Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

5. Τούτων ἐκκειμένων, ὑπογραψόμεθα ὁλοσχερῶς κατὰ τὸ τυπωδέστατον τὰ καθʼ ἑκάστην ἤπειρον ἔθνη, καὶ τὰς ἐμπεριεχομένας θαλάσσας, ὡς δύνασθαι ῥᾷστά τινα, διὰ τῆς πρὸς ἄλληλα σχέσεως αὐτῶν, τὴν ὅλην οἰκουμένην μηδὲν εἰκόνος δεηθέντα τῷ νῷ περιαθρῆσαι.

6. Ἕστι τοίνυν κατὰ τὸ κεφαλαιῶδες ἐν μὲν τῇ Εὐρώπῃ ἔθνη τάδε· Ἱσπανίαι τρεῖς, ἃς Ἰβηρίας πρότερον ἐκάλουν. Αὗται δὲ χερρονήσου δίκην περιρρέονται ὑπὸ θαλάσσης κατὰ σφόδρα στενὸν ἰσθμὸν, ἐφ’ οὗ τὰ Πυρηναῖά ἐστιν ὄρη, ἀφαιρούμενα τὰς Γαλλίας ἀπ’ αὐτῶν. Καὶ ἔστιν ἡ μὲν Λυσιτανία πρὸς τῷ δυσμικῷ ὠκεανῷ, ἡ δὲ Βαιτικὴ κατὰ τὴν ἐντὸς θάλασσαν, ὀλίγον τι καὶ τῆς ἔξω μετὰ τὸν πορθμὸν ἐπιλαμβάνουσα· ἡ δὲ Ταρρακωνησία διήκει ἀπὸ τοῦ ὠκεανοῦ ἢ τῆς ἐκτὸς θαλάσσης ἐπὶ τὴν ἐντὸς θάλασσαν.

7. Τῶν δὲ Γαλλιῶν, ἃς πρότερον Γαλατίας ἔλεγον, ἑξῆς κειμένων, ἡ μέν Ἀκουιτανία καὶ Λουγδουνησία καὶ Βελγικὴ, ἐν ᾗ εἰσὶν αἱ δύο Γερμανίαι, πρὸς τὴν ἐκτὸς νενεύκασι θάλασσαν· ἐπιλαμβάνουσι μέντοι ὅσον πλεῖστον τῆς μεσογαίου, καὶ μάλιστα ἡ Λουγδουνησία· πρὸς δὲ τὴν ἐντὸς θάλασσαν ἀντιπαρατείνουσα ταύταις ἡ Ναρβωνησία κεῖται.

496

8. Πάλιν δὲ μετὰ τὴν Βελγικὴν πρόσεισιν ἐπ’ ἀνατολὰς συχνὸν ὅσον ἡ Γερμανία, νενευκυῖα καὶ αὐτὴ πρὸς τὴν ἐκτὸς θάλασσαν· μετὰ δὲ τὴν Ναρβωνησίαν ἡ Ἰταλία περιεχομένη δύο θαλάσσαις. Ὁρίζεται δὲ ἡ μὲν Γερμανία τῷ Ῥήνῳ ποταμῷ, ὃς ὁρμηθεὶς ἀπὸ τῶν ὑπὲρ τὰς Ἄλπεις ὀρῶν εἰς τὴν ἑκτὸς ἐκδίδωσι θάλασσαν· ἡ δὲ Ἰταλία πρὸς τὴν Ναρβωνησίαν τοῖς παραλίοις Ἄλπεσιν. Αὗται δʼ ἀνιοῦσαι πρὸς ἄρκτους, εἶτα πρὸς ἀνατολὰς ἐπιστραφεῖσαι καὶ τὴν λοιπὴν Ἰταλίαν ἀπὸ τῶν ὑπερκειμένων ἐθνῶν χωρίζουσιν.