Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

39. Ἀναγκαῖον δὲ καὶ περὶ μήκους καὶ πλάτους τῆς ὅλης οἰκουμένης εἰπεῖν. Τὸ μῆκος τοίνυν αὐτῆς ληψόμεθα, οὐ τὸ συνακολουθοῦν τῷ ῥομβοειδεῖ σχήματι, ἀλλά τινι κύκλου τμήματι, ὃ τῶν ἄλλων τῶν διʼ ὅλου τοῦ μήκους αὐτῆς ἐρχομένων ἀπάντων ἐστὶ μεῖζον· ὅμοιόν τε γὰρ τὸ ἐπὶ τοῦ ἰσημερινοῦ ἔκπιπτον ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς ἐδείχθη τοῦ ἐγνωσμένου καὶ τὸ πολὺ προτερώτατον ἐπὶ τῶν τε νοτιωτέρων καὶ τῶν βορειοτέρων τούτου. Εἴη δʼ ἂν τὸ τοῦ ἀπέχοντος ἐπὶ τὰ βόρεια τοῦ ἰσημερινοῦ μοίρας εἴκοσι τρεῖς καὶ U+2220΄, δʼ διαφορεῖ δὲ (καὶ) τοῦτο τοῦ μεγίστου κύκλου ὥρᾳ μίᾳ ἡμίσει, μῆκος δὲ ἔχει στάδια μύρια ὀκτὼ, β τ π β΄· ὥστε ἔγγιστα μυριάδων εἶναι σταδίων τὸ μῆκος διὰ τοῦ ὑπὸ τοῦ μεγίστου κύκλου περιεχομένου τὸ ἐγνωσμένον. Τὸ δὲ πλάτος ἐπὶ μεσημβρινοῦ, γραφομένου (δὲ) διὰ τῶν Ἱππικῶν τῆς Σαρματίας ὀρῶν, στάδια τρισμύρια δισχίλια φ΄, ἤτοι μιλίων χιλιάδες δ καὶ τλγ΄.

505

40. Τῶν δὲ τῆς οἰκουμένης θαλασσῶν τὰ μήκη καὶ πλάτη τόνδε τὸν τρόπον ἔχει. Τῆς μὲν καθʼ ἡμᾶς θαλάσσης μῆκος μὲν τὰ ἀπὸ Κώτου, τοῦ τῆς Μαυριτανίας Τιγγιταγῆς ἔκρου, μέχρι τῆς Ἰσσοῦ στάδιοί εἰσι δισμύριοι ευ΄, ἤτοι μίλια γτπϚ΄· πλάτος δὲ ἀπὸ Μασσιλίας (ἐπεὶ τὸ πλεῖστον ἡ Γαλλικὴ θάλασσα ἐνταῦθα πρὸς ἄρκτους ἀνακολποῦται) ἐπ’ Ἰγίλγιλιν κολώνειαν τῆς Μαυριτανίας στάδια εφ΄, μίλια δὲ ψλγ΄.