Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

ὅλως δὲ τὸ τῆς θέσεως ἐν τούτοις καὶ τοῖς φύλλοις καὶ ἐν τοῖς βλαστοῖς ληπτέον.

Διαφέρει δὲ ἔνια καὶ τῇ τάξει· τὰ μὲν ὡς ἔτυχε, τῆς δ᾿ ἐλάτης οἱ κλῶνες κατ᾿ ἀλλήλους ἑκατέρωθεν· τῶν δὲ καὶ οἱ ὄζοι ὄι᾿ ἴσου τε καὶ κατ᾿ ἀριθμὸν ἴσοι, καθάπερ τῶν τριόζων.

Ὅστε τὰς μὲν διαφορὰς ἐκ τούτων ληπτέον ἐξ ὦν καὶ ἡ ὅλη μορφὴ συνδηλοῦται καθ᾿ ἕκαστον.

Αὐτὰ δὲ τὰ μέρη διαριθμησαμένους πειρατέον περὶ ἑκάστου λέγειν. ἔστι δὲ πρῶτα μὲν καὶ μέγιστα καὶ κοινὰ τῶν πλείστων τάδε, ῥίζα καυλὸς ἀκρεμὼν κλάδος, εἰς ἃ διέλοιτ᾿ ἄν τις [*](¹ cf. C.P. 5. 1. 9.) [*](2 cf. 1. 6. 11. T. extends the term καρπός so as to include any succulent edible part of a plant.) [*](3 T. does not consider that καρπός was necessarily ante- ceded by a flower.)

12
ὥσπερ εἰς μέλη, καθάπερ ἐπὶ τῶν ζώων. ἕκαστόι τε γὰρ ἀνόμοιον καὶ ἐξ ἁπάντων τούτων τὰ ὅλα.

Ἔστι δὲ ῥίζα μὲν δι᾿ οὗ τὴν τροφὴν ἐπάγεται. καυλὸς δὲ εἰς ὃ φέρεται. καυλὸν δὲ λέγω τὸ ὑπὲρ γῆς πεφυκὸς ἐφ᾿ ἕν· τοῦτο γὰρ κοινότατον ὁμοίως ἐπετείοις καὶ χρονίοις, ὃ ἐπὶ τῶν δένδρων καλεῖται στέλεχος· ἀκρεμόνας δὲ τοὺς ἀπὸ τούτου σχιζομένους, οὓς ἔνιοι καλοῦσιν ὄζους. κλάδον δὲ τὸ βλάστημα τὸ ἐκ τούτων ἐφ᾿ ἕν, οἷον μάλιστα τὸ ἐπέτειον.