Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Φυλλοβολεῖ δὲ πάντα τοῦ μετοπώρου καὶ μετὰ τὸ μετόπωρον, πλὴν τὸ μὲν θᾶττον τὸ δὲ βραδύτερον ὥστε καὶ τοῦ χειμῶνος ἐπιλαμβάνειν. οὐκ ἀνάλογοι δὲ αἱ φυλλοβολίαι ταῖς βλαστήσεσιν. ὥστε τὰ πρότερον βλαστήσαντα πρότερον φυλλοβολεῖν, ἀλλ᾿ ἔνια πρωϊβλαστεῖ μὲν οὐδὲν δὲ προτερεῖ τῶν ἄλλων, ἀλλά τινων καὶ ὑστερεῖ, καθάπερ ἡ ἀμυγδαλῆ.

Τὰ δὲ ὀψιβλαστεῖ μὲν οὐδὲν δὲ ὡς εἰπεῖν ὑστερεῖ τῶν ἄλλων, ὥσπερ ἡ συκάμινος. δοκεῖ δὲ καὶ ἡ χώρα συμβάλλεσθαι καὶ ὁ τόπος ὁ ἔνικμος πρὸς τὸ διαμένειν. τὰ γὰρ ἐν τοῖς ξηροῖς καὶ ὅλως λεπτογείοις πρότερα φυλλοβολεῖ καὶ τὰ πρεσβύτερα δὲ τῶν νέων. ἔνια δὲ καὶ πρὸ τοῦ πεπᾶναι τὸν καρπὸν ἀποβάλλει τὰ φύλλα, καθάπερ αἱ ὄψιαι συκαῖ καὶ ἀχράδες.

Τῶν δ᾿ ἀειφύλλων ἡ ἀποβολὴ καὶ ἡ αὔανσις κατὰ μέρος· οὐ γὰρ δὴ ταὐτὰ αἰεὶ διαμένει, ἀλλὰ τὰ μὲν ἐπιβλαστάνει τὰ δ᾿ ἀφαυαίνεται. τοῦτο δὲ περὶ τροπὰς μάλιστα γίνεται θερινάς. εἰ δέ τινων καὶ μετ᾿ Ἀρκτοῦρον ἢ καὶ κατ᾿ ἄλλην ὥραν ἐπισκεπτέον. καὶ τὰ μὲν περὶ τὴν φυλλοβολίαν οὕτως ἔχει.

[*](1 Plin. 16. 82 and 83.)
68

X. Τὰ δὲ φύλλα τῶν μὲν ἄλλων δένδρων ὅμοια πάντων αὐτὰ ἑαυτοῖς, τῆς δὲ λεύκης καὶ τοῦ κιττοῦ καὶ τοῦ καλουμένου κρότωνος ἀνόμοια καὶ ἑτεροσχήμονα· τὰ μὲν γὰρ νέα περιφερῆ τὰ δὲ παλαιότερα γωνοειδῆ, καὶ εἰς τοῦτο ἡ μετάστασις πάντων. τοῦ δὲ κιττοῦ ἀνάπαλιν νέου μὲν ὄντος ἐγγωνιώτερα πρεσβυτέρου δὲ περιφερέστερα· μεταβάλλει γὰρ καὶ οὗτος. ἴδιον δὲ καὶ τὸ τῇ ἐλάᾳ καὶ τῇ φιλύρᾳ καὶ τῇ πτελέᾳ καὶ τῇ λεύκῃ συμβαῖνον· στρέφειν γὰρ δοκοῦσιν τὰ ὕπτια μετὰ τροπὰς θερινάς, καὶ τούτῳ γνωρίζουσιν ὅτι γεγένηνται τροπαί.

πάντα δὲ τὰ φύλλα διαφέρει κατὰ τὰ ὕπτια καὶ τὰ πρανῆ. καὶ τῶν μὲν ἄλλων τὰ ὕπτια ποιωδέστερα καὶ λειότερα· τὰς γὰρ ἶνας καὶ τὰς φλέβας ἐν τοῖς πρανέσιν ἔχουσιν, ὥσπερ ἡ χεὶρ . τῆς δ᾿ ἐλάας λευκότερα καὶ ἦττον λεῖα ἐνίοτε καὶ τὰ ὕπτια. πάντα δὴ ἢ τά γε πλεῖστα ἐκφανῆ ἔχει τὰ ὕπτια καὶ ταῦτα γίνεται τῷ ἡλίῳ φανερά. καὶ στρέφεται τὰ πολλὰ πρὸς τὸν ἥλιον· δι᾿ ὃ καὶ οὐ ῥᾴδιον εἰπεῖν ὁπότερον πρὸς τῷ κλῶνι μᾶλλόν ἐστιν· ἡ μὲν γὰρ ὑπτιότης μᾶλλον δοκεῖ ποιεῖν τὸ πρανές, ἡ δὲ φύσις οὐχ ἦττον βούλεται τὸ ὕπτιον, ἄλλως τε καὶ ἡ ἀνάκλασις διὰ τὸν ἥλιον· ἴδοι δ᾿ [*](1 Plin. 16. 85.) [*](2 καὶ τοῦ κιττοῦ καὶ τοῦ MSS. cf. Plin. l.c ; Diosc. 4. 164. καὶ τοῦ κικίου τοῦ καὶ conj. W.: Galen, Lex. Hipp., gives κίκιον as a name for the root of κρότων. cf. C. P. 2. 16. 4.) [*](³ i.e. not ‘entire.’ ‘Young leaves’ = cleaves of the young tree.) [*](4 This seems to contradict what has just been said.) [*](τὰ ἄρθρα add. Sch. from Plin. 16. 88, incisuras. cf. Arist H.A. 1. 15, where Plin. (11. 274) renders ἄρθρα incisuras.)

70
ἄν τις ὅσα πυκνὰ καὶ κατ᾿ ἄλληλα, καθάπερ τὰ τῶν μυρρίνων.

Οἴονται δέ τινες καὶ τὴν τροφὴν τῷ ὑπτίῳ διὰ τοῦ πρανοῦς εἶναι, διὰ τὸ ἔνικμον ἀεὶ τοῦτο καὶ χνοῶδες εἶναι, οὐ καλῶς λέγοντες. ἀλλὰ τοῦτο μὲν ἴσως συμβαίνει χωρὶς τῆς ἰδίας φύσεως καὶ διὰ τὸ μὴ ὁμοίως ἡλιοῦσθαι, ἡ δὲ τροφὴ διὰ τῶν φλεβῶν ἢ ἰνῶν ὁμοίως ἀμφοτέροις· ἐκ θατέρου δ᾿ εἰς θάτερον οὐκ εὔλογον μὴ ἔχουσι πόρους μηδὲ βάθος δι᾿ οὗ· ἀλλὰ περὶ μὲν τροφῆς διὰ τίνων ἕτερος λόγος.

Διαφέρουσι δὲ καὶ τὰ φύλλα πλείοσι διαφοραῖς· τὰ μὲν γάρ ἐστι πλατύφυλλα, καθάπερ ἄμπελος συκῆ πλάτανος, τὰ δὲ στενόφυλλα, καθάπερ ἐλάα ῥόα μύρρινος· τὰ δ᾿ ὥσπερ ἀκανθόφυλλα, καθάπερ πεύκη πίτυς κέδρος· τὰ δ᾿ οἷον σαρκόφυλλα· τοῦτο δ᾿ ὅτι σαρκῶδες ἔχουσι τὸ φύλλον, οἷον κυπάριττος μυρίκη μηλέα, τῶν δὲ φρυγανικῶν κνέωρος στοιβὴ καὶ ποιωδῶν ἀείζωον πόλιον· τοῦτο δὲ καὶ πρὸς τοὺς σῆτας τοὺς ἐν τοῖς ἱματίοις ἀγαθόν· τὰ γὰρ αὖ τῶν τευτλίων ἢ ῥαφάνων ἄλλον τρόπον σαρκώδη καὶ τὰ τῶν πηγανίων καλουμένων· ἐν πλάτει γὰρ καὶ οὐκ ἐν στρογγυλότητι τὸ σαρκῶδες. καὶ τῶν θαμνωδῶν δὲ ἡ μυρίκη σαρκῶδες τὸ φύλλον ἔχει.