Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

31. Ἐν δὲ τῇ Λιβύῃ μέγιστός ἐστιν ὁ Νεῖλος· ὁρμιώμενος γὰρ ἐκ τῶν ὑπὲρ τὸν ἰσημερινὸν ἐν βάθει τῆς μεσημβρίας τόπων, ἐκδίδωσιν εἰς τὴν καθʼ ἡμᾶς θάλασσαν, ἐλικογραφῶν, ὡς εἰκὸς, ὅπερ ἐστὶν ἴδιον ποταμῶν, ὡς πιθανὸν εἶναι μᾶλλον ἀπὸ τῶν ἐκεῖ γιγνομένων κατὰ τὸ παῤ ἡμὶν θέρος ὄμβρων ἤπερ ἀπὸ χίονος σύστασιν τὴν πλημμυρίαν ἐνιαυσίῳ χρόνῳ ποιεισθαι. Φαίνεται δὲ καὶ ὁ Βαγράδας ὁ περὶ Καρχηδόνα ῥέων καὶ ὁ Κίνυψ ἀπὸ τῶν νοτιωτάτων. Τῶν δὲ διαρρεόντων σὴν ἐντὸς Αἰθιοπίαν καὶ τάς τε ἀρχὰς καὶ τὰ τέλη ἐν ἠπείρῳ ἐχόντων, μέγιστος ἐστιν ὅ τε Γὶρ καὶ Νίγιρ.

32. Τῆς δὲ μεγίστης τε καὶ πρὸς ταῖς ἀνατολαῖς θαλάσσης τὰ μὲν νοτιώτατα καὶ πρὸς τῇ ἀγνώστῳ καλεῖται Πρασώδης θάλασσα· λέγεται γὰρ τῷ χρώματι τοιαύτη τις εἶναι, καὶ βρύον ἔχειν πλεῖστον καὶ μέγιστον ἐμφερὲς πράσῳ, ὅθεν εἰκὸς αὐτῇ καὶ τὴν πρασώδη φαντασίαν προσγίνεσθαι.