Geographiae informatio

Agathemerus

Agathemerus, creator; Hoffmann, Samuel Friedrich Wilhelm (1803-1872), editor.

Λοιπὸν δὲ ἐροῦμεν τῶν καθ' ἡμᾶς νήσων τὰς περιμέτρους, λαβόντες παρ' Ἀρτεμιδώρου καὶ Μενίππου καὶ ἑτέρων ἀξιοπίστων. Γάδειρα μῆκος σταδίων ρηʹ, πλάτος σταδίων ιϛʹ. ὁ δὲ καθ' Ἡρακλέους στήλας πορθμὸς στενότατος ἐστι σταδίων πʹ.

317
Ἐν δὲ τῷ Ἰβηρικῷ πελάγει νῆσοι, Πιτύουσα ἡ μείζων καὶ οἰκουμένη σταδίων τʹ τὸ μῆκος· ἡ δὲ ἐλάττων σταδίων ρʹ. Τῶν δὲ Γυμνησίων, ἃς Καρχηδόνιοι Βαλιαρίδας καλοῦσιν (οἱ γὰρ σφενδονίται οὕτω καλοῦνται οἱ Βαλιαρεῖς) ἡ μείζων μῆκος ἔχει σταδίων ͵ασʹ, πλάτος σταδίων υʹ· ἡ ἐλάττων σταδίων τʹ.
318
Αἱ δὲ Στοιχάδες, αἱ φερώνυμοι, ἑξῆς ἐπ' εὐθείας κεῖνται πρὸ τῶν Μασσαλιακῶν πόλεων· αἱ μὲν μείζους τρεῖς, δύο δὲ μικραὶ αὐτῆς ἐγγὺς Μασσαλίας. Ἡ δὲ Σαρδώ ἔχει σχῆμα ὡς ποδὰς ἴχνος, μεσόκοιλος· τὸ μῆκος ͵βσʹ.
319
Κῦρνος ἐγγὺς Σαρδοῦς, πολλῷ δὲ ἀγεννεστέρα, ἐλάττων ἢ ἥμισυ τῆς Σαρδοῦς, μῆκος ἔχει --- Ἀφετήριον δ᾿ εἰς Σαρδῶ καὶ Κύρνον Ποπουλώνιον τῆς Τυρσηνίας· τὸ δὲ δίαρμα σταδίων ͵βσʹ.
320
Τῆς Σικελίας κατὰ Τιμοσθένην περίμετρος σταδίων ͵δψμʹ, σχῆμα τρίγωνον σκαληνοειδές· δίαρμα δ᾿ ἔχει ἀπὸ Πελώρου ἄκρου εἰς Ἰταλίαν σταδίων ιαʹ πορθμὸν· πλευρὰ νήσου ἀπὸ Πελώρου εἰς Πάχυνον στάδια ͵αλζʹ· ἀπὸ Παχύνου εἰς Λιλύβαιον στάδια ͵αχʹ· κατὰ Τιμοσθένην ἀπὸ Λιλυβαίου εἰς Πελωριάδα στάδια ͵αψʹʹ· ἀπὸ Λιλυβαίου διάπλους εἰς Ἀσπίδα τῆς Λιβύης ἐγγὺς στάδια ͵αχʹ.
321

Κέρκινα νῆσος μῆκος ἔχει στάδια οʹ. πλάτος δ' ὅπου στενοτάτη στάδια μʹ. ὑπέρκειται δὲ πόλεως ἠπειρωτικῆς Θήνης, ἣ κεῖται τῆς μικρᾶς Σύρτιδος ἐπὶ τῆς ἀρχῆς. Τῇ δὲ Κερκίνῃ παράκειται νῆσος Κερκινῖτις γεφύρᾳ ζευχθεῖσα, μῆκος στάδια μʹ. πλάτος δὲ στάδια κεʹ.

Ἀπὸ Κερκίνης ἐπὶ νῆσον Μήνιγγα τὴν Λωτοφαγιτίδος ὁ διάπλους στάδια χʹ, ὅσον τῆς μικρᾶς Σύρτιδος λέγεται τὸ στόμα. Ἡ δὲ Μήνιγξ μῆκος σταδίων χʹ, πλάτος σταδίων ρπʹ. Μεγάλαι δ' εἰσὶν περὶ αὐτὴν παλίῤῥοιαι.

322

Κεφαλληνία νῆσος τετράπολις μῆκος σταδίων υʹ. Εἰσὶ δὲ καὶ ἐν τῷ Ἀδρίᾳ νῆσοι παρὰ τὴν Ἰλλυρίδα, ὧν ἐπισημότεραι Ἴσση, καὶ ἡ Μέλαινα Κορκύρα, καὶ Φάρος καὶ Μελίτη, ὧν ἀγνοῶ τὰς περιμέτρους.

Πελοποννήσου δὲ ὁ περίπλους καὶ τῶν κόλπων συμμετρουμένων στάδια ͵εχκζʹ. χωρὶς δὲ τοῦ κατακολπίσαι ὁ περίπλους

323
στάδια ͵δ. Μῆκος δὲ ἀπὸ Μαλέας ἕως Αἰγίου στάδια ͵αυʹ. Ἔχει δὲ ὅμοιον σχῆμα φύλλῳ πλατάνου, κόλποις μεγάλοις τεμνομένη. Συνάγεται μὲν εἰς τὸν Κορίνθιον Ἰσθμὸν, πλάτος σταδίων μʹ. Ἀπὸ τοῦ Κορινθίου κόλπου καὶ Σαρωνικοῦ ἐπὶ τὸ Σκύλλαιον ἄκρον ἐξ εὐωνύμων, ἔνθα πρόκειται νῆσος Καλαυρία Ποσειδῶνος ἱερά. Εἶτα ὁ Ἑρμιονικὸς κόλπος. Ἑξῆς δὲ ὁ Ἀργολικὸς κόλπος μέχρι Μαλέας ἄκρου, ὃ πολὺ προπέπτωκεν εἰς πέλαγος. Ἑξῆς δὲ μετὰ Μαλέαν Λακωνικὸς κόλπος ἕως Ταινάρου ἐκ δεξιῶν, ὃς περιορίζει ἐξ εὐωνύμων τὸν Μεσσηνιακὸν κόλπον, οὗ ἐκ δεξιῶν Ἀκρίτας ἄκρα.
324
Εἶτα προπέπτωκεν ἄκρον Ἰχθὺς, καθ' ὃν κεῖται Ζάκυνθος, καὶ ἕτερον ὃ Χελωνάτας. τελευταῖον δὲ ἄκρον Ἄραξος ἀντιπρόσωπον Ἀ καρνανίᾳ. μεθ' ὃν ὁ Κορινθιακὸς ἀναχεῖται κόλπος, ζ σταδίων συγκλει όμενος στόματα, κατὰ τὸ Ῥιὸν ἄκρον, ὅ ἐστι τῆς Πελοποννήσου, τὸ δ' Ἀντίῤῥιον Λοκρίδος. Ἀπὸ Ταινάρου ἐπὶ Φυκοῦντα Λιβύης τὸ δίαρμα στάδια ͵γʹ.

Αἴγινα νῆσος προμήκης στάδια ρξʹ. ἐξ ἐναντίας κεῖται τῆς

325
Ἀττικῆς. Σαλαμὶς μῆκος στάδια οʹ. Ἡ Κέως ρκʹ. Τῶν δὲ Κυκλάδων κρατίστη ἐστὶν ἡ Νάξος, διὸ μικρὰ λέγεται Σικελία. Ἐκ δεξιῶν δὲ αἱ Σποράδες. Ἡ δὲ Εὔβοια γεφύρᾳ πρὸς τὴν Βοιωτίαν ἔζευκται· παρατίνει δὲ Βοιωτίδα, Φωκίδα, Λοκροὺς, ἐκ δὲ θατέρου ἐπί πόσον καὶ τῇ Ἀττικῇ. Ἔστι γὰρ μακρὰ, διὸ Μάκρις ὠνομάσθη, μῆκος σταδίων ͵αψʹ.
326

Ἡ δὲ Κρήτη κατὰ Μαλέαν πλησιάζει Πελοποννήσῳ· περίμετρος δὲ αὐτῆς σταδίων ͵δρʹ. μῆκος ͵βτʹ. κατὰ πολὺ γὰρ μεμήκυται. Κύθηρα μέσον Κρήτης καὶ Λακωνικῆς. Κύπρος βύρσῃ τὸ σχῆμα ὁμοῖα, περίπλους στάδια ͵γυκʹ, μῆκος δὲ ͵ατʹ. Ἀπὸ Πάφου εἰς Ἀλεξάνδρειαν δίαρμα Βορέου σταδίων ͵γωʹ. Ῥόδου περίμετρος στάδια ͵ατʹ. Κῶ περίμετρος στά

327
δια φνʹ· Σάμος στάδια χλʹ. Ἰκαρία δέ ἐπὶ μακρὰ, τραχεῖα, μῆκος σταδίων τʹ. Χίου περίμετρος στάδια χξʹ. Λέσβου περίμετρος ͵αρʹ.
328