Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

51. Εἶτα ἀπʼ αὐτοῦ πλατύνεται ἡ Προποντὶς, μῆκος μὲν ἔχουσα τὸ ἀπὸ τῆς Τρωάδος ἐπὶ τὸ Βυζάντιον σταδίων ,α καὶ φ΄,μιλίων δὲ [σ],πάρισον δέ πως καὶ πλά

509
τος. Μετὰ δὲ τὴν Προποντίδα εἰς τετραστάδιον αὖθις στενοῦται καὶ τὸ στύμα τοῦ Πόντου, καλεῖται Βόσπορος Θρᾴκιος. Ἐντεῦθεν δὲ ἤδη ὁ Πόντος αὐτὸς ἀνοίγεται διθάλασσος ὢν τρόπῳ τινί· κατὰ μέσον γὰρ αὐτοῦ δύο ἀνέχουσιν ἄκραι, ἀλλήλων ἀπέχουσαι δισχιλίους που καὶ φ΄ σταδίους, ὧν ἡ μὲν ἐπὸ τῆς Ἀσίας ἐπʼ ἄρκτους ἀνατείνουσα καλεῖται Κάραμβις, ἡ δὲ ἀπὸ τῆς Εὐρώπης πρὸς νότον Κριοῦ μέτωπον προσαγορεύεται.

52. Καὶ τὰ μὲν ἀριστερὰ τοῦ Πόντου, ἅπερ ἐστὶ πρὸς ἑσπέραν, μῆκος μὲν ἔχει ἀπὸ Βυζαντίου μέχρι τῶν ἐκβολῶν Βορυσθένους σταδίων γω΄, μιλίων δὲφζ΄, πλάτος δὲ β· τὸ δὲ ἑῶον μέρος, ὅπερ ἐστὶ καὶ δεξιὸν τοῖς εἰσπλέουσι, μῆκος ἔχει ε ἢ μικρῷ πλέον ἀπὸ τοῦ στόματος ἐπὶ τὸν κατὰ Διοσκουριάδα μυχὸν, πλάτος δὲ γ.

53. Ἡ δὲ περίμετρος τοῦ σύμπαντος Πόντου δισμύριά ριά ἐστι καὶ ε, ἐοικυῖα Σκυθικῷ τόξῳ. Τὰ μὲν γὰρ δεξιὰ τῇ νευρᾷ παρομοιοῦσι, πάντοθεν γάρ ἐστιν ἰθυτενῆ πλὴν τῆς ἀνεχούσης Καράμβεως, τὸ δὲ λοιπὸν πᾶν τῷ κέρατι τοῦ τόξου διττὴν ἔχοντι τὴν ἐπιστροφὴν, ὥστε δύο κόλπους συνίστασθαι, ὧν ὁ ἑσπέριος κατὰ πολὺ περιφερέστερος ὑπάρχει τοῦ ἑῳθινωτέρου. Τούτου δὲ πρὸς ἄρκτον ἡ Μαιῶτις ὑπέρκειται λίμνη, τὴν περίμετρον θ οὖσα σταδίων, ἧς τὸ στόμα Κιμμερικὸς καλεῖται Βόσπορος. Ἡ μὲν δὴ καθ᾿ ἡμᾶς θάλασσα τοιαύτη.