Geographiae informatio

Agathemerus

Agathemerus, creator; Hoffmann, Samuel Friedrich Wilhelm (1803-1872), editor.

Ἡ δὲ Περσικὴ Θάλασσα κυκλοτερὴς οὖσα, συνάγουσα τὸ στόμα ἄκρῳ Καρμανίας καὶ Ἀραβίας, περίμετρον ἔχει μυριάδων δύο σταδίων. Ἔστι δὲ τὸ μεταξὺ Ἀραβίας καὶ Καρμανίας στόμα σταδίων υʹ.

Ἡ δὲ Ὑρκανία, ἤτοι Κασπία θάλασσα, μηνοειδὴς οὖσα, κατὰ δέ τινας καὶ προμήκης, ἐστὶ σταδίων δισμυρίων διχιλίων· τοῦ δὲ στόματος ἔχει τὸ δίαρμα σταδίους δʹ.

301

Ὁ δὲ Ἀράβιος κόλπος, στενὸς ὢν καὶ προμήκης, ἄρχεται ἀφ᾽ Ἡρώων πόλεως παρὰ τὴν Τρωγλοδυτικὴν ἕως τῆς Πτολεμαΐδος, τῆς ἐπὶ θῆρας, σταδίων ͵θ τὸ μῆκος.

302
Τὰ δὲ κατὰ Δείρην στενὰ σταδίων ξʹ· ἔνθεν ἑξῆς πλοῦς σταδίων ͵ϛφʹ, τὸ δὲ λοιπὸν οὐ πλεῖται παρὰ τὴν Ἐρυθρὰν θάλασσαν ἕως ᾽Ωκεανοῦ σταδίων ηʹ. τὸ δὲ παρὰ τὴν Ἀραβίαν πλευρὰν ἀπ᾿ Ἐλανίτου μυχοῦ σταδίων μυριάδων ͵Δ. αὐτὴ δὲ
303
ἡ Ἀραβία εἰς τὴν Ἐρυθρὰν κα θήκει καὶ μεμήκυται ἐπὶ σταδίων μυρίων δισχιλίων.

Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα στα

304
δίων μυριάδων ϛʹ καὶ ͵ηφμεʹ· οὕτως. Ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ κόλπῳ σταδίων μυριάδων δʹ καὶ ͵αψκεʹ· οὕτως.
305
Ἀπὸ Γάγγου ἐπ' ἐκβολὰς Ἰνδοῦ ποταμοῦ σταδίων μυρίων ͵ϛ. Ἀπ' Ἰνδοῦ ἕως Κασπίων πυλῶν μυρίων ͵ετʹ· ἐπὶ τὸν Εὐφράτην σταδίων μυρίων νʹ· εἰς Μυρίανδρον σταδίων τοϛʹ.

Ἀπὸ δὲ Μυρίανδρου ἐπὶ Γάδειρα σταδίων δισμυρίων ͵ϛωκʹ,

306
οὕτως. Ἀπὸ Μυριάνδρου ἐπὶ Κλεῖδας Κύπρου στάδια ͵αυʹ· ἐπὶ Ἀκάμαντα τὸ ἀκρωτήριον στάδια ͵ατʹ· ἐπὶ δὲ Χελιδωνίας διὰ Παμφυλίου πελάγους στάδια ͵ατʹ· εἰς Πάταρα στάδια ωʹ· ὡς εἰς ῾Ρόδον στάδια ψʹ· εἰς Ἀστυπάλαιαν διὰ Καρπαθίου
307
στάδια Ϡμʹ· ἐπὶ Ταίναρον στάδια ͵αυνʹ· ἐπὶ Πάχυνον Σικελίας στάδια ͵δχʹ· ἐπὶ Λιλύβαιον διὰ Λιβυκοῦ πελάγους στάδια ͵αφλʹ· ἐπὶ δὲ Κάραλιν Σαρδοῦς διὰ Τυρσηνικοῦ πελάγους στάδια ͵βωʹ· ἐπὶ Γάδειρα ὑπερπλεύσαντι Γυμνήσιας νήσους στά
308
δια μύρια. Ἀπὸ Γαδείρων δὲ διὰ ἱεροῦ ἀκρωτηρίου καὶ Ἀρτάβρων λιμένα, στάδιοι ͵γϠλβʹ. Ὁμοῦ γίγνονται μυριάδες ζʹ καὶ ͵βυοζʹ.
309