Geographiae informatio

Agathemerus

Agathemerus, creator; Hoffmann, Samuel Friedrich Wilhelm (1803-1872), editor.

Ἄνεμοι δὲ πνέουσιν ἀπὸ μὲν Ἰσημερινῆς ἀνατολῆς Ἀπηλιώτης· ἀπὸ δὲ Ἰσημερινῆς δύσεως Ζέφυρος, ἀπὸ δὲ μεσημβρίας Νότος, ἀπὸ δὲ ἄρκτου Ἀπαρκτίας. Ἀπὸ δὲ τροπῆς θερινῆς Καικίας. Ἑξῆς δὲ ἀπ᾿ Ἰσημερινῆς ἀνατολῆς Ἀπηλιώτης, καὶ ἀπὸ χειμερινῆς Εὖρος. Δυσμικοὶ δὲ ἀπὸ μὲν δύσεως χειμερινῆς Λίψ, καὶ ἑξῆς πά

294
λιν ἀπὸ δύσεως Ἰσημερινῆς Ζέφυρος, ἀπὸ δὲ δύσεως θερινῆς Ἀργέστης ἤτοι Ὀλυμπίας. εἶτα Νότος καὶ Ἀπαρκτίας ἀντιπνέοντες· γίνονται οὖν ὀκτώ.

Τιμοσθένης δὲ, ὁ γράψας τοὺς περίπλους, δώδεκά φησι, προστιθεὶς μέσον Ἀπαρκτίου καὶ Καικίου Βορέαν, Εὔρου δὲ καὶ Νότου Φοίνικα τὸν καὶ Εὐρόνοτον, μέσον δὲ Νότου καὶ Λιβὸς τὸν Λευκόνοτον ἤτοι Λιβόνοτον, μέσον δὲ Ἀπαρκτίου καὶ Ἀργέστου Θρασκίαν, ἤτοι Κίρκιον ὑπὸ τῶν περιοίκων. Ἔθνη δὲ οἰκεῖν τὰ πέρατα κατ᾿ Ἀπηλιώτην Βακτριανοὺς, κατ᾿

295
Εὖρον Ἰνδοὺς, κατὰ Φοίνικα Ἐρυθρὰν θάλασσαν καὶ Αἰθιοπίαν, κατὰ Νότον τὴν ὑπὲρ Αἴγυπτον Αἰθιοπίαν. Κατὰ Λευκόνοτον τοὺς ὑπὲρ Σύρτεις Γαράμαντας, κατὰ Λίβα Αἰθίοπας καὶ δυσμικοὺς ὑπὲρ Μαύρους· κατὰ Ζέφυρον Στήλας καὶ ἀρχὰς Λιβύης καὶ Εὐρώπης, κατ᾿ Ἀργέστην Ἰβηρίαν τὴν νῦν Ἱσπανίαν· κατὰ δὲ Θρασκίαν τοὺς ὑπὲρ Θράκην Σκύθας· κατὰ δὲ Βοῤῥᾶν Πόντον, Μαιῶτιν, Σαυρόματας· κατὰ Καικίαν Κασπίαν θάλασσαν καὶ Σάκας.

296

Ἔστι δὲ ἡ μεγάλη Σύρτις σταδίων ͵ε, ἡ δὲ μικρὰ σταδίων ͵αχʹ, τὸ δὲ στόμα τοῦ Ἀδρίου, ὃ καλοῦσί τινες Ἰώνιον πέλαγος,

297
ἔχει διάπλουν σταδίων ͵αψʹ, ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ Κεραύνια ὄρη τῆς Ἠπείρου.

Διαδέχεται τὸ Αἰγαῖον Ἑλλήσποντος, λήγων εἰς Ἄβυδον καὶ Σηστόν, εἶτα ἡ Προποντὶς λήγει εἰς Χαλκηδόνα καὶ Βυζάντιον, ἔνθα τὰ στενὰ, ἀφ᾿ ὧν ὁ Πόντος ἄρχεται. Eἶτα ἡ Μαιῶτις λίμνη. Πάλιν δ' ἀπ᾿ ἀρχῆς Εὐρώπης καὶ Λιβύης, Ἰβηρικὸν τὸ ἀπὸ Στηλῶν εἰς Πυρήνην τὸ ὄρος, Λιγυστικὸν δὲ τὸ ἕως τῶν τῆς

298
Τυῤῥηνίας περάτων. Σαρδῶον δὲ τὸ ὑπὲρ Σαρδὼ, νεῦον πρὸς Λιβύην κάτω. Τυῤῥηνικὸν δὲ τὸ μέχρι Σικελίας ἀρχόμενον ἀπὸ τῶν Λιγυστικῆς ἄκρων. εἶτα Λιβυκὸν, εἶτα Κρητικὸν καὶ Σικελικὸν, καὶ Ἰώνιον καὶ Ἀδριατικὸν ἀνακεχυμένον ἐκ τοῦ Σικελικοῦ πελάγους, ὃν καλοῦσι Κορινθιακὸν κόλπον, ἤτοι Ἀλκυονίδα θάλασσαν. τὸ Σουνίῳ καὶ Σκυλαίῳ περιερχόμενον πέλαγος Σαρωνικὸν, εἶτα Μυρτῶον καὶ Ἰκάριον, ἐν ᾧ αἱ Κυκλάδες, εἶτα Καρπάθιον καὶ Παμφύλιον καὶ Αἰγύπτιον· ὑπὲρ δὲ τὸ Ἰκάριον ἑξῆς ἀνακεῖται τὸ Αἰγαῖον.

Ἔστι δὲ ὁ τῆς Εὐρώπης παράπλους, ἀπὸ Τανάϊδος ποτα

299
μοῦ ἐκβολῶν ἕως Ἡρακλείων στηλῶν, σταδίων μυριάδων ἓξ καὶ ͵θψθʹ· τῆς δὲ Λιβύης ἀπὸ Τίγγιος ἕως στόματος Κανωβικοῦ σταδίων μυριάδων δύο καὶ ͵θσνβʹ. τῆς δὲ Ἀσίας, ἀπὸ Κανώβου ἕως Τανάϊδος ποταμοῦ μετὰ τῶν κόλπων, ὁ παράπλους σταδίων μυριάδων δʹ καὶ ριαʹ. ὁμοῦ παράλιος σὺν κόλποις τῆς καθ᾿ ἡμᾶς οἰκουμένης σταδίων μυριάδων ιγʹ καὶ ͵θοβʹ, οὐ συμμετρουμένης τῆς Μαιώτιδος λίμνης, ἧς περίμετρος σταδίων ͵θ. τὸ δὲ στόμα ὁ Κιμμέριος Βόσπορος σταδίων οηʹ.