Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

5. Τούτων ἐκκειμένων, ὑπογραψόμεθα ὁλοσχερῶς κατὰ τὸ τυπωδέστατον τὰ καθʼ ἑκάστην ἤπειρον ἔθνη, καὶ τὰς ἐμπεριεχομένας θαλάσσας, ὡς δύνασθαι ῥᾷστά τινα, διὰ τῆς πρὸς ἄλληλα σχέσεως αὐτῶν, τὴν ὅλην οἰκουμένην μηδὲν εἰκόνος δεηθέντα τῷ νῷ περιαθρῆσαι.

6. Ἕστι τοίνυν κατὰ τὸ κεφαλαιῶδες ἐν μὲν τῇ Εὐρώπῃ ἔθνη τάδε· Ἱσπανίαι τρεῖς, ἃς Ἰβηρίας πρότερον ἐκάλουν. Αὗται δὲ χερρονήσου δίκην περιρρέονται ὑπὸ θαλάσσης κατὰ σφόδρα στενὸν ἰσθμὸν, ἐφ’ οὗ τὰ Πυρηναῖά ἐστιν ὄρη, ἀφαιρούμενα τὰς Γαλλίας ἀπ’ αὐτῶν. Καὶ ἔστιν ἡ μὲν Λυσιτανία πρὸς τῷ δυσμικῷ ὠκεανῷ, ἡ δὲ Βαιτικὴ κατὰ τὴν ἐντὸς θάλασσαν, ὀλίγον τι καὶ τῆς ἔξω μετὰ τὸν πορθμὸν ἐπιλαμβάνουσα· ἡ δὲ Ταρρακωνησία διήκει ἀπὸ τοῦ ὠκεανοῦ ἢ τῆς ἐκτὸς θαλάσσης ἐπὶ τὴν ἐντὸς θάλασσαν.

7. Τῶν δὲ Γαλλιῶν, ἃς πρότερον Γαλατίας ἔλεγον, ἑξῆς κειμένων, ἡ μέν Ἀκουιτανία καὶ Λουγδουνησία καὶ Βελγικὴ, ἐν ᾗ εἰσὶν αἱ δύο Γερμανίαι, πρὸς τὴν ἐκτὸς νενεύκασι θάλασσαν· ἐπιλαμβάνουσι μέντοι ὅσον πλεῖστον τῆς μεσογαίου, καὶ μάλιστα ἡ Λουγδουνησία· πρὸς δὲ τὴν ἐντὸς θάλασσαν ἀντιπαρατείνουσα ταύταις ἡ Ναρβωνησία κεῖται.

496

8. Πάλιν δὲ μετὰ τὴν Βελγικὴν πρόσεισιν ἐπ’ ἀνατολὰς συχνὸν ὅσον ἡ Γερμανία, νενευκυῖα καὶ αὐτὴ πρὸς τὴν ἐκτὸς θάλασσαν· μετὰ δὲ τὴν Ναρβωνησίαν ἡ Ἰταλία περιεχομένη δύο θαλάσσαις. Ὁρίζεται δὲ ἡ μὲν Γερμανία τῷ Ῥήνῳ ποταμῷ, ὃς ὁρμηθεὶς ἀπὸ τῶν ὑπὲρ τὰς Ἄλπεις ὀρῶν εἰς τὴν ἑκτὸς ἐκδίδωσι θάλασσαν· ἡ δὲ Ἰταλία πρὸς τὴν Ναρβωνησίαν τοῖς παραλίοις Ἄλπεσιν. Αὗται δʼ ἀνιοῦσαι πρὸς ἄρκτους, εἶτα πρὸς ἀνατολὰς ἐπιστραφεῖσαι καὶ τὴν λοιπὴν Ἰταλίαν ἀπὸ τῶν ὑπερκειμένων ἐθνῶν χωρίζουσιν.

9. Οὐ πρὸ πολλοῦ δὲ τῶν τοῦ Ῥήνου πηγῶν τὰς ἀρχὰς ἔχων ὁ Ἴστρος, ὃν μέχρι Νουιοδούνου πόλεως Δάνουβιν καλοῦσιν, ὁρίζει τὴν Γερμανίαν πρὸς τὰ ὑποκείμενα ἔθνη, Ῥαιτίαν μὲν καὶ Οὐινδελικίαν καὶ Νωρικὸν ὑπὲρ τὰς Ἄλπεις καὶ τὴν Ἰταλίαν κείμενα, ἐκτὸς δὲ τῶν Ἄλπιων τὰς δύο Παννονίας, ὑφʼ ἃς ἥ ἐστι κατὰ τὰ ἀνατολικὰ Δαλματία καλεῖται.

10. Τῆς Γερμανίας μετὰ τὸν Οὐϊστούλαν ποταμὸν ἔχεται Σαρματία, ἀναλαμβάνουσα πολλὴν γῆν καὶ πολλὰ ἔθνη καὶ τῆς ἑτέρας ἠπείρου μένουσα δέ πως ἀποτερματίζεται παρὰ Εὐρώπῃ λίμνῃ τῇ Μαιώτιδι· εἶτα μετὰ τὸν ἰσθμὸν τῆς Ταυρικῆς χερρονήσου (αὕτη δὲ ἔκκειται πορθμὸν πρὸς τὴν Ἀσίαν ποιοῦσα τὸν καλούμενον Κιμμέριον Βόσπορον) ἀπολαμβάνει τοῦ Πόντου τὰ μέχρι Βορυσθένους ποταμοῦ.

11. Καὶ ἔστιν ὑπὸ μὲν τὰ δυτικώτατα τῆς Σαρματίας ἐπὶ νότον κατιοῦσα μετὰ τοὺς Ἰάζυγας τοὺς Μετανάστας ἡ Δοκία, ὁριζομένη τῷ Ἴστρῳ, ὑπὸ δὲ τὰ λοιπὰ καὶ πρὸς ἀνατολὰς ὑποβέβληται ἡ κάτω Μυσία·

497
ἐπιλαμβάνει δὲ καὶ αὕτη συχνόν τι καὶ τῆς ὑπὲρ τὸν Ἴστρον χώρας, τήν τε παράλιον κατέχει πᾶσαν ὅση ἐστὶν ἀπὸ Βορυσθένους ἐπὶ Μεσημβρίαν πόλιν.

12. Ὑπόκειται δὲ καὶ τῇ Δακίᾳ μετὰ τὸν Ἴστρον ἡ ἄνω Μυσία, συνάπτουσα πρὸς μὲν ἀνατολὰς τῇ κάτω Μυσίᾳ, πρὸς δὲ δύσεις Δαλματίᾳ. Ἔστι δὲ καὶ ὑπὸ τὴν Δαλματίαν καὶ μέρος τῆς ἄνω Μυσίας ἡ Μακεδονία, ὑπὸ δὲ τὸ λοιπὸν ἐκείνης τε καὶ τὴν κάτω ἡ Θρᾴκη. Πρὸς ταύτῃ δέ ἐστι καὶ ἡ ἰδίως καλουμένη Χερρόνησος. Τῆς δὲ Μακεδονίας πρὸς νότον ἐπὶ τὰς δύσεις ἡ Ἤπεριρος κεῖται, ἐπὶ δὲ τὰς ἀνατολὰς ἡ Θεσσαλία, αἷς ὑπάκειται ἡ Ἑλλὰς, κατὰ τὸν ἐν τῷ Κρισσαίῳ κόλπῳ ἰσθμὸν ποιοῦσα τὴν Πελσπόννησον.

13. Νῆσοι δὲ ταύτης τῆς ἠπείρου ἀξιόλογοι ἐν μὲν τῇ ἐκτὸς θαλάσσῃ αἱ Βρεττανικαὶ δύο Ἰουερνία τε καὶ Ἀλουίων. Ἀλλʼ ἡ μὲν Ἰουερνία δυτικωτάτη κειμένη, ἀντιπαρεκτείνεται μέχρι τινὸς τῇ Ἱσπανίᾳ· ἡ δὲ Ἀλουίων, ἔν ᾗ καὶ τὰ στρατόπεδα ἵδροται, μεγίστη τέ ἐστι καὶ ἐπιμηκεστάτη· ἀρξαμένη γὰρ ἀπὸ ἄρκτων ἐπὶ μὲν δύσιν μέχρι τῶν μέσων τῆς Ταρρακωνησίας πρόσεισιν, ἐπʼ ἀνατολὰς δὲ μέχρι τῶν μέσων σχεδὸν τῆς Γερμανίας, Εἴη δʼ ἂν ἀξιόλογος καὶ ἡ Θούλη, καὶ ἡ μεγάλη Σκάνδεια, ἢ κεῖται ὁπὸ τὴν Κιμβρικὴν χερρόνησον· ἔκκειται γὰρ τῆς Γερμανίας πρὸς ἄρκτους καὶ τὸν ἐκείνης ὠκεανὸν ἐπὶ πλεῖστον.

14. Ἐν δὲ τῇ ἐντὸς θαλάσσῃ ὁπὸ μὲν τὰ δυτικώτερα Ἰταλίας ἡ Κύρνος, ἡ καὶ Κορσικὴ, ὑποκειμένην ἔχουσα τὴν Σαρδονίαν, ὑπὸ δὲ τὰ ἀνατολικώτερα καὶ πρὸς τὸν πορθμὸν ἡ Σικελία, καὶ παρὰ μὲν τὴν Ἀττικὴν καὶ τὴν Πελοπόννησον ἐκτεινομένη πρὸς ἀνατολὰς ἡ Κρήτη, παρὰ δὲ τὴν Ἀχαίαν ἡ Εὔβοια.