Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

7. Τῶν δὲ Γαλλιῶν, ἃς πρότερον Γαλατίας ἔλεγον, ἑξῆς κειμένων, ἡ μέν Ἀκουιτανία καὶ Λουγδουνησία καὶ Βελγικὴ, ἐν ᾗ εἰσὶν αἱ δύο Γερμανίαι, πρὸς τὴν ἐκτὸς νενεύκασι θάλασσαν· ἐπιλαμβάνουσι μέντοι ὅσον πλεῖστον τῆς μεσογαίου, καὶ μάλιστα ἡ Λουγδουνησία· πρὸς δὲ τὴν ἐντὸς θάλασσαν ἀντιπαρατείνουσα ταύταις ἡ Ναρβωνησία κεῖται.

496

8. Πάλιν δὲ μετὰ τὴν Βελγικὴν πρόσεισιν ἐπ’ ἀνατολὰς συχνὸν ὅσον ἡ Γερμανία, νενευκυῖα καὶ αὐτὴ πρὸς τὴν ἐκτὸς θάλασσαν· μετὰ δὲ τὴν Ναρβωνησίαν ἡ Ἰταλία περιεχομένη δύο θαλάσσαις. Ὁρίζεται δὲ ἡ μὲν Γερμανία τῷ Ῥήνῳ ποταμῷ, ὃς ὁρμηθεὶς ἀπὸ τῶν ὑπὲρ τὰς Ἄλπεις ὀρῶν εἰς τὴν ἑκτὸς ἐκδίδωσι θάλασσαν· ἡ δὲ Ἰταλία πρὸς τὴν Ναρβωνησίαν τοῖς παραλίοις Ἄλπεσιν. Αὗται δʼ ἀνιοῦσαι πρὸς ἄρκτους, εἶτα πρὸς ἀνατολὰς ἐπιστραφεῖσαι καὶ τὴν λοιπὴν Ἰταλίαν ἀπὸ τῶν ὑπερκειμένων ἐθνῶν χωρίζουσιν.

9. Οὐ πρὸ πολλοῦ δὲ τῶν τοῦ Ῥήνου πηγῶν τὰς ἀρχὰς ἔχων ὁ Ἴστρος, ὃν μέχρι Νουιοδούνου πόλεως Δάνουβιν καλοῦσιν, ὁρίζει τὴν Γερμανίαν πρὸς τὰ ὑποκείμενα ἔθνη, Ῥαιτίαν μὲν καὶ Οὐινδελικίαν καὶ Νωρικὸν ὑπὲρ τὰς Ἄλπεις καὶ τὴν Ἰταλίαν κείμενα, ἐκτὸς δὲ τῶν Ἄλπιων τὰς δύο Παννονίας, ὑφʼ ἃς ἥ ἐστι κατὰ τὰ ἀνατολικὰ Δαλματία καλεῖται.

10. Τῆς Γερμανίας μετὰ τὸν Οὐϊστούλαν ποταμὸν ἔχεται Σαρματία, ἀναλαμβάνουσα πολλὴν γῆν καὶ πολλὰ ἔθνη καὶ τῆς ἑτέρας ἠπείρου μένουσα δέ πως ἀποτερματίζεται παρὰ Εὐρώπῃ λίμνῃ τῇ Μαιώτιδι· εἶτα μετὰ τὸν ἰσθμὸν τῆς Ταυρικῆς χερρονήσου (αὕτη δὲ ἔκκειται πορθμὸν πρὸς τὴν Ἀσίαν ποιοῦσα τὸν καλούμενον Κιμμέριον Βόσπορον) ἀπολαμβάνει τοῦ Πόντου τὰ μέχρι Βορυσθένους ποταμοῦ.