Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

I. Ἐπεὶ δὲ περὶ τῶν ἡμέρων δένδρων εἴρηται. λεκτέον ὁμοίως καὶ περὶ τῶν ἀγρίων, εἴ τέ τι ταὐτὸν καὶ ἕτερον ἔχουσι τοῖς ἡμέροις εἴ θ᾿ ὅλως ἴδιον τῆς φύσεως.

Αἱ μὲν οὖν γενέσεις ἁπλαῖ τινες αὐτῶν εἰσι· πάντα γὰρ ἢ ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης φύεται. τοῦτο δ᾿ οὐχ ὡς οὐκ ἐνδεχόμενον καὶ ἄλλως, ἀλλ᾿ ἴσως διὰ τὸ μὴ πειρᾶσθαι μηδένα μηδὲ φυτεύειν· ἐκφύοιτο δ᾿ ἂν εἰ λαμβάνοιεν τόπους ἐπιτηδείους καὶ θεραπείαν τὴν ἁρμόττουσαν· ὥσπερ καὶ νῦν τὰ ἀλσώδη καὶ φίλυδρα, λέγω δ᾿ οἷον πλάτανον ἰτέαν λεύκην αἴγειρον πτελέαν· ἅπαντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα φυτευόμενα βλαστάνει καὶ τάχιστα καὶ κάλλιστα ἀπὸ τῶν παρασπάδων, ὥστε καὶ μεγάλας οὔσας ἤδη καὶ ἰσοδένδρους ἄν τις μεταθῇ διαμένειν· φυτεύεται δὲ τὰ πολλὰ αὐτῶν καὶ καταπηγνύμενα, καθάπερ ἡ λεύκη καὶ ἡ αἴγειρος.

Τούτων μὲν οὖν πρὸς τῇ σπερματικῇ καὶ τῇ ἀπὸ τῶν ῥιζῶν καὶ αὕτη γένεσίς ἐστι· τῶν δὲ [*](¹ ἐκφύοιτο conj. W.; ἐπιφύοιτο UMVAld.)

160
ἄλλων ἐκεῖναι· πλὴν ὅσα μόνον ἀπὸ σπέρματος φύεται, καθάπερ ἐλάτη πεύκη πίτυς. ὅσα δὲ ἔχει σπέρμα καὶ καρπόν, κἂν ἀπὸ ῥίζης γίνηται, καὶ ἀπὸ το ύτων· ἐπεὶ καὶ τὰ δοκοῦντα ἄκαρπα εἶναι γεννᾶν φασιν, οἶον πτελέαν ἰτέαν. σημεῖον δὲ λέγουσιν οὐ μόνον ὅτι φύεται πολλὰ τῶν ῥιζῶν ἀπηρτημένα καθ᾿ οὓς ἂν ᾖ τόπους, ἀλλὰ καὶ τὰ συμβαίνοντα θεωροῦντες, οἷον ἐν Φενεῷ τῆς Ἀρκαδίας, ὡς ἐξερράγη τὸ συναθροισθὲν ὕδωρ ἐν τῷ πεδίῳ φραχθέντων τῶν βερέθρων· ὅπου μὲν ἐγγὺς ἦσαν ἰτέαι πεφυκυῖαι τοῦ καταποθέντος τόπου, τῷ ὑστέρῳ ἔτει μετὰ τὴν ἀναξήρανσιν ἐνταῦθα αὖθις ἀναφῦναί φασιν ἰτέαν· ὅπου δὲ πτελέαι αὖθις πτελέας, καθάπερ καὶ ὅπου πεῦκαι καὶ ἔλαται πεύκας καὶ ἐλάτας, ὥσπερ μιμουμένων κἀκείνων.

Ἀλλὰ τὴν ἰτέαν ταχὺ προκαταβάλλειν πρὸ τοῦ τελείως ἁδρῦναι καὶ πέψαι τὸν καρπόν· δι᾿ ὃ καὶ τὸν ποιητὴν οὐ κακῶς προσαγορεύειν αὐτὴν ὠλεσίκαρπον.

Τῆς δὲ πτελέας κἀκεῖνο σημεῖον ὑπολαμβάνουσιν· ὅταν γὰρ ἀπὸ τῶν πνευμάτων εἰς τοὺς ἐχομένους τόπους ὁ καρπὸς ἀπενεχθῇ, φύεσθαί φασι. παραπλήσιον δὲ ἔοικεν εἶναι τὸ συμβαῖνον ὃ καὶ ἐπὶ τῶν φρυγανικῶν καὶ ποιωδῶν τινών ἐστιν· οὐκ ἐχόντων γὰρ σπέρμα φανερόν, ἀλλὰ [*](1 cf. 5. 4. 6.) [*](2 ‘Katanothra’ (now called ‘the devil’s holes,’see Lawson, cited below); cf. Paus. 8. 14; Catull. 68. 109; Plut. de sera numinis nindicta, 557 c: Plin. 31. 36; Frazer, Pausanias and other Greek Sketches, pp. 315 foll. ; Lawson, Modern Greek Folklore and A ncient Greek Reliqion, p. 85.)

162
τῶν μὲν οἶον χνοῦν τῶν δ᾿ ἄνθος, ὥσπερ τὸ θύμον. ὅμως ἀπὸ τούτων βλαστάνουσιν. ἐπεὶ ἥ γε πλάτανος ἔχει φανερῶς καὶ ἀπὸ τούτων φύεται. τοῦτο δ᾿ ἐξ ἄλλων τε δῆλον κἀκεῖνο μέγιστον σημεῖον· ὤφθη γὰρ ἤδη ποτὲ πεφυκυῖα πλάτανος ἐν τρίποδι χαλκῷ.

Ταύτας τε δὴ τὰς γενέσεις ὑποληπτέον εἶναι τῶν ἀγρίων καὶ ἔτι τὰς αὐτομάτους, ἃς καὶ οἱ φυσιολόγοι λέγουσιν· Ἀναξαγόρας μὲν τὸν ἀέρα πάντων φάσκων ἔχειν σπέρματα καὶ ταῦτα συγκαταφερόμενα τῷ ὕδατι γεννᾶν τὰ φυτά· Διογένης δὲ σηπομένου τοῦ ὕδατος καὶ μίξιν τινὰ λαμβάνοντος πρὸς τὴν γῆν· Κλείδημος δὲ συνεστάναι μὲν ἐκ τῶν αὐτῶν τοῖς ζώοις, ὅσῳ δὲ θολερωτέρων καὶ ψυχροτέρων τοσοῦτον ἀπέχειν τοῦ ζῶα εἶναι. λέγουσι δέ τινες καὶ ἄλλοι περὶ τῆς γενέσεως.

Ἀλλ᾿ αὕτη μὲν ἀπηρτημένη πώς ἐστι τῆς αἰσθήσεως. ἄλλαι δὲ ὁμολογούμεναι καὶ ἐμφανεῖς, οἷον ὅταν ἔφοδος γένηται ποταμοῦ παρεκβάντος τὸ ῥεῖθρον ἡ καὶ ὅλως ἑτέρωθι ποιησαμένου, καθάπερ ?? Νέσος ἐν τῇ Ἀβδηρίτιδι πολλάκις μεταβαίνει, καὶ ἄμα τῇ μεταβάσει τοσαύτην ὕλην συγγεννᾷ τοῖς τόποις, ὥστε τῷ τρίτῳ ἔτει συνηρεφεῖν. καὶ πάλιν ὅταν ἐπομβρίαι κατάσχωσι πλείω χρόνον· καὶ γὰρ ἐν ταύταις βλαστήσεις γίνονται φυτῶν. ἔοικε δὲ ἡ μὲν τῶν ποταμῶν ἔφοδος ἐπάγειν σπέρματα καὶ καρπούς, καὶ τοὺς ὀχετούς φασι τὰ τῶν ποιωδῶν· ἡ δ᾿ ἐπομβρία [*](cf. C.P. 1. 5. 2.) [*](2 Sc. of Apollonia, the ‘Ionian’philosopher.) [*](cf. C.P. 1. 10. 3; 3. 23. 1; Arist. Meteor. 2. 9.)

164
τοῦτο ποιεῖ ταὐτό· συγκαταφέρει γὰρ πολλὰ τῶν σπερμάτων, καὶ ἄμα σῆψίν τινα τῆς γῆς καὶ τοῦ ὕδατος· ἐπεὶ καὶ ἡ μίξις αὐτὴ τῆς Αἰγυπτίας γῆς δοκεῖ τινα γεννᾶν ὕλην.

ἐνιαχοῦ δε, ἂν μόνον ὑπεργάσωνται καὶ κινήσωσιν, εὐθὺς ἀναβλαστάνει τὰ οἰκεῖα τῆς χώρας, ὥσπερ ἐν Κρήτῃ κυπάριττοι. γίνεται δὲ παραπλήσιόν τι τούτῳ καὶ ἐν τοῖς ἐλάττοσιν· ἄμα γὰρ κινουμένης ἀναβλαστάνει πόα τις ἐν ἑκάστοις. ἐν δὲ τοῖς ἡμιβρόχοις ἐὰν ὑπονεάσῃς φαίνεσθαί φασι τρίβολον. αὗται μὲν οὖν ἐν τῇ μεταβολῇ τῆς χώρας εἰσίν, εἴτε καὶ ἐνυπαρχόντων σπερμάτων εἴτε καὶ αὐτῆς πως διατιθεμένης· ὅπερ ἴσως οὐκ ἄτοπον ἐγκατακλειομένων ἅμα τῶν ὑγρῶν· ἐνιαχοῦ δὲ καὶ ὑδάτων ἐπιγινομένων ἰδιώτερον ἀνατεῖλαι ὕλης πλῆθος, ὥσπερ ἐν Κυρήνῃ πιττώδους τινὸς γενομένου καὶ παχέος· οὕτως γὰρ ἀνεβλάστησεν ἡ πλησίον ὕλη πρότερον οὐκ οὖσα. φασὶ δὲ καὶ τό γε σίλφιον οὐκ ὂν πρότερον ἐκ τοιαύτης τινὸς αἰτίας φανῆναι. τρόποι μὲν οὖν τοιοῦτοι τῶν τοιούτων γενέσεων.