Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

VII. Περὶ δὲ τῆς ἐργασίας καὶ τῆς θεραπείας τὰ μέν ἐστι κοινὰ τὰ δὲ ἴδια καθ᾿ ἕκαστον. κοινὰ μὲν ἥ τε σκαπάνη καὶ ἡ ὑδρεία καὶ ἡ κόπρωσις, ἔτι δὲ ἡ διακάθαρσις καὶ ἀφαίρεσις τῶν αὔων. διαφέρουσι δὲ τῷ μᾶλλον καὶ ἧττον. τὰ μὲν φίλυδρα καὶ φιλόκοπρα τὰ δ᾿ οὐχ ὁμοίως, οἶον ἡ κυπάριττος, ἥπερ οὐ φιλόκοπρον οὐδὲ φίλυδρον, ἀλλὰ καὶ ἀπόλλυσθαί φασιν ἐάν γε νέαν οὖσαν ἐφυδρεύωσι πολλῷ. ῥόα δὲ καὶ ἄμπελος φίλυδρα. συκῆ δὲ εὐβλαστοτέρα μὲν ὑδρευομένη τὸν δὲ καρπὸν ἴσχει χείρω πλὴν τῆς Λακωνικῆς· αὕτη δὲ φίλυδρος.

[*](¹ ἀνάταλιν conj. Sch.; τἀνάπαλιν Ald. cf. C P. 2. 9. 4; Geop. 10. 45; Plin. 17. 84. ² οὖν ins. H.)[*](2 δασύνεσθαι: see LS. reff. s.v. δασύς.)[*](4 cf. C P. 2. 9. 3.)[*](5 εὐβατωτέραν (i.e. ‘more manageable’). The reference is to a method of keeping the tree dwarf (Bod.). Plin. l.c. has)
146

Διακαθαίρεσθαι δὲ πάντα ζητῖ· βελτίω γὰρ τῶν αὔων ἀφαιρουμένων ὥσπερ ἀλλοτρίων, ἃ και τὰς αὐξήσεις καὶ τὰς τροφὰς ἐμποδίζει. δι᾿ ὃ καὶ --- ὅταν ᾖ γεράνδρυον ὅλως κόπτουσιν· ἡ γὰρ βλάστησις νέα γίνεται τοῦ δένδρου. πλείστης δὲ διακαθάρσεώς φησιν Ἀνδροτίων δεῖσθαι μύρρινον καὶ ἐλάαν· ὅσῳ γὰρ ἂν ἐλάττω καταλίπῃς, ἄμεινον βλαστήσει καὶ τὸν καρπὸν οἴσει πλείω· πλὴιν ἀμπέλου δῆλον ὅτι· ταύτῃ γὰρ ἀναγκαιότερον καὶ πρὸς βλάστησιν καὶ πρὸς εὐκαρπίαν. ἁπλῶς δὲ καὶ ταύτην καὶ τὴν ἄλλην θεραπείαν πρὸς τὴν ἰδίαν φύσιν ἑκάστῳ ποιητέον.

Δεῖσθαι δέ φησιν Ἀνδροτίων καὶ κόπρου δριμυτάτης καὶ πλείστης ὑδρείας, ὥσπερ καὶ τῆς διακαθάρσεως, ἐλάαν καὶ μύρρινον καὶ ῥόαν· οὐ γὰρ ἔχειν μήτραν οὐδὲ νόσημα κατὰ γῆς οὐδέν· ἀλλ᾿ ἐπειδὰν παλαιὸν ᾖ τὸ δένδρον, ἀποτέμνειν δεῖν τοὺς ἀκρεμόνας ἔπειτα τὸ στέλεχος θεραπεύειν ὡσπερὰν ἐξ ἀρχῆς φυτευθέν· οὕτω δε φασι πολυχρονιώτερα καὶ ἰσχυρότατα μύρρινον εἶναι καὶ ἐλάαν. ταῦτα μὲν οὖν ἐπισκέψαιτ ἄν τις, εἰ καὶ μὴ πάντα ἀλλὰ περί γε τῆς μήτρας.

Ἡ δὲ κόπρος οὕτε πᾶσιν ὁμοίως οὖθ᾿ ἡ αὐτὴ πᾶσιν ἁρμόττει· τὰ μὲν γὰρ δριμείας δεῖται τὰ δ᾿ ἦττον τὰ δὲ παντελῶς κούφης. δριμυτάτη δὲ ἡ τοῦ ἀνθρώπου· καθάπερ καὶ Χαρτόδρας ἀρίστην μὲν ταύτην εἶναί φησι, δευτέραν δὲ τὴν ὑείαν, τρίτην δὲ αἰγός, τετάρτην δὲ προβάτου, [*](¹ Plin. 17. 248. ² Name of tree missing. Sch.) [*](3 cf. C.P. 3. 10. 4. ⁴ ταύτῃ conj. W.; ταύτης Ald.)

148
πέμπτην δὲ βοός, ἕκτην δὲ τὴν λοφούρων. ἡ δὲ συρματῖτις ἄλλη καὶ ἄλλως· ἡ μὲν γὰρ ἀσθενεστέρα ταύτης ἡ δὲ κρείττων.

Τὴν δὲ σκαπάνην πᾶσιν οἴονται συμφέρειν, ὥσπερ καὶ τὴν ὄσκαλσιν τοῖς ἐλάττοσιν· εὐτραφέστερα γὰρ γίνεσθαι. τρέφειν δὲ δοκεῖ καὶ ὁ κονιορτὸς ἔνια καὶ θάλλειν ποιεῖν, οἶον τὸν βότρυν, δι᾿ ὃ καὶ ὑποκονίουσι πολλάκις· οἱ δὲ καὶ τὰς συκᾶς ὑποσκάπτουσιν ἔνθα τούτου δεῖ. Μεγαροῖ δὲ καὶ τοὺς σικύους καὶ τὰς κολοκύντας, ὅταν οἱ ἐτησίαι πνεύσωσι, σκάλλοντες κονιορτοῦσι καὶ οὕτω γλυκυτέρους καὶ ἁπαλωτέρους ποιοῦσιν οὐχ ὑδρεύοντες. τοῦτο μὲν οὖν ὁμολογούμενον. τὴν δ᾿ ἄμπελον οὕ φασί τινες δεῖν ἢ ὑποκονίειν οὐδ᾿ ὅλως ἅπτεσθαι περκάζοντος τοῦ βότρυος, ἀλλ᾿ εἴπερ ὅταν ἀπομελανθῇ. οἱ δὲ τὸ ὅλον μηδὲ τότε πλὴν ὅσον ὑποτῖλαι τὴν βοτάνην· ὑπὲρ μὲν οὖν τούτων ἀμφισβητοῦσιν.

Ἐὰν δέ τι μὴ φέρῃ καρπὸν ἀλλ᾿ εἰς βλάστησιν τρέπηται, σχίζουσι τοῦ στελέχους τὸ κατὰ γῆν καὶ λίθον ἐντιθέασιν ὅπως ἂν ῥαγῇ, καί φασι φέρειν. ὁμοίως δὲ καὶ ἐάν τις τῶν ῥιζῶν τινας περιτέμῃ, δι᾿ ὃ καὶ τῶν ἀμπέλων ὅταν τραγῶσι τοῦτο ποιοῦσι τὰς ἐπιπολῆς. τῶν δὲ συκῶν πρὸς τῷ περιτέμνειν καὶ τέφραν περιπάττουσι καὶ κατασχάζουσι τὰ στελέχη καί φασι φέρειν μᾶλλον. ἀμυγδαλῇ δὲ καὶ πάτταλον ἐγκόψαντες [*](¹ Lit. ‘bushy tails,’ i.e. horses asses mules.) [*](2 cf. C.P. 3. 16. 3. δεῖ ins. H; so apparently G reed.) [*](⁴ δεῖν ὑποκονίειν οὐδ᾿ ὅλως conj. W. (so Sch., but keeping [ἢ] after δεῖν); δεῖν ἡ ὑποκινιεῖν οὐδ᾿ ὅλως UM V; δεῖν ἢ ὑποκο- νιεῖν ἢ ὅλως Ald. 5 Plin. 17. 253 and 254.)

150
σιδηροῦν ὅταν τετράνωσιν ἄλλον ἀντεμβάλλουσι δρύῖνον καὶ τῇ γῇ κρύπτουσιν· ὃ καὶ καλοῦσί τινες κολάζειν ὡς ὑβρίζον τὸ δένδρον.

Ταὐτὸν δὲ τοῦτο καὶ ἐπὶ τῆς ἀπίου καὶ ἐπ᾿ ἄλλων τινὲς ποιοῦσιν. ἐν Ἀρκαδίᾳ δὲ καὶ εὐθύνειν καλοῦσι τὴν ὄαν· πολὺ γὰρ τὸ δένδρον τοῦτο παρ᾿ αὐτοῖς ἐστι. καί φασιν, ὅταν πάθῃ τοῦτο, τὰς μὲν μὴ φερούσας φέρειν τὰς δὲ μὴ πεττούσας ἐκπέττειν καλῶς. ἀμυγδαλῆν δὲ καὶ ἐκ πικρᾶς γίγνεσθαι γλυκεῖαν, ἐάν τις περιορύξας τὸ στέλεκχος καὶ τιτράνας ὅσον τε παλαιστιαῖον τὸ πανταχόθεν ἀπορρέον δάκρυον ἐπὶ ταὐτὸ ἐᾷ καταρρεῖν. τοῦτο μὲν οὖν ἂν εἴη πρός τε τὸ φέρειν ἄμα καὶ πρὸς τὸ εὐκαρπεῖν.

VIII. Ἀποβάλλει δὲ πρὸ τοῦ πέψαι τὸν καρπὸν ἀμυγδαλῆ μηλέα ῥόα ἄπιος καὶ μάλιστα δὴ πάντων συκῆ καὶ φοῖνιξ, πρὸς ἃ καὶ τὰς βοηθείας ζητοῦσι· ὅθεν καὶ ὁ ἐρινασμός· ἐκ γὰρ τῶν ἐκεῖ κρεμαννυμένων ἐρινῶν ψῆνες ἐκδυόμενοι κατεσθίουσι καὶ πιαίνουσι τὰς κορυφάς. διαφέρουσι δὲ καὶ αἱ χῶραι πρὸς τὰς ἀποβολάς· περὶ γὰρ Ἰταλίαν οὔ φασιν ἀποβάλλειν, δι᾿ οὐδ᾿ ἐρινάζουσιν· [*](¹ The operation being performed at the base of the tree. cf. § 7. 2 ἐκπέττειν conj. R. Const.; εἰσπίττειν UMAld.) [*](3 Plin. 17. 252.) [*](4 τὸ πανταχόθεν conj. W,; πανταχόθεν τὸ MSS.; so ap- parently G. cf. C.P. 2. 14. 4.) [*](5 πεψαι conj. Sch.; πέμψαι Ald.) [*](6 ἐκεῖ κρεμαννυμένων ἐρινῶν I conj.; ἐκεῖ κρεμαννυμένων Ald.: ἐπικρεμαμένων ἐρινῶν conj. W.: but the present partic. is used C.P. 2. 9. 5.)

152
οὐδ᾿ ἐν τοῖς καταβορείοις καὶ λεπτογείοις, οἷον ἐπὶ Φαλύκῳ τῆς Μεγαρίδος· οὐδὲ τῆς Κορινθίας ἔν τισι τόποις. ὡσαύτως δὲ καὶ ἡ τῶν πνευμάτων κατάστασις· βορείοις γὰρ μᾶλλον ἡ νοτίοις ἀποβάλλουσι, κἂν ψυχρότερα καὶ πλείω γένηται μᾶλλον· ἔτι δ᾿ αὐτῶν τῶν δένδρων ἡ φύσις᾿ τὰ πρώϊα γὰρ ἀποβάλλει, τὰ δ᾿ ὄψια οὐκ ἐκβάλλει, καθάπερ ἡ Λακωνικὴ καὶ αἱ ἄλλαι. δι᾿ ὃ καὶ οὐκ ἐρινάζουσι ταύτας. ταῦτα μὲν οὖν ἔν τε τοῖς τόποις καὶ τοῖς γένεσι καὶ τῇ καταστάσει τοῦ ἀέρος ἔχει τὰς διαφοράς.

Οἱ δὲ ψῆνες ἐκδύονται μὲν ἐκ τοῦ ἐρινεοῦ, καθάπερ εἴρηται· γίνονται δ᾿ ἐκ τῶν κεγχραμίδων. σημεῖον δὲ λέγουσιν, ὅτι ἐπειδὰν ἐκδύωσιν οὐκ ἔνεισι κεγχραμίδες. ἐκδύονται δὲ οἱ πολλοὶ ἐγκαταλιπόντες ἡ πόδα ἡ πτερόν. γένος δέ τι καὶ ἕτερὸν ἐστι τῶν ψηνῶν, ὃ καλοῦσι κεντρίνας· οὗτοι δ᾿ ἀργοὶ καθάπερ κηφῆνες· καὶ τοὺς εἰσδυομένους τῶν ἑτέρων κτείνουσιν αὐτοὶ δὲ ἐναποθνήσκουσιν. ἐπαινοῦσι δὲ μάλιστα τῶν ἐρινῶν τὰ μέλανα τὰ ἐκ τῶν πετρωδῶν χωρίων· πολλὰς γὰρ ἔχει ταῦτα κεγχραμίδας.

γιγνώσκεται δὲ τὸ ἐρινασμένον τῷ ἐρυθρὸν εἶναι καὶ ποικίλον καὶ ἰσχυρόν· τὸ δ᾿ ἀνερίναστον λευκὸν καὶ ἀσθενές· προστιθέασι δὲ τοῖς δεομένοις ὅταν ὕσῃ. ὅπου δὲ πλεῖστος κονιορτός, ἐνταῦθα πλεῖστα καὶ [*](¹ cf. 8. 2. 11.) [*](² ψυχρότερα καὶ πλείω conj. Sch.; τεχνοτέρα καὶ πλείων MV Ald.; τεχοότερα καὶ πλείω U.) [*](³ πρωῒα conj. Sch. from G; πρῶτα Ald.H.) [*](4 Plin. 17. 255 and 256.)

154
ἰσχυρότατα τὰ ἐρινὰ γίνεται. φασὶ δὲ ἐρινάζειν καὶ τὸ πόλιον, ὁπόταν αὐτῷ καρπὸς ᾖ πολύς, καὶ τοὺς τῆς πτελέας κωρύκους· ἐγγίνεται γὰρ καὶ ἐν τούτοις θηρίδι᾿ ἄττα. κνῖπες ὅταν ἐν ταῖς συκαῖς γίνωνται κατεσθίουσι τοὺς ψῆνας. ἄκος δὲ τούτου φασὶν εἶναι τοὺς καρκίνους προσπερονᾷν· πρὸς γὰρ τούτους τρέπεσθαι τοὺς κνίπας. ἀλλὰ γὰρ δὴ ταῖς μὲν συκαῖς αὗται βοήθειαι.

Τοῖς δὲ φοίνιξιν αἱ ἀπὸ τῶν ἀρρένων πρὸς τοὺς. θήλεις· οὗτοι γάρ εἰσιν οἱ ἐπιμένειν ποιοῦντες καὶ ἐκπέττειν, ὃ καλοῦσί τινες ἐκ τῆς ὁμοιότητος ὀλυνθάζειν. γίνεται δὲ τόνδε τὸν τρόπον. ὅταν ἀνθῇ τὸ ἄρρεν, ἀποτέμνουσι τὴν σπάθην ἐφ᾿ ἧς τὸ ἄνθος εὐθὺς ὧσπερ ἔχει, τόν τε χνοῦν καὶ τὸ ἄνθος καὶ τὸν κονιορτὸν κατασείουσι κατὰ τοῦ καρποῦ τῆς θηλείας· κἂν τοῦτο πάθῃ, διατηρεῖ καὶ οὐκ ἀποβάλλει. φαίνεται δ᾿ ἀμφοῖν ἀπὸ τοῦ ἄρρενος τοῖς θήλεσι βοήθεια γίνεσθαι· θῆλυ γὰρ καλοῦσι τὸ καρποφόρον· ἀλλ᾿ ἡ μὲν οἶον μῖξις· ἡ δὲ κατ᾿ ἄλλον τρόπον.

[*](¹ ὁπότ᾿ ἂν . . . πολύς conj. W. from G, cum ropiose fructi- fcat; ὁπόταν αἰγίπυρος πόλος MSS. adds καὶ before ὁπόταν.)[*](² κωρύκους I conj. In 3. 14. 1. the elm is said to bear κωουκίδες which contain gnat-like creatures; these growths are called κωρυκώδη τινα κοῖλα 3. 15. 4; and in 3. 7. 3. the)
158

I. Ἐπεὶ δὲ περὶ τῶν ἡμέρων δένδρων εἴρηται. λεκτέον ὁμοίως καὶ περὶ τῶν ἀγρίων, εἴ τέ τι ταὐτὸν καὶ ἕτερον ἔχουσι τοῖς ἡμέροις εἴ θ᾿ ὅλως ἴδιον τῆς φύσεως.

Αἱ μὲν οὖν γενέσεις ἁπλαῖ τινες αὐτῶν εἰσι· πάντα γὰρ ἢ ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης φύεται. τοῦτο δ᾿ οὐχ ὡς οὐκ ἐνδεχόμενον καὶ ἄλλως, ἀλλ᾿ ἴσως διὰ τὸ μὴ πειρᾶσθαι μηδένα μηδὲ φυτεύειν· ἐκφύοιτο δ᾿ ἂν εἰ λαμβάνοιεν τόπους ἐπιτηδείους καὶ θεραπείαν τὴν ἁρμόττουσαν· ὥσπερ καὶ νῦν τὰ ἀλσώδη καὶ φίλυδρα, λέγω δ᾿ οἷον πλάτανον ἰτέαν λεύκην αἴγειρον πτελέαν· ἅπαντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα φυτευόμενα βλαστάνει καὶ τάχιστα καὶ κάλλιστα ἀπὸ τῶν παρασπάδων, ὥστε καὶ μεγάλας οὔσας ἤδη καὶ ἰσοδένδρους ἄν τις μεταθῇ διαμένειν· φυτεύεται δὲ τὰ πολλὰ αὐτῶν καὶ καταπηγνύμενα, καθάπερ ἡ λεύκη καὶ ἡ αἴγειρος.