Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

35. Τοῦ δὲ Ἰνδικοῦ πελάγους ἔχεται τὸ Καρμάνιον, προῖὸν ὡς ἐπὶ δύσεις, τούτου δὲ ἡ Ἐρυθρὰ θάλασσα, ὧν περὶ τὰς συμβολὰς καὶ τὸ τοῦ Περσικοῦ κόλπου στόμα κεῖται. Αὐτὸς δὲ ὁ κόλπος περιέχεται μὲν ἀπὸ ἀνατολῶν καὶ μεσημβρίας Καρμανία, ἀπὸ δὲ ἄρκτων μεταβαίνουσιν ἐπὶ δύσεις Περσίδι καὶ Σουσιανῇ καὶ Βαβυλωνίᾳ, ἀπὸ δὲ δόσεως Ἀραβίᾳ Ἐρήμῳ, εἶτα πάλιν ἀπὸ μεσημβρίας τῇ Εὐδαίμονι.

36. Ἀπὸ δὲ τῆς Ἐρυθρᾶς θαλάσσης ἕως Αἰγύπτου ὁ Ἀράβιος κόλπος, ἔνθα μάλιστά ἐστι τὸ στενότατον τῆς ἠπείρου καὶ διεῖργον τὸ μὴ συνάψαι τὴν καθʼ ἡμᾶς θάλασσαν. Οὗ τὸ χρῶμά φασιν ἐρυθρὸν ἔχειν, οὐχ᾿, ὡς σχεδιάζοντες λέγουσιν, ἀπὸ τῶν προσπαρακειμένων δρῶν ἐρυθρῶν ὄντων, ἀφ᾿ ὧν προσπίπτειν τινὰ πρόσπτωσιν γαληναίῳ ὄντι τῷ ὕδατι, καὶ τὴν τοῦ ἐρυθροῦ φαντασίαν ἀπεργάζεσθει, ἀλλὰ τὰ πολλὰ τοῦ πελάγους τούτου ἠρεμαίου ὄντος, ἅτε πνευμάτων, ὡς λόγος, ἐκεῖ μήτε μεγάλων μήτε συνεχῶν γινομένων, διὰ τὸ πλησίον εἶναι τοῦ κατὰ κορυφήν τὸν ἥλιον συστάσεις διερῶν νεφῶν συνίστασθαι, εἰς ἃ ἐμπίπτουσαι αἱ τοῦ ἡλίου αὐγαὶ χρωννύουσιν αὐτὰ, καθὰ παῤ ἡμῖν συνεχῶς τὰ περὶ τὸν ὁρίζοντα πάσχειν εἴωθεν ἀνίσχοντος ἢ καταδιδυκότος ἤδη τοῦ ἡλίου, εἶθ᾿ οὕτω τὰς χρόας δέχεσθαι τὴν θάλασσαν, ὅταν λείαν ἔχη τὴν ἐπιφάνειαν. Μετὰ τὸν Ἀράβιον κόλπον καὶ τὰ λοιπὰ τῆς Ἐρυθρᾶς θαλάσσης ἐστὶν ἡ κατὰ τὴν βαρβαρίαν Αἰθιοπικὴ θάλασσα.