἔχοντα κύκλῳ καὶ ἐπακανθίζοντα· τὸ δὲ ὅλον, ὅπερ εἴποι τις ἂν φύλλον τῷ ἄμα φυλλορροεῖν, ἀφ᾿ ἑνὸς μίσχου· καὶ περὶ μίαν οἷον ἶνα κατὰ γόνυ καὶ συζυγίαν τὰ φύλλα καθ᾿ ἕκαστον πέφυκε, συχνῶν διεχουσῶν τῶν συζυγιῶν, ὁμοίως καὶ ἐπὶ τῆς οἴης. ἔστι δὲ τῶν μὲν βραχέα τὰ γόνατα καὶ αἱ συζυγίαι τὸ πλῆθος ἐλάττους, τῶν δὲ τῆς λευκῆς καὶ μακρὰ καὶ πλείους· καὶ τὰ καθ᾿ ἕκαστον φύλλα μακρότερα καὶ στενότερα, τὴν δὲ χρόαν πρασώδη. φλοιὸν δὲ λεῖον ἔχει, καπυρὸν δὲ καὶ λεπτὸν καὶ τῇ χρόᾳ πυρρόν.

πυκνόρριζον δὲ καὶ παχύρριζον καὶ μετέωρον. καρπὸν δὲ οἱ μὲν περὶ τὴν Ἴδην οὐχ ὑπελάμβανον ἔχειν οὐδ᾿ ἄνθος· ἔχει δ᾿ ἐν λοβῷ λεπτῷ καρπὸν καρυηρὸν ὡς τῶν ἀμυγδαλῶν ὑπόπικρον τῇ γεύσει. φέρει δὲ καὶ ἕτερ᾿ ἄττα οἷον βρύα, καθάπερ ἡ δάφνη, πλὴν στιφρότερα· καὶ ἕκαστον καθ᾿ αὑτὸ σφαιροειδές, ὥσπερ τὰ τῶν πλατάνων· τούτων δὲ τὰ μὲν περὶ τὸν καρπόν, τὰ δ᾿ ἀπηρτημένα πολύ, καὶ τὰ πλεῖστα οὕτω. φύεται δὲ ἡ μὲν λεία περὶ τὰ βαθυάγκη μάλιστα καὶ ἔφυδρα, ἡ δὲ τραχεῖα καὶ περὶ τὰ ξηρὰ καὶ πετρώδη. ἔνιοι δὲ καλοῦσι τὴν μὲν μελίαν [*](¹ οὐλότερον: ἀνουλότερον W. from Sch.’s conj.; ἄνουλος does not occur elsewhere, and Τ. uses μανός as the opposite of οὖλος.) [*](² i.e. instead of considering the leaflet as the unit. For the description cf. 3. 12. 5; 3. 15 4.)

232
τὴν δὲ βουμέλιον, ὥσπερ οἱ περὶ Μακεδονίαν.