De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

Μίγνυνται δὲ τὰ μὲν αὐτῆς τῆς ὀσμῆς ἕνεκα καὶ πρὸς ταύτην τὴν αἴσθησιν, τὰ δ᾿ ὥσπερ ἡδύνειν βουλόμενα τὴν γεῦσιν, οἶον ὡς οἱ τὰ μύρα τοῖς οἴνοις ἐπιχέοντες ἢ τὰ ἀρώματα ἐμβάλλοντες. [*](¹ I have supplied μίξεις to fill the lacuna marked by W. after οὕτως αἱ; the text to the end of the section is defective, but a makeshift restoration and rendering seem possible: the sense of οὕτως is obscure.)

336
αἱ γὰρ αἰσθήσεις σύνεγγυς οὖσαι ποιοῦσί τινα ἀπόλαυσιν ἀλλήλων, ὅθεν καὶ αὐτοῖς τοῖς γευστοῖς ζητοῦσι τὰς εὐοσμίας.

Ἀπορήσειε δ᾿ ἄν τις ἴσως διὰ τί ποτε μύρον καὶ τἆλλα εὔοσμα τοὺς μὲν οἴνους ἡδύνει τῶν δὲ βρωμάτων οὐδέν, ἀλλὰ πάντα λυμαίνεται καὶ ἀπύρωτα καὶ πεπυρωμένα. τὸ δ᾿ αἴτιον ὑποληπτέον ὅτι συμβαίνει τῶν μὲν ξηρῶν ἀφαιρεῖσθαί τε τὸν οἰκεῖον χυλὸν διὰ τὴν ἰσχὺν καὶ ἄμα συνεπιφαίνειν τὸν αὑτοῦ ὄντα στρυφνὸν καὶ ὑπόπικρον· ἅπαν γὰρ τὸ εὔοσμον τοιοῦτον, διαμασωμένοις δὲ καὶ μᾶλλον ἐμφανὲς διά τε τὴν θλίψιν καὶ τομὴν καὶ ἔτι τῷ χρονίζεσθαι.

τὸν δ᾿ οἶνον οὐδέτερον ποιεῖ· καὶ γὰρ ὁ χυλὸς ἰσχυρότατος καὶ πλείων εἰς τὸ μὴ κρατεῖσθαι καὶ οὐδένα τῇ γεύσει χρόνον ἐπιδιατρίβων ἀλλ᾿ ὅσον ἐπιθιγγάνων, ὥστε τὸ μὲν ἡδὺ ἐνδιδόναι τῇ αἰσθήσει τὸ δὲ πικρὸν καὶ δύσχυμον τῇ γεύσει μὴ ἐμφαινειν, ἀλλὰ συμβαίνειν τῷ ὄντι καθάπερ ἥδυσμα γίνεσθαι τῷ πόματι τὴν ὀσμήν· τῷ μὲν γὰρ γλυκεῖ καὶ μάλιστα δεομένῳ διὰ τὸ μηδὲν ἔχειν, τοῖς δ᾿ ἄλλοις ὥσπερ μιᾶς ἐξ ἀμφοῖν γενομένης [*](1 cf. 67; Arist. de Sens. 5. cf. Arist. l.c.) [*](3 As opposed to wine. Sch., misunderstanding this, thinks ξηρῶν corrupt.) [*](4 I have restored καὶ, which Sch. and W. omit, missing the point of the annthesis μὲν . . . δέ.)

338
διὰ τὴν μῖξιν. ὁ γὰρ οἶνος, ὥσπερ καὶ πρότερον ἐλέχθη, δεινὸς δέξασθαι τὰς ὀσμάς.

Ἔχει δ᾿ ἀπόρησιν καὶ τόδε, διὰ τί τὰ μὲν ἄνθη καὶ τὰ στεφανώματα ἀσθενέστερα ὄντα ταῖς ὀσμαῖς καὶ πόρρωθεν ὄζει, ἡ δ᾿ ἶρις καὶ τὸ νάρδον καὶ τἆλλα τὰ εὔοσμα τῶν ξηρῶν ἰσχυρότερα ἐγγύθεν· καὶ ἔνιά γε προσενεγκαμένοις, ἔνια δὲ καὶ τρίψεως προσδεῖται καὶ διαιρέσεως, τὰ δὲ καὶ πυρώσεως, ὥσπερ ἡ σμύρνα καὶ ὁ λιβανωτὸς καὶ πᾶν τὸ θυμιατόν.

αἴτιον δ᾿ ὅτι τῶν μὲν ἀνθῶν ἐπιπολῆς τὸ ποιοῦν τὴν ὀσμὴν ἄτε μανῶν ὄντων καὶ οὐκ ἐχόντων βάθος, τῶν δὲ ῥιζῶν καὶ πάντων τῶν στερεῶν ἐν βάθει, τὰ δ᾿ ἔξωθεν ἀπεξηραμμένα καὶ πεπυκνωμένα· διὸ καὶ ἀφιᾶσι πόρρω τὰς ἀποπνοίας, τὰ δ᾿ οἶον ἀνοίξεως δέονται τῶν πόρων, ὅθεν διαιρούμενα καὶ κοπτόμενα πάντ᾿ εὐωδέστερα, τὰ δ᾿ ἄνθη κακωδέστερα τριβόμενα· τὰ μὲν γὰρ ἐκφαίνει τὸ οἰκεῖον τὰ δὲ προσλαμβάνει τὸ ἀλλότριον. ὁ δὲ λιβανωτὸς καὶ ἡ σμύρνα πυκνοτέραν ἔτι τὴν φύσιν ἔχοντα προσδέονται πυρώσεως μαλακῆς, ἢ κατὰ μικρὸν ἐκθερμαίνουσα ποιήσει τὴν ἀναθυμίασιν. ἐὰν γὰρ κόπτῃ τις ἢ τρίβῃ ταῦτα, προσοίσονται μέν [*](¹ i.e. of the unadulterated wine and of the perfume.) [*](² C. P. 6. 19. 2. Sch.’s reasons for bracketing this sentence seem inadequate.) [*](³ i.e. fragrant leaves, etc. cf. H.P. 1. 12. 4.) [*](⁴ Made from the rhizomes: cf. H. P. 1. 7. 2, and Index.)

340
ὀσμὴν οὐχ ὁμοίως δὲ ἡδεῖαν οὐδ᾿ εὐταμίευτον. τούτων μὲν οὖν τοιαῦταί τινες αἱ αἰτίαι.

IV. Τῶν δὲ μύρων ἡ σύνθεσις καὶ ἡ κατασκευὴ τὸ ὅλον οἶον εἰς θησαυρισμόν ἐστι τῶν ὀσμῶν· διόπερ εἰς τοὔλαιον τίθενται· τοῦτο γὰρ χρονιώτατον καὶ ἄμα πρὸς τὴν χρείαν μάλισθ᾿ ἁρμόττον. ἐπεὶ φύσει ἥκιστα δεκτικὸν ὀσμῆς διὰ τὴν πυκνότητα καὶ τὸ λίπος, αὐτῶν δὲ τούτων τὸ λιπαρώτατον, οἶον τὸ ἀμυγδάλινον· τὸ δὲ σησάμινον καὶ τὸ ἐκ τῶν ἐλαιῶν μάλιστα.