Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Δεῖ δὲ καὶ τὰς τοιαύτας ὑπολαμβάνειν νῆς φύσεως. εὔσχιστον μὲν γὰρ ἡ ἐλάτη τῷ εὐθυπορεῖν, εὔθραυστον δὲ ἡ ἐλάα διὰ τὸ σκολιὸν καὶ σκληρόν. εὔκαμπτον δὲ ἡ φίλυρα καὶ ὅσα ἄλλα διὰ τὸ γλίσχραν ἔχειν τὴν ὑγρότητα. βαρὺ δὲ ἡ μὲν πύξος καὶ ἡ ἔβενος ὅτι πυκνά, ἡ δὲ δρῦς ὅτι γεῶδες. ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα πρὸς τὴν φύσιν πως ἀνάγεται.

VI. Διαφέρουσι δὲ καὶ ταῖς μήτραις· πρῶτον μὲν εἰ ἔνια ἔχει ἢ μὴ ἔχει, καθάπερ τινές φασιν ἄλλα τε καὶ τὴν ἀκτήν· ἔπειτα καὶ ἐν αὐτοῖς τοῖς ἔχουσι· τῶν μὲν γάρ ἐστι σαρκώδης τῶν δὲ ξυλώδης τῶν δὲ ὑμενώδης. καὶ σαρκώδης μὲν οἷον ἀμπέλου συκῆς μηλέας ῥοιᾶς ἀκτῆς νάρθηκος. ξυλώδης δὲ πίτυος ἐλάτης πεύκης, καὶ μάλιστα αὕτη διὰ τὸ ἔνδᾳδος εἶναι. τούτων δ᾿ ἔτι σκληρότεραι καὶ πυκνότεραι κρανείας πρίνου δρυὸς κυτίσου συκαμίνου ἐβένου λωτοῦ.

Διαφέρουσι δὲ αὐταὶ καὶ τοῖς χρώμασι· μέλαιναι γὰρ τῆς ἐβένου καὶ τῆς δρυός, ἣν καλοῦσι μελάνδρυον. ἅπασαι δὲ σκληρότεραι καὶ κραυρότεραι [*](¹ i.e. break across the grain. εὔθραυστα mP; ἄθραυστα UP Ald.; fragilis G. cf. 5. 5, Plin 16. 186.) [*](² ἄοζα conj. Palm. from G ; λοξά UP AId.) [*](³ i.e. across the grain. ⁴ cf. 5 6. 2. 5. cf. 5. 1. 4.) [*](6 T. appears not to agree as to elder : see below.)

40
τῶν ξύλων· δι᾿ ὃ καὶ οὐχ ὑπομένουσι καμπήν. μανότεραι δὲ αἱ μὲν αἱ δ᾿ οὔ. ὑμενώδεις δ᾿ ἐν μὲν τοῖς δένδροις οὐκ εἰσὶν ἢ σπάνιοι. ἐν δὲ τοῖς θαμνώδεσι καὶ ὅλως τοῖς ὑλήμασιν οἷον καλάμῳ τε καὶ νάρθηκι καὶ τοῖς τοιούτοις εἰσίν. ἔχει δὲ τὴν μήτραν τὰ μὲν μεγάλην καὶ φανεράν, ὡς πρῖνος δρῦς καὶ τἆλλα προειρημένα, τὰ δ᾿ ἀφανεστέραν, οἷον ἐλάα πύξος· οὐ γὰρ ἔστιν ἀφωρισμένην οὕτω λαβεῖν, ἀλλὰ καί φασί τινες οὐ κατὰ τὸ μέσον ἀλλὰ κατὰ τὸ πᾶν ἔχειν· ὥστε μὴ εἶναι τόπον ὡρισμένον· δι᾿ ὃ καὶ ἔνια οὐδ᾿ ἂν δόξειεν ὅλως ἔχειν· ἐπεὶ καὶ τοῦ φοίνικος οὐδεμία φαίνεται διαφορὰ κατ᾿ οὐδέν.

Διαφέρουσι δὲ καὶ ταῖς ῥίζαις. τὰ μὲν γὰρ πολύρριζα καὶ μακρόρριζα, κσθάπερ συκῆ δρῦς πλάτανος· ἐὰν γὰρ ἔχωσι τόπον, ἐφ᾿ ὁσονοῦν προέρχονται. τὰ δὲ ὀλιγόρριζα, καθάπερ ῥοιὰ μηλέα· τὰ δὲ μονόρριζα, καθάπερ ἐλάτη πεύκη· μονόρριζα δὲ οὕτως, ὅτι μίαν μεγάλην τὴν εἰς βάθος ἔχει μικρὰς δὲ ἀπὸ ταύτης πλείους. ἔχουσι δὲ καὶ τῶν μὴ μονορρίζων ἔνια τὴν ἐκ τοῦ μέσου μεγίστην καὶ κατὰ βάθους, ὥσπερ ἀμυγδαλῆ· ἐλάα δὲ μικρὰν ταύτην τὰς δὲ ἄλλας μείζους καὶ ὡς κεκαρκινωμένας. ἔτι δὲ τῶν μὲν παχεῖαι μᾶλλον τῶν δὲ ἀνωμαλεῖς, καθάπερ δάφνης ἐλάας· τῶν δὲ πᾶσαι λεπταί, καθάπερ ἀμπέλου.