De odoribus
Theophrastus
Theophrastus, Concerning Odours, Hort, Harvard, 1927
III. Ὅσαι δὲ δὴ κατὰ τέχνην καὶ ἐπίνοιαν γίνονται περὶ τούτων πειρατέον εἰπεῖν ὥσπερ καὶ περὶ τῶν χυλῶν. ἐν ἀμφοῖν δὲ δῆλον ὡς ἀεὶ πρὸς τὸ βὲλτιον ἦν ἡμῖν ἡ ἀναφορά· πᾶσα γὰρ τέχνη στοχάζεται τούτου. εἰσὶ μὲν οὖν καὶ τοῖς ἀμίκτοις ὀσμαί τινες πρὸς ἃς συνεργεῖν πειρῶνται καὶ ταῖς παραίσκευαῖς, ὡς καὶ πρὸς τὰς τῶν χυμῶν εὐστομίας. οὐ μὴν ἀλλ᾿ ὥς γ᾿ ἀπλῶς [*](¹ cf. H.P. 1. 11. 2.) [*](2 i.e. the berry: Sch. would read ἀρκευθίς. cf. H.P. 3. 12. 4, with which this statement is inconsistent. Sch. suggests punctuating—γλυκὺ ὄν. καὶ εἰ μή πανταχοῦ ἀλλ᾿ ἐνιαχοῦ καὶ ἡ ἄρκευθος κ.τ.λ. 3 καὶ φυτοῖς om. Turn.) [*](⁴ αἷς I omit; ᾗ καὶ τὂ εὐ. conj. Turn.)
Ἐκ δυοῖν γὰρ τούτων καὶ ἡ τῶν χυλῶν καὶ τῶν ὀσμῶν γένεσις· ὡς μὲν οἱ τὰ ἀρώματα καὶ τὰ διαπάσματα συντιθέντες ξηροῖς πρὸς ξηρά· ὡς δ᾿ οἱ τὰ μύρα κεραννύντες ἢ τῷ οἴνῳ ἐπιχέοντες ὑγροῖς πρὸς ὑγρά. τὸ δὲ τρίτον, ὃ καὶ πλεῖστόν ἐστιν, ὡς οἱ μυρεψοὶ ξηροῖς πρὸς ὑγρά· παντὸς γὰρ μύρου καὶ χρίσματος ἡ σύνθεσις αὕτη. δεῖ δ᾿ εἰδέναι ποῖαι ποίοις εὔμικτοι καὶ ποῖαι ποίοις συνεργοῦσιν εἰς τὸ ποιεῖν μίαν ὥσπερ ἐπὶ τῶν χυμῶν. καὶ γὰρ ἐκεῖ ταὐτὸ τοῦτο ζητοῦσιν οἱ μιγνύντες καὶ οἶον ἀρτύοντες. ταῦτα μὲν οὖν ἐν οἷς καὶ δι᾿ ὧν αἱ τέχναι ποιοῦνται τὰ τέλη.
Μίγνυνται δὲ τὰ μὲν αὐτῆς τῆς ὀσμῆς ἕνεκα καὶ πρὸς ταύτην τὴν αἴσθησιν, τὰ δ᾿ ὥσπερ ἡδύνειν βουλόμενα τὴν γεῦσιν, οἶον ὡς οἱ τὰ μύρα τοῖς οἴνοις ἐπιχέοντες ἢ τὰ ἀρώματα ἐμβάλλοντες. [*](¹ I have supplied μίξεις to fill the lacuna marked by W. after οὕτως αἱ; the text to the end of the section is defective, but a makeshift restoration and rendering seem possible: the sense of οὕτως is obscure.)