Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

3. Διαιρεῖται δὲ ἡ ὅλη οἰκουμένη εἰς ἠπείρους τρεῖς, Ἀσίαν τε καὶ Λιβύην καὶ Εὐρώπην. Ἡ δὲ διαίρεσις ἰσθμοῖς ἢ πορθμοῖς. Καί εἰσιν ὅροι τῶν ἠπείρων, τῆς μὲν Εὀρώπης πρὸς τὴν Λιβύην Ειῆλαι τε καὶ προθμὸς Ηράκειος, διʼ οὗ ἡ καθʼ ἡμᾶς εἰσχεῖται θάλασσα· τῆς δὲ Ἀσίας πρὸς τὴν Εὐρώπην ἰσθμὸς, ὃς ἀπὸ τοῦ μυχοῦ τῆς Μαιώτιδος λίμνης ἐπὶ τὴν πρὸς ἄρκτους θάλασσαν διήκει· διαρρεῖ δὲ τὸν ἰσθμὸν τοῦτον ποταμὸς Τάναῖς. Χωρίζεται δὲ καὶ ἡ Ἀσία τῆς Λιβύης ἰσθμῷ πάλιν

495
στενῷ· τοῦτον δὲ ---ἡ ἀπὸ τῆς κατὰ τὸ Πηλούσιον θαλάσσης ἐπὶ τὸν μυχὸν ἀνιοῦσα τοῦ Ἀραβίου κόλπου γραμμή. Οἱ μέντοι παλαιοὶ τήν τε Λιβύην καὶ τὴν Εὐρώπην, ὥσπερ μίαν οὖσαν, συναμφοτέρας ἐκάλουν ἑνὶ καὶ μόνῳ τῷ τῆς Εὐρώπης ὀνόματι.