Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

VIII. Τῶν δένδρων τὰς τοιαύτας ἄν τις λάβοι διαφοράς. ἔστι γὰρ τὰ μὲν ὀζώδη τὰ δ᾿ ἄνοζα καὶ φύσει καὶ τόπῳ κατὰ τὸ μᾶλλον καὶ ἧττον. ἄνοζα δὲ λέγω οὐχ ὥστε μὴ ἔχειν ὅλω—οὐδὲν γὰρ τοιοῦτο δένδρον, ἀλλ᾿ εἴπερ, ἐπὶ τῶν ἄλλων οἷον σχοῖνος τύφη κύπειρος ὅλως ἐπὶ τῶν λιμνωδῶν—ἀλλ᾿ ὥστε ὀλίγους ἔχειν. φύσει μὲν οἷον ἀκτὴ δάφνη συκῆ ὅλως πάντα τὰ λειόφλοια καὶ ὅσα κοῖλα καὶ μανά. ὀζῶδες δὲ ἐλάα πεύκη κότινος· τούτων δὲ τὰ μὲν ἐν παλισκίοις καὶ νηνέμοις καὶ ἐφύδροις, τὰ δὲ ἐν εὐηλίοις καὶ χειμερίοις καὶ πνευματώδεσι καὶ λεπτοῖς καὶ ξηροῖς· τὰ μὲν γὰρ ἀνοζότερα, τὰ δὲ ὀζωδέστερα τῶν [*](¹ τι conj. W.: τις MSS. ² Plin. 21. 104.) [*](3 cf. 8. 11. 8; Plin. 18. 133 and 134.) [*](4 διείρει conj. Sch.; διαιρεῖ P2Ald.; C. P. 2. 17. 7.) [*](5 ὔζος is the knot and the bough starting from it: cf. Arist. de iuv et sen. 3.) [*](6 ἐπὶ τῶν conj. Coraes; ἡ τῶν UM; ἦττον (erased) P (ἐκ τῶν marg.) ῆττον Ald.)

56
ὁμογενῶν. ὅλως δὲ ὀζωδέστερα τὰ ὀρεινὰ τῶν πεδεινῶν καὶ τὰ ξηρὰ τῶν ἑλείων.

Ἔτι δὲ κατὰ τὴν φυτείαν τὰ μὲν πυκνὰ ἄνοζα καὶ ὀρθά, τὰ δὲ μανὰ ὀζωδέστερα καὶ σκολιώτερα· συμβαίνει γὰρ ὥστε τὰ μὲν ἐν παλισκίῳ εἶναι τὰ δὲ ἐν εὐηλίῳ. καὶ τὰ ἄρρενα δὲ τῶν θηλειῶν ὀζωδέστερα ἐν οἷς ἐστιν ἄμφω, οἷον κυπάριττος ἐλάτη ὀστρυῒς κρανεία· καλοῦσι γὰρ γένος τι θηλυκρανείαν· καὶ τὰ ἄγρια δὲ τῶν ἡμέρων, καὶ ἀπλῶς καὶ τὰ ὑπὸ ταὐτὸ γένος, οἷον κότινος ἐλάας καὶ ἐρινὸς συκῆς καὶ ἀχρὰς ἀπίου. πάντα γὰρ ταῦτα ὀζωδέστερα· καὶ ὡς ἐπὶ τὸ πολὺ πάντα τὰ πυκνὰ τῶν μανῶν· καὶ γὰρ τὰ ἄρρενα πυκνότερα καὶ τὰ ἄγρια· πλὴν εἴ τι διὰ πυκνότητα παντελῶς ἄνοζον ἢ ὀλίγοζον, οἷον πύξος λωτός.

Εἰσὶ δὲ τῶν μὲν ἄτακτοι καὶ ὡς ἔτυχεν οἱ ὄζοι, τῶν δὲ τεταγμένοι καὶ τῷ διαστήματι καὶ τῷ πλήθει καθάπερ εἴρηται· δι᾿ ὃ καὶ ταξιόζωτα ταῦτα καλοῦσιν. τῶν μὲν γὰρ οἷον δι᾿ ἴσου τῶν δὲ μεῖζον αἰεὶ τὸ πρὸς τῷ πάχει. καὶ τοῦτο κατὰ λόγον. ὅπερ μάλιστα ἔνδηλον καὶ ἐν τοῖς κοτίνοις καὶ ἐν τοῖς καλάμοις· τὸ γὰρ γόνυ καθάπερ ὄζος. καὶ οἱ μὲν κατ᾿ ἀλλήλους, ὥσπερ οἱ τῶν [*](1 Plin. 16. 125. ² 1. 8. 1.) [*](3 ταιόζωτα conj. W.; ἀξιολογώτατα Ald.; cf. ταξίφυλλος, 1. 10. 8. 4 Plin. 16. 122.)

58
κοτίνων, οἱ δ᾿ ὡς ἔτυχεν. ἔστι δὲ τὰ μὲν δίοζα, τὰ δὲ τρίοζα, τὰ δὲ πλείους ἔχοντα· ἔνια δὲ πεντάοζά ἐστι. καὶ τῆς μὲν ἐλάτης ὀρθοὶ καὶ οἱ ὄζοι καὶ οἱ κλάδοι ὥσπερ ἐμπεπηγότες, τῶν δὲ ἄλλων οὔ.

δι᾿ ὃ καὶ ἰσχυρὸν ἡ ἐλάτη. ἰδιώτατοι δὲ οἱ τῆς μηλέας· ὅμοιοι γὰρ θηρίων προσώποις, εἷς μὲν ὁ μέγιστος ἄλλοι δὲ περὶ αὐτὸν μικροὶ πλείους. εἰσὶ δὲ τῶν ὄζων οἱ μὲν τυφλοί, οἱ δὲ γόιιμοι. λέγω δὲ τυφλοὺς ἀφ᾿ ὧν μηδεὶς βλαστός. οὗτοι δὲ καὶ φύσει καὶ πηρώσει γίνονται, ὅταν ἢ μὴ λυθῇ καὶ ἐκβιάζηται ἢ καὶ ἀποκοπῇ καὶ οἷον ἐπικαυθεὶς πηρωθῇ· γίνονται δὲ μᾶλλον ἐν τοῖς παχέσι τῶν ἀκρεμόνων, ἐνίων δὲ καὶ ἐν τοῖς στελέχεσιν. ὅλως δὲ καὶ τοῦ στελέχους καὶ τοῦ κλάδου καθ᾿ ὃ ἂν ἐπικόψῃ ἢ ἐπιτέμῃ τις, ὄζος γίνεται καθαπερανεὶ διαιρῶν τὸ ἓν καὶ ποιῶν ἑτέραν ἀρχήν, εἴτε διὰ τὴν πήρωσιν εἴτε δι᾿ ἄλλην αἰτίαν· οὐ γὰρ δὴ κατὰ φύσιν τὸ ὑπὸ τῆς πληγῆς.

Αἰεὶ δὲ ἐν ἅποσιν οἱ κλάδοι φαίνονται πολυοζότεροι διὰ τὸ μήπω τἀνὰ μέσον προσηυξῆσθαι, καθάπερ καὶ τῆς συκῆς οἱ νεόβλαστοι τραχύ· τατοι καὶ τῆς ἀμπέλου τὰ ἄκρα τῶν κλημάτων. ὡς γὰρ ὄζος ἐν τοῖς ἄλλοις οὕτω καὶ ὀφθαλμὸς [*](¹ cf. 4. 4. 12. ² Plin. 16. 122.) [*](3 i.e. primary and secondary branches.) [*](4 cf. 5. 2. 2. 5 Plin. 16. 124.) [*](5 cf. Arist. de iuv. et sen. 3; Plin. 16. 125.) [*](7 ὅταν. . . πηρωθῇ conj. W.; ἢ ὅταν ἡ μὴ λυθῇ καὶ ἐκβιάζηται καὶ ἡ ἀποκοπὴ καί U; ὅταν ἢ μὴ λυθῇ καὶ ἐκβιάζηται ἢ ἀποκοπῇ P; ἢ ὅταν λυθῇ κοὶ ἐκβιάζηται ἢ ἀποκοπὴ καὶ οἱ οὐ P2; ὅταν ἢ μή λυθῇ καὶ ἐκβιάζηται καὶ ἢ ἀποκοπῇ καὶ Ald. H.; G differs widely.)

60
ἐν ἀμπελῳ και ἐν καλάμῳ γονυ --- ἐνίοις δὲ καὶ οἷον κράδαι γινονται, καθάπερ πτελέα καὶ δρυΐ καὶ μάλιστα ἐν πλατάνῳ· ἐὰν δὲ ἐν τραχέσι καὶ ἀνύδροις καὶ πνευματώδεσι καὶ παντελῶς. πάντως δὲ πρὸς τῇ γῇ καὶ οἷον τῇ κεφαλῇ τοῦ στελέχους ἀπογηρασκόντων τὸ πάθος τοῦτο γίνεται.

Ἔνια δὲ καὶ ἴσχει τοὺς καλουμένους ὑπο τινων ἢ γόγγρους ἢ τὸ ἀνάλογον, οἷον ἡ ἐλάα· κυριώτατον γὰρ ἐπὶ ταύτης τοῦτο τοὔνομα καὶ πάσχειν δοκεῖ μάλιστα τὸ εἰρημένον· καλοῦσι δ᾿ ἔνιοι τοῦτο πρέμνον οἱ δὲ κροτώνην οἱ δὲ ἄλλο ὄνομα. τοῖς δὲ εὐθέσι καὶ μονορρίζοις καὶ ἀπσραβλά στοις οὐ γίνεται τοῦθ᾿ ὅλως ἢ ἧττον· φοῖνιξ δὲ παραβλαστητικόν· ἡ δὲ ἐλάα καὶ ὁ κότινος καὶ τὰς οὐλότητας ἰδίας ἔχουσι τὰς ἐν τοῖς στελέχεσι.

IX. Ἔστι μὲν οὑν τὰ μὲν ὡς εἰς μῆκος αὐξητικὰ μάλιστ᾿ ἢ μόνον, οἷον ἐλάτη φοῖνιξ κυπάριττος καὶ ὅλως τὰ μονοστελέχη καὶ ὅσα μὴ πολύρριζα μηδὲ πολύκλαδα· ἡ δὲ φοῖνιξ ἀπαραβλαστητικόν· τὰ δὲ ὁμοῖα τούτοις ἀνὰ λόγον καὶ εἰς βάθος. ἔνια δ᾿ εὐθὺς σχίζεται, οἷον ἡ [*](¹ The opening of the description of the diseases of trees seems to have been lost. 2 κράδι; cf. C. P. 5. 1. 3.) [*](³ πάντως. . . γίνεται conj. W.; πάντως δὲ ὁ πρὸς τῇ γῇ καὶ οἷον τ. κ. στ. ἀπογηράσκων τῶν παχυτέρων γίνεται Ald.; so U except παχύτερον, and M except παχύτερος.) [*](4 πόγγρους: cf. Hesych., s.υυ. γόγγρος, κροτόνη.) [*](5 The word is otherwise unknown.) [*](6 ἧττον· ἡ δὲ ἐλάα conj. W.; ἧττον· ἡ δὲ φοῖνιξ πάραβλασ- ητικέν· ἡ δὲ ἐλαα U; so Ald. except παραβλαστικόν. The)

62
μηλέα· τὰ δὲ πολύκλαδα καὶ μείζω τὸν ὄγκον ἔχει τὸν ἄνω, καθάπερ ῥόα· οὐ μὴν ἀλλ᾿ οὖν μέγιστά γε συμβάλλεται πρὸς ἕκαστον ἡ ἀγωγὴ καὶ ὁ τόπος καὶ ἡ τροφή. σημεῖον δ᾿ ὅτι ταὐτὰ πυκνὰ μὲν ὄντα μακρὰ καὶ λεπτὰ γίνεται, μανὰ δὲ παχύτερα καὶ βραχύτερα· καὶ ἐὰν μὲν εὐθύς τις ἀφιῇ τοὺς ὄζους βραχέα, ἐὰν δὲ ἀνακαθαίρῃ μακρά, καθάπερ ἡ ἄμπελος.

Ἱκανὸν δὲ κἀκεῖνο πρὸς πίστιν ὅτι καὶ τῶν λαχάνων ἔνια λαμβάνει δένδρου σχῆμα, καθάπερ εἴπομεν τὴν μαλάχην καὶ τὸ τεῦτλον· ἅπαντα δ᾿ ἐν τοῖς οἰκείοις τόποις εὐαυξῆ --- καὶ τὸ αὐτὸ κάλλιστον. ἐπεὶ καὶ τῶν ὁμογενῶν ἀνοζότερα καὶ μείζω καὶ καλλίω τὰ ἐν τοῖς οἰκείοις, οἷον ἐλάτη ἡ Μακεδονικὴ τῆς Παρνασίας καὶ τῶν ἄλλων. ἅπαντα δὲ ταῦτα καὶ ὅλως ἡ ὕλη ἡ ἀγρία καλλίων καὶ πλείων τοῦ ὄρους ἐν τοῖς προσβορείοις ἡ ἐν τοῖς πρὸς μεσημβρίαν.

Ἔστι δὲ τὰ μὲν ἀείφυλλα τὰ δὲ φυλλοβόλα. τῶν μὲν ἡμέρων ἀείφυλλα ἐλάα φοῖνιξ δάφνη μύρρινος πεύκης τι γένος κυπάριττος· τῶν δ᾿ ἀγρίων ἐλάτη πεύκη ἄρκευθος μίλος θυία καὶ ἣν Ἀρκάδες καλοῦσι φελλόδρυν φιλυρέα κέδρος πίτυς ἀγρία μυρίκη πύξος πρῖνος κήλαστρον φιλύκη ὀξυάκανθος ἀφάρκη, ταῦτα δὲ φύεται περὶ τὸν Ὄλυμπον, ἀνδράχλη κόμαρος τέρμινθος [*](¹ οὗν marked as doubtful in U. ² 1. 3. 2.) [*](³ καὶ τὸ αὐτὸ κάλλιστον. The first part of the sentence to which these words belong is apparently lost (W.).) [*](⁴ i.e. the fir and other trees mentioned in the lost words.) [*](5 Plin. 16. 80.) [*](6 μίλος conj. Sch.; σμίλαξ P2Aid.; cf. 3. 3. 3.)

64
ἀγρία δάφνη. δοκεῖ δ᾿ ἡ ἀνδράχλη καὶ ὁ κόμαρος τὰ μὲν κάτω φυλλοβολεῖν τὰ δὲ ἔσχατα τῶν ἀκρεμόνων ἀείφυλλα ἔχειν, ἐπιφύειν δὲ ἀεὶ τοὺς ἀκρεμόνας.

Τῶν μὲν οὖν δένδρων ταῦτα. τῶν δὲ θαμνωδῶν κιττὸς βάτος ῥάμνος κάλαμος κεδρίς· ἔστι γάρ τι μικρὸν ὃ οὐ δενδροῦται. τῶν δὲ φρυγανικῶν καὶ ποιωδῶν πήγανον ῥάφανος ῥοδωνία ἰωνία ἀβρότονον ἀμάρακον ἕρπυλλος ὀρίγανον σέλινον ἱπποσέλινον μήκων καὶ τῶν ἀγρίων εἴδη πλείω. διαμένει δὲ καὶ τούτων ἔνια τοῖς ἄκροις τὰ δὲ ἄλλα ἀποβάλλει οἶον ὀρίγανον σέλινον --- ἐπεὶ καὶ τὸ πήγανον κακοῦται καὶ ἀλλάττεται.

Πάντα δὲ καὶ τῶν ἄλλων τὰ ἀείφυλλα στενοφυλλότερα καὶ ἔχοντά τινα λιπαρότητα καὶ εὐωδίαν. ἔνια δ᾿ οὐκ ὄντα τῇ φύσει παρὰ τὸν τόπον ἐστὶν ἀείφυλλα, καθάπερ ἐλέχθη περὶ τῶν ἐν Ἐλεφαντίνῃ καὶ Μέμφει· κατωτέρω δ᾿ ἐν τῷ Δέλτα μικρὸν πάνυ χρόνον διαλείπει τοῦ μὴ ἀεὶ βλαστάνειν. ἐν Κρήτῃ δὲ λέγεται πλάτανόν τινα εἶναι ἐν τῇ Γορτυναίᾳ πρὸς πηγῇ τινι ἣ οὐ φυλλοβολεῖ· μυθολογοῦσι δὲ ὡς ὑπὸ ταύτῃ ἐμίγη τῇ Εὐρώπῃ ὁ Ζεύς· τὰς δὲ πλησίας πάσας φυλλοβολεῖν. ἐν δὲ Συβάρει δρῦς ἐστιν εὐσύνοπτος ἐκ τῆς πόλεως ἣ οὐ φυλλοβολεῖ· φασὶ [*](1 Plin. 16. 80.) [*](² Some words probably missing (W.) which would explain the next two clauses. 3 Plin. 16 82. ⁴ 1. 3. 5.) [*](5 Plin. 12. 11; Varro, 1. 7.)

66
δὲ οὐ βλαστάνειν αὐτὴν ἅμα ταῖς ἄλλαις ἀλλὰ μετὰ Κύνα. λέγεται δὲ καὶ ἐν Κύπρῳ πλάτανος εἶναι τοιαύτη.

Φυλλοβολεῖ δὲ πάντα τοῦ μετοπώρου καὶ μετὰ τὸ μετόπωρον, πλὴν τὸ μὲν θᾶττον τὸ δὲ βραδύτερον ὥστε καὶ τοῦ χειμῶνος ἐπιλαμβάνειν. οὐκ ἀνάλογοι δὲ αἱ φυλλοβολίαι ταῖς βλαστήσεσιν. ὥστε τὰ πρότερον βλαστήσαντα πρότερον φυλλοβολεῖν, ἀλλ᾿ ἔνια πρωϊβλαστεῖ μὲν οὐδὲν δὲ προτερεῖ τῶν ἄλλων, ἀλλά τινων καὶ ὑστερεῖ, καθάπερ ἡ ἀμυγδαλῆ.