Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Διαφέρει δὲ καὶ κατὰ τὴν ἔκφυσιν καὶ θέσιν· τὰ μὲν γὰρ ἔχει περὶ αὐτὸν τὸν καρπόν, οἷον ἄμπελος [*](1 i. e. petaloid.) [*](² ἀγρίων Ald.; αἰτίων U; ἀντιῶν MV; ποντίων conj. W.) [*](³ i. e. corolla and stamens, etc.) [*](4 i. e. are gamopetalous (or gamosepalous).)

92
ἐλάα· ἧς καὶ ἀποπίπτοντα διατετρημενα φαίνεται, καὶ τοῦτο σημεῖον λαμβάνουσιν εἰ καλῶς ἀπήνθηκεν· ἐὰν γὰρ συγκαυθῇ ἢ βρεχθῇ, συναποβάλλει τὸν καρπὸν καὶ οὐ τετρημένον γίγνεται· σχεδὸν δὲ καὶ τὰ πολλὰ τῶν ἀνθῶν ἐν μέσῳ τὸ περικάρπιον ἔχει, τάχα δὲ καὶ ἐπ᾿ αὐτοῦ τοῦ περικαρπίου, καθάπερ ῥόα μελέα ἄπιος κοκκυμηλεα μύρρινος, καὶ τῶν γε φρυγανικῶν ῥοδωνία καὶ τὰ πολλὰ τῶν στεφανωτικῶν· κάτω γὰρ ὑπὸ τὸ ἄνθος ἔχει τὰ σπέρματα· φανερώτατον δὲ ἐπὶ τοῦ ῥόδου διὰ τὸν ὄγκον. ἔνια δὲ καὶ ἐπ᾿ αὐτῶν τῶν σπερμάτων, ὥσπερ ὁ ἄκανος καὶ ὁ κνῆκος καὶ πάντα τὰ ἀκανώδη· καθ᾿ ἕκαστον γὰρ ἔχει τὸ ἄνθος. ὁμοίως δὲ καὶ τῶν ποιωδῶν ἔνια, καθάπερ τὸ ἄνθεμον· ἐν δὲ τοῖς λαχανηροῖς ὅ τε σίκυος καὶ ἡ κολοκύντη καὶ ἡ σικύα· πάντα γὰρ ἐπὶ τῶν καρπῶν ἔχει καὶ προσαυξανομένων ἐπιμένει τὰ ἄνθη πολὺν χρόνον.

Ἄλλα δὲ ἰδιωτέρως, οἷον ὁ κιττὸς καὶ ἡ συκάμινος· ἐν αὐτοῖς μὲν γὰρ ἔχει τοῖς ὅλοις περικαρπίοις, οὐ μὴν οὕτε ἐπ᾿ ἄκροις οὕτ᾿ ἐπὶ περιειληφόσι καθ᾿ ἕκαστον, ἀλλ᾿ ἐν τοῖς ἀνὰ μέσον· εἰ μὴ ἄρα οὐ σύνδηλα διὰ τὸ χνοῶδες.

Ἔστι δὲ καὶ ἄγονα τῶν ἀνθῶν ἔνια, καθάπερ ἐπὶ τῶν σικύων ἃ ἐκ τῶν ἄκρων φύεται τοῦ κλήματος, [*](¹ cf. 3. 16. 4. ² Lacuna in text; ἀνθῶν I conj.) [*](³ τάχα Ald.; τινα W. after Sch. conj.) [*](4 ἄποισ conj. Bod.; ἄγνος Ald. H.) [*](5 i. e. composites.) [*](6 σπερμάτων conj. Dalec. from G ; στομάτων Ald.) [*](7 ἄκανος conj W.; ἄκαρος UV.) [*](8 ἀκανώδη conj. W.; ἀνθώδη Ald. H. cf. 1. 10. 6; 6. 4. 4.)

94
δι᾿ ὃ καὶ ἀφαιροῦσιν αὐτά· κωλύει γὰρ τὴν τοῦ σικύου βλάστησιν. φασὶ δὲ καὶ τῆς μηλέας τῆς Μηδικῆς ὅσα μὲν ἔχει τῶν ἀνθῶν ὥσπερ ἠλακάτην τινὰ πεφυκυῖαν ἐκ μέσου ταῦτ᾿ εἶναι γόνιμα, ὅσα δὲ μὴ ἔχει ταῦτ᾿ ἄγονα. εἰ δὲ καὶ ἐπ᾿ ἄλλου τινὸς ταῦτα συμβαίνει τῶν ἀνθοφόρων ὥστε ἄγονον ἄνθος φύειν εἴτε κεχωρισμένον εἴτε μή, σκεπτέον. ἐπεὶ γένη γε ἔνια καὶ ἀμπέλου καὶ ῥόας ἀδυνατεῖ τελεοκαρπεῖν, ἀλλὰ μέχρι τοῦ ἄνθους ἡ γένεσις.

(Γίνεται δὲ καὶ τό γε τῆς ῥόας ἄνθος πολὺ καὶ πυκνὸν καὶ ὅλως ὁ ὄγκος πλατὺς ὥσπερ ὁ τῶν ῥόδων· κάτωθεν δ᾿ ἑτεροῖος· οἷος δίωτος μικρὸς ὥσπερ ἐκτετραμμένος ὁ κύτινος ἔχων τὰ χείλη μυχώδη.)

Φασὶ δέ τινες καὶ τῶν ὁμογενῶν τὰ μὲν ἀνθεῖν τὰ δ᾿ οὔ, καθάπερ τῶν φοινίκων τὸν μὲν ἄρρενα ἀνθεῖν τὸν δὲ θῆλυν οὐκ ἀνθεῖν ἀλλ᾿ εὐθὺ προφαίνειν τὸν καρπόν.

Τὰ μὲν οὖν τῷ γένει ταὐτὰ τοιαύτην τὴν διαφορὰν [*](¹ i. e. the pistil.) [*](2 i. e. as seen from above : καὶ ὅλων . . . ῥόδων describes the corolla, κάτωθεν . . . μυχώδη the undeveloped ovary, including the adherent calyx.) [*](3 ῥόδων conj. Bod.; ῥοῶν Ald.) [*](4 κάτωθεν . . . μυχώδη I conj.; δ᾿ ἕτεροι δι᾿ ὧν ὡς μικρὸν ὥσπερ ἐκτετραμμένος κότινος ἔχων τὰ χείλη μυχώδη UMV Ald. (except that Ald. has ἄνω for χείλη and ἐκτετραμμένον : so also P, but ἐκτετραμμένος). The sentence explains incidentally why the pomegranate flower was called κύτινος (cf. 2. 6. 12 ; C. P. 1. 14. 4; 2. 9. 3; 2. 9. 9; Diosc. 1. 110; Plin. 23. 110)

96
ἔχει, καθάπερ ὅλως ὅσα μὴ δύναται τελεοκαρπεῖν. ἡ δὲ τοῦ ἄνθους φύσις ὅτι πλείους ἔχει διαφορὰς φανερὸν ἐκ τῶν προειρημένων.

XIV. Διαφέρει δὲ τὰ δένδρα καὶ τοῖς τοιούτοις κατὰ τὴν καρποτοκίαν· τὰ μὲν γὰρ ἐκ τῶν νέων βλαστῶν φέρει τὰ δ᾿ ἐκ τῶν ἔνων τὰ δ᾿ ἐξ ἀμφοτέρων. ἐκ μὲν τῶν νέων συκῆ ἄμπελος· ἐκ δὲ τῶν ἔνων ἐλάα ῥόα μηλέα ἀμυγδαλῆ ἄπιος μύρρινος καὶ σχεδὸν τὰ τοιαῦτα πάντα· ἐκ δὲ τῶν νέων ἐὰν ἄρα τι συμβῇ κυῆσαι καὶ ἀνθῆσαι (γίνεται γὰρ καὶ ταῦτ᾿ ἐνίοις, ὥσπερ καὶ τῷ μυρρίνῳ καὶ μάλισθ᾿ ὡς εἰπεῖν περὶ τὰς βλαστήσεις τὰς μετ᾿ Ἀρκτοῦρον) οὐ δύναται τελεοῦν ἀλλ᾿ ἡμιγενῆ φθείρεται· ἐξ ἀμφοτέρων δὲ καὶ τῶν ἔνων καὶ τῶν νέων εἴ τινες ἄρα μηλέαι τῶν διφόρων ἢ εἴ τι ἄλλο κάρπιμον· ἔτι δὲ ὁ ὄλυνθος ἐκπέττων καὶ σῦκα φέρων ἐκ τῶν νέων.

Ἰδιωτάτη δὲ ἡ ἐκ τοῦ στελέχους ἔκφυσις. ὥσπερ τῆς ἐν Αἰγύπτῳ συκαμίνου· ταύτην γάρ φασι φέρειν ἐκ τοῦ στελέχους· οἱ δὲ ταύτῃ τε καὶ ἐκ τῶν ἀκρεμόνων, ὥσπερ τὴν κερωνίαν· αὕτη γὰρ καὶ ἐκ τούτων φέρει πλὴν οὐ πολύν· καλοῦσι δὲ κερωνίαν ἀφ᾿ ἧς τὰ σῦκα τὰ Αἰγύπτια καλούμενα. [*](¹ ? i. e. that, like the ‘female’ date-palm, they have no flower.) [*](² τοιαῦτα πάντα· ἐκ δὲ τῶν νέων ἐὰν ἄρα τι conj. W, ; τοιαῦτα· πάντα γὰρ ἐκ τῶν ἔνων· ἐὰν δὲ ἄρα τι MSS. 3 cf. 3. 5. 4.) [*](4 διφόρων conj. Sch. from G; διαφόρων U Ald.)

98
ἔστι δὲ καὶ τὰ μὲν ἀκρόκαρπα τῶν δένδρων και ὅλως τῶν φυτῶν τὰ δὲ πλαγιόκαρπα τὰ δ᾿ ἀμφοτερως. πλείω δ᾿ ἀκρόκαρπα τῶν ἄλλων ἢ τῶν δένδρων, οἷον τῶν τε σιτηρῶν τὰ σταχυώδη καὶ τῶν θαμνωδῶν ἐρείκη καὶ σπειραία καὶ ἄγνος καὶ ἄλλ᾿ ἄττα καὶ τῶν λαχανωδῶν τὰ κεφαλόρριζα. ἐξ ἀμφοτέρων δὲ καὶ τῶν δένδρων ἔνια καὶ τῶν λαχανωδῶν, οἷον βλίτον ἀδράφαξυς ῥάφανος· ἐπεὶ καὶ ἐλάα ποιεῖ πως τοῦτο, καί φασιν ὅταν ἄκρον ἐνέγκῃ σημεῖον εὐφορίας εἶναι. ἀκρόκαρπος δέ πως καὶ ὁ φοῖνιξ· πλὴν τοῦτό γε καὶ ἀκρόφυλλον καὶ ἀκρόβλαστον· ὅλως γὰρ ἐν τῷ ἄνω πᾶν τὸ ζωτικόν. τὰς μὲν οὖν κατὰ τὰ μέρη διαφορὰς πειρατέον ἐκ τούτων θεωρεῖν.

Αἱ δὲ τοιαῦται τῆς ὅλης οὐσίας φαίνονται· δῆλον ὅτι τὰ μὲν ἥμερα τὰ δ᾿ ἄγρια· καὶ τὰ μὲν κάρπιμα τὰ δ᾿ ἄκαρπα· καὶ ἀείφυλλα καὶ φυλλοβολα, καθάπερ ἐλέχθη, τὰ δ᾿ ὅλως ἄφυλλα· καὶ τὰ μὲν ἀνθητικὰ τὰ δ᾿ ἀνανθῆ· καὶ πρωιβλαστῆ δὲ καὶ πρωΐκαρπα τὰ δὲ ὀψιβλαστῆ καὶ ὀψίκαρπα· ὡσαύτως δὲ καὶ ὅσα παραπλήσια τούτοις. και πως τά γε τοιαῦτα ἐν τοῖς μέρεσιν ἢ οὐκ ἄνευ τῶν μερῶν ἐστιν. ἀλλ᾿ ἐκείνη ἰδιωτάτη καὶ τροπόν τινα μεγίστη διάστασις, ἥπερ καὶ ἐπὶ τῶν ζώων, ὅτι τὰ μὲν ἔνυδρα τὰ δὲ χερσαῖα· καὶ γὰρ τῶν φυτῶν [*](1 Plin. 16. 112.) [*](2 τοῦτο conj. Sch.; τούτου UA ld.; τοῦτον M.) [*](3 τὰ add. W.; cf. 1. 13. 1.)

100
ἔστι τι τοιοῦτον γένος ὃ οὐ δύναται φύεσθαι μὴ ἐν ὑγρῷ· τὰ δὲ φύεται μέν, οὐχ ὅμοια δὲ ἀλλὰ χείρω.

πάντων δὲ τῶν δένδρων ὡς ἁπλῶς εἰπεῖν καὶ τῶν φυτῶν εἴδη πλείω τυγχάνει καθ᾿ ἕκαστον γένος· σχεδὸν γὰρ οὐδέν ἐστιν ἀπλοῦν· ἀλλ᾿ ὅσα μὲν ἥμερα καὶ ἄγρια λέγεται ταύτην ἐμφανεστάτην καὶ μεγίστην ἔχει διαφοράν, οἷον συκῆ ἐρινεός, ἐλάα κότινος, ἄπιος ἀχράς· ὅσα δ᾿ ἐν ἑκατέρῳ τούτων τοῖς καρποῖς τε καὶ φύλλοις καὶ ταῖς ἄλλαις μορφαῖς τε καὶ τοῖς μορίοις. ἀλλὰ τῶν μὲν ἀγριων ἀνώνυμα τὰ πλεῖστα καὶ ἔμπειροι ὀλίγοι· τῶν δὲ ἡμέρων καὶ ὠνομασμένα τὰ πλείω καὶ ἡ αἴσθησις κοινοτέρα· λέγω δ᾿ οἷον ἀμπέλου συκῆς ῥόας μηλέας ἀπίου δάφνης μυρρίνης τῶν ἄλλων· ἡ γὰρ χρῆσις οὖσα κοινὴ συνθεωρεῖν ποιεῖ τὰς διαφοράς.

Ἴδιον δὲ καὶ τοῦτ᾿ ἐφ᾿ ἑκατέρων· τὰ μὲν γὰρ ἄγρια τῷ ἄρρενι καὶ τῷ θήλει ἢ μόνοις ἢ μάλιστα διαιροῦσι, τὰ δὲ ἥμερα πλείοσιν ἰδέαις. ἔστι δὲ τῶν μὲν ῥᾷον λαβεῖν καὶ διαριθμῆσαι τὰ εἴδη, τῶν δὲ χαλεπώτερον διὰ τὴν πολυχοίαν.

Ἀλλὰ δὴ τὰς μὲν τῶν μορίων διαφορὰς καὶ τῶν ἄλλων οὐσιῶν ἐκ τούτων πειρατέον θεωρεῖν. περὶ δὲ τῶν γενέσεων μετὰ ταῦτα λεκτέον· τοῦτο γὰρ ὥσπερ ἐφεξῆς τοῖς εἰρημένοις ἐστίν.

104

Ι. Αἱ γενέσεις τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν ἢ αὐτόμαται ἢ ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης ἢ ἀπὸ παρασπάδος ἢ ἀπὸ ἀκρεμόνος ἢ ἀπὸ κλωνὸς ἢ ἀπ᾿ αὐτοῦ τοῦ στελέχους εἰσίν, ἢ ἔτι τοῦ ξύλου κατακοπέντος εἰς μικρά· καὶ γὰρ οὕτως ἔνια φύεται. τούτων δὲ ἡ μὲν αὐτόματος πρώτη τις, αἱ δὲ ἀπὸ σπέρματος καὶ ῥίζης φυσικώταται δόξαιεν ἄν· ὥσπερ γὰρ αὐτόμαται καὶ αὐταί· δι᾿ ὃ καὶ τοῖς ἀγρίοις ὑπάρχουσιν· αἱ δὲ ἄλλαι τέχνης ἢ δὴ προαιρέσεως.

Ἅπαντα δὲ βλαστάνει κατά τινα τῶν τρόπων τούτων, τὰ δὲ πολλὰ κατὰ πλείους· ἐλάα μὲν γὰρ πάντως φύεται πλὴν ἀπὸ τοῦ κλωνός· οὐ γὰρ δύναται καταπηγνυμένη, καθάπερ ἡ συκῆ τῆς κράδης καὶ ἡ ῥόα τῆς ῥάβδου. καίτοι φασί γέ τινες ἤδη καὶ χάρακος παγείσης καὶ πρὸς τὸν κιττὸν συμβιῶσαι καὶ γενέσθαι δένδρον· ἀλλὰ σπάνιόν τι τὸ τοιοῦτον· θάτερα δὲ τὰ πολλὰ τῆς φύσεως. συκῆ δὲ τοὺς μὲν ἄλλους τρόπους [*](¹ ἔνια φύεται conj. Sch.; ἀναφύεται Ald.)

106
φύεται πάντας, ἀπὸ δὲ τῶν πρέμνων καὶ τῶν ξύλων οὐ φύεται· μηλέα δὲ καὶ ἄπιος καὶ ἀπὸ τῶν ἀκρεμόνων σπανίως. οὐ μὴν ἀλλὰ τά γε πολλὰ ἢ πάνθ᾿ ὡς εἰπεῖν ἐνδέχεσθαι δοκεῖ καὶ ἀπὸ τούτων, ἐὰν λεῖοι καὶ νέοι καὶ εὐαυξεῖς ὦσιν. ἀλλὰ φυσικώτεραί πως ἐκεῖναι· τὸ δὲ ἐνδεχόμενον ὡς δυνατὸν ληπτέον.

Ὅλως γὰρ ὀλίγα τὰ ἀπὸ τῶν ἄνω μᾶλλον βλαστάνοντα καὶ γεννώμενα, καθάπερ ἄμπελος ἀπὸ τῶν κλημάτων· αὕτη γὰρ οὐκ ἀπὸ τῆς πρῴρας ἀλλ᾿ ἀπὸ τοῦ κλήματος φύεται, καὶ εἰ δή τι τοιοῦτον ἕτερον ἢ δένδρον ἢ φρυγανῶδες, ὥσπερ δοκεῖ τό τε πήγανον καὶ ἡ ἰωνία καὶ τὸ σισύμβριον καὶ ὁ ἕρπυλλος καὶ τὸ ἑλένιον. κοινοτάτη μὲν οὖν ἐστὶ πᾶσιν ἥ τε ἀπὸ τῆς παρασπάδος καὶ ἀπὸ σπέρματος. ἅπαντα γὰρ ὅσα ἔχει σπέρματα καὶ ἀπὸ σπέρματος γίνεται· ἀπὸ δὲ παρασπάδος καὶ τὴν δάφνην φασίν, ἐάν τις τὰ ἔρνη παρελὼν φυτεύσῃ. δεῖ δὲ ὑπόρριζον εἶναι μάλιστά γε τὸ παρασπώμενον ἢ ὑπόπρεμνου. οὐ μὴν ἀλλὰ καὶ ἄνευ τούτου θέλει βλαστάνειν καὶ ῥόα καὶ μηλέα ἐαρινή· βλαστάνει δὲ καὶ ἀμυγδαλῆ φυτευομένη.

κατὰ πλείστους δὲ τρόπους ὡς εἰπεῖν ἡ ἐλάα βλαστάνει· καὶ γὰρ ἀπὸ τοῦ στελέχους καὶ ἀπὸ τοῦ πρέμνου κατακοπτομένου καὶ ἀπὸ τῆς ῥίζης καὶ ἀπὸ τοῦ ξύλου καὶ ἀπὸ ῥάβδου καὶ χάρακος ὥσπερ εἴρηται. τῶν δ᾿ ἄλλων ὁ μύρρινος· καὶ γὰρ οὗτος ἀπὸ τῶν ξύλων καὶ τῶν πρέμνων [*](¹ τά γε πολλὰ πάνθ᾿ conj. Sch.; ἢ before πάνθ᾿ ins. St.; τά τε πολλὰ πάνθ᾿ Ald.) [*](2 εὐαυξεῖς conj. H; αὐξεῖς UMV Ald.) [*](3 οὐκ I conj.; οὐδ᾿ MSS.)

108
φύεται. δεῖ δὲ καὶ τούτου καὶ τῆς ἐλάας τὰ ξύλα διαιρεῖν μὴ ἐλάττω σπιθαμιαίων καὶ τὸν φλοιὸν μὴ περιαιρεῖν.

Τὰ μὲν οὖν δένδρα βλαστάνει καὶ γίνεται κατὰ τοὺς εἰρημένους τρόπους· αἱ γὰρ ἐμφυτεῖαι καὶ οἱ ἐνοφθαλμισμοὶ καθάπερ μίξεις τινές εἰσιν ἢ κατ᾿ ἄλλον τρόπον γενέσεις, περὶ ὦν ὕστερον λεκτέον.