Geographiae informatio

Agathemerus

Agathemerus, creator; Tennulius, Samuel (Samuel ten Nuyl), editor and translator.

Οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην διηγεῖσθαι τὴν Ἑλλάδα, καὶ ταύτης Δελφοὺς, τὸν ὄμφαλον γὰρ ἔχειν τῆς γῆς. Πρῶτος δὲ Δημόκριτος πολύπειρος ἀνὴρ συνῇδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ, ἡμιόλιος τὸ μῆκος τοῦ πλάτους ἔχουσα. Συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ Περιπατητικός. Εὔδοξος δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους. ὁ δὲ Ἐρατοσθένης πλεῖον τοῦ διπλοῦ. Κράτης δὲ ὡς ἡμικύκλιον. Ἵππαρχος δὲ τραπεζοειδῆ. Ἄλλοι οὐροειδῆ. Ποσειδώνιος δὲ ὁ Στωϊκὸς σφενδονοειδῆ καὶ μεσοπλατὸν ἀπὸ Νότου εἰς Βοῤῥᾶν, στενὴν πρὸς Ἑὼ καὶ Δύσιν, τὰ πρὸς Εὖρον δ᾿ ὁμοίως πλατύτερα πρὸς τὴν Ἰνδικήν. Ὅροι

3

Ὅροι ἠπείρων· Εὐρώπης μὲν καὶ Λιβύης αἱ Ἡρακλέους στῆλαι· Λιβύης δὲ καὶ Ἀσίας ὁ Νεῖλος, οἱ δὲ Ἰσθμὸν τὸν ἀπὸ Σαρβωνίδος λίμνης καὶ Ἀραβίου κόλπου. Ἀσίας δὲ καὶ Εὐρώπης οἱ μὲν ἀρχαῖοι [λέγουσι] Φάσιν ποταμὸν καὶ τὸν ἕως Κασπίας Ἰσθμὸν, τὸν ἀπὸ Σάρβω. οἱ δὲ ὕστερον νεώτεροι Μαιῶτιν λίμνην καὶ Τάναϊν ποταμόν.