Geographiae informatio

Agathemerus

Agathemerus, creator; Tennulius, Samuel (Samuel ten Nuyl), editor and translator.

Ἡ δὲ Ὑρκανία, ἤτοι Κασπία θάλασσα, μηνοειδὴς οὖσα, κατὰ δέ τινας καὶ προμήκης, ἐστὶ σταδίων δισμυρίων διχιλίων· τοῦ δὲ στόματος ἔχει τὸ δίαρμα σταδίους δʹ. Ὁ δὲ

8

Ὁ δὲ Ἀράβιος κόλπος, στενὸς ὢν καὶ προμήκης, ἄρχεται ἀφ᾽ Ἡρώων πόλεως παρὰ τὴν Τρωγλοδυτικὴν ἕως τῆς Πτολεμαΐδος, τῆς ἐπὶ θῆρας, σταδίων θʹ͵ τὸ μῆκος. Τὰ δὲ κατὰ Δείρην στενὰ σταδίων ξʹ, ἔνθεν ἑξῆς πλοῦς σταδίων ϛ͵φʹ, τὸ δὲ λοιπὸν οὐ πλεῖται παρὰ τὴν Ἐρυθρὰν θάλασσαν ἕως ᾽Ωκεανοῦ σταδίων ͵ηʹ. τὸ δὲ παρὰ τὴν Ἀραβίαν πλευρὰν ἀπ᾿ Ἐλανίτου μυχοῦ σταδίων μυριάδων Δ͵. αὐτὴ δὲ ἡ Ἀραβία εἰς τὴν Ἐρυθρὰν καθήκει καὶ μεμήκυται ἐπὶ σταδίων μυρίων δισχιλίων.

Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα σταδίων μυριάδων ϛʹ καὶ ͵ηφμθʹ οὕτως. Ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ κόλπῳ σταδίων μυριάδων δʹ, καὶ ͵αψκεʹ. οὕτως. Ἀπὸ Γάγγου ἐπ' ἐκβολὰς Ἰνδοῦ

9

Ἰνδοῦ ποταμοῦ σταδίων μυρίων ͵ϛʹ. Ἀπ' Ἰνδοῦ ἕως Κασπίων πύλων μυρίων ε͵τʹ, ἐπὶ τὸν Εὐφράτην σταδίων μυρίων νʹ, εἰς Μυρίανδρον σταδίων τοεʹ.

Ἀπὸ δὲ Μυριάνδρου ἐπὶ Γάδειρα σταδίων δισμυρίων ϛ͵ωκʹ, οὕτως. Ἀπὸ Μυριάνδρου ἐπὶ Κλείδας Κύπρου στάδια α͵υʹ, ἐπὶ Ἀκάμαντα τὸ ἀκρωτήριον στάδια γ͵τʹ, ἐπὶ δὲ Χελιδονίας διὰ Παμφυλίου πελάγους στάδια α͵τʹ. εἰς Πάταρα στάδια ωʹ. ὡς εἰς ῾Ρόδον στάδια ψʹ. εἰς Ἀστυπάλαιαν διὰ Καρπαθίου στάδια ρμʹ. ἐπὶ Ταίναρον στάδια ͵αυνʹ. ἐπὶ Πάχυνον Σικελίας στάδια Δ͵. ἐπὶ Λιλύβαιον διὰ Λιβυκοῦ πελάγους στάδια α͵φκʹ. ἐπὶ δὲ Κάραλιν Σαρδοῦς διὰ Τυρσηνικοῦ πελάγους στάδια β͵ωʹ. ἐπὶ Γάδειρα ὑπερπλεύσαντι Γυμνήσιας νήσους στάδια μύρια. Ἀπὸ Γαδείρων δὲ, διὰ ἱεροῦ ἀκρωτηρίου καὶ Ἀρτάβρων λιμένος, στάδιοι γ͵Ϡλβʹ, ὁμοῦ γίγνονται μυριάδες ζʹ καὶ β͵υοζʹ. Τῶν

10

Καὶ ἄλλως. Ἀπὸ Γάγγου ἕως Εὐφράτου ποταμοῦ μυριάδων δʹ καὶ α͵τνʹ. Ἀπ' Εὐφράτου εἰς Μάζακα Καππαδόκων στάδια ͵βφνʹ. Ἀπὸ δὲ Μαζάκων διὰ Φρυγίας τῆς παρορίας καὶ μεγάλης Καρίας ἕως Ἐφέσου στάδιοι ͵γτκʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Ἔφεσον σταδίων μυριάδως δʹ καὶ ζσκʹ. Ἀπὸ δὲ Ἐφέσου εἰς Δῆλον διὰ τοῦ Αἰγαίου στάδια α͵χʹ. ἐπ' Ἰσθμὸν στάδια α͵ψʹ. ἀπ' Ἰσθμοῦ διὰ Κορινθίου κόλπου εἰς Πάτρας στάδια ψκʹ. ἐπὶ Λευκάδα στάδια ψʹ. ἐπὶ Κορκύραν στάδια ψʹ. ἐπ' Ἀκροκεραύνια ὄρη στάδια α͵ξʹ. ἐπὶ Βρεντήσιον στάδια ψʹ. Ἀπὸ Βρεντησίου πεζῆ ὁδεύοντι ἕως Ῥώμης στάδια ͵βωπʹ. Ἀπὸ Ῥώμης ἐπὶ τὰς Ἄλπεις ἕως Σκιγγομάγου κώμης ὑπὸ ταῖς Ἄλπεσιν οὔσης στάδια δ͵ρνβʹ. Εἶτα διὰ Κελτικῆς ἕως πόλεως Ἰλυγύρεως --- Διὰ τῶν πανδοκείων ἕως Γαδείρων στάδια β͵χναʹ, καὶ διάπλους ἐπὶ Γάδειρα στάδια ξʹ. ὁμοῦ ἀπὸ Γάγγου εἰς Γάδειρα σταδίων μυριάδων ζʹ καὶ α͵φξʹ.

11
Πλά-

Πλάτος δὲ τῆς οἰκουμένης ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης ἐπὶ τὴν --- Μερόην σταδίων ͵ηʹ. Ἀπὸ Μερόης εἰς Ἀλεξάνδρειαν σταδίων μυρίων αʹ. Ἀπὸ δὲ Ἀλεξανδρείας ἐπὶ Τάναϊν μυρίων η͵νϛʹ· Τὰ γὰρ ἄνω τῶν ἐκβολῶν τοῦ Τανάϊδος ἀγνοεῖται εἰς Βοῤῥᾶν. Οὕτως. Ἀπ' Ἀλεξανδρείας εἰς Λίνδον Ῥόδου στάδια δ͵φʹ. Ἐπὶ τὸ Θοάντιον δεξιὸν παραπλέοντι Ῥόδον στάδια υʹ. Ἐπὶ τῆλον στάδια φξʹ. Ἐπὶ Λακτῆρα τῆς Κώας στάδια τκʹ. Ἐπὶ Δρέπανον Κώας στάδια ρʹ. Ἐπ' Ἀρκίτην νῆσον στάδια σλʹ. Ἐπὶ Κορσίας ρʹ. Ἐπὶ Σαμίων Ἄμπελον στάδια λʹ. Ἐπὶ τὸ Αἰγαῖον Ἄργενον διὰ τοῦ Αἰγαίου στάδια ωʹ. Ἐπὶ τὸ Ἐρυθραῖον Κορυκαῖον στάδια σοʹ. Ἐπὶ Φλίον, ἄκρον Χίου, στάδια νʹ. Ἐπὶ Μελανέα, ἄκρον Λέσβου, στάδια υνʹ. Ἐπὶ Σίγριον Λέσβου στάδια φʹ. Εἰς

12

Εἰς Τένεδον νῆσον στάδια υνʹ. Εἰς Σίγειον στάδια ρʹ. Ἐπὶ στόμα Πόντου στάδια β͵φʹ. Ἐπὶ Κάραμβιν στάδια β͵ωʹ. Ἐπὶ στόμα Μαιώτιδος στάδια β͵φʹ. Ἐπὶ Τάναϊν στάδια β͵χοʹ.

Καὶ ἄλλως ἀπὸ Ῥόδου, εἰς Κνίδον στάδια ψʹ. Εἰς Κῶ στάδια σʹ. Εἰς Σάμον στάδια ωʹ. Εἰς Χίον στάδια ψνʹ. Εἰς Μιτυλήνην στάδια φκʹ. Εἰς Τένεδον στάδια τνʹ. Εἰς Σίγειον ρʹ. Ἐπὶ τὸ στόμα Πόντου β͵φʹ. Ἐπὶ Κάραμβιν στάδια β͵ωʹ. Εἰς στόμα Μαιώτιδος β͵φʹ. Ἐπὶ Τάναϊν ποταμὸν β͵σʹ. Ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Τανάϊδος σταδίων μυρίων η͵χηʹ.