Geographiae informatio

Agathemerus

Agathemerus, creator; Hoffmann, Samuel Friedrich Wilhelm (1803-1872), editor.

296

Ἔστι δὲ ἡ μεγάλη Σύρτις σταδίων ͵ε, ἡ δὲ μικρὰ σταδίων ͵αχʹ, τὸ δὲ στόμα τοῦ Ἀδρίου, ὃ καλοῦσί τινες Ἰώνιον πέλαγος,

297
ἔχει διάπλουν σταδίων ͵αψʹ, ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ Κεραύνια ὄρη τῆς Ἠπείρου.

Διαδέχεται τὸ Αἰγαῖον Ἑλλήσποντος, λήγων εἰς Ἄβυδον καὶ Σηστόν, εἶτα ἡ Προποντὶς λήγει εἰς Χαλκηδόνα καὶ Βυζάντιον, ἔνθα τὰ στενὰ, ἀφ᾿ ὧν ὁ Πόντος ἄρχεται. Eἶτα ἡ Μαιῶτις λίμνη. Πάλιν δ' ἀπ᾿ ἀρχῆς Εὐρώπης καὶ Λιβύης, Ἰβηρικὸν τὸ ἀπὸ Στηλῶν εἰς Πυρήνην τὸ ὄρος, Λιγυστικὸν δὲ τὸ ἕως τῶν τῆς

298
Τυῤῥηνίας περάτων. Σαρδῶον δὲ τὸ ὑπὲρ Σαρδὼ, νεῦον πρὸς Λιβύην κάτω. Τυῤῥηνικὸν δὲ τὸ μέχρι Σικελίας ἀρχόμενον ἀπὸ τῶν Λιγυστικῆς ἄκρων. εἶτα Λιβυκὸν, εἶτα Κρητικὸν καὶ Σικελικὸν, καὶ Ἰώνιον καὶ Ἀδριατικὸν ἀνακεχυμένον ἐκ τοῦ Σικελικοῦ πελάγους, ὃν καλοῦσι Κορινθιακὸν κόλπον, ἤτοι Ἀλκυονίδα θάλασσαν. τὸ Σουνίῳ καὶ Σκυλαίῳ περιερχόμενον πέλαγος Σαρωνικὸν, εἶτα Μυρτῶον καὶ Ἰκάριον, ἐν ᾧ αἱ Κυκλάδες, εἶτα Καρπάθιον καὶ Παμφύλιον καὶ Αἰγύπτιον· ὑπὲρ δὲ τὸ Ἰκάριον ἑξῆς ἀνακεῖται τὸ Αἰγαῖον.