Geographiae informatio

Agathemerus

Agathemerus, creator; Hoffmann, Samuel Friedrich Wilhelm (1803-1872), editor.

Οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην δὲ κεῖσθαι τὴν Ἑλλάδα, καὶ ταύτης Δελφοὺς, τὸν ὀμφαλὸν γὰρ ἔχειν τῆς γῆς. Πρῶτος δὲ Δημόκριτος πολύπειρος ἀνὴρ συνεῖδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ, ἡμιόλιον τὸ μῆκος τοῦ πλάτους ἔχουσα. Συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ Περιπατητικός. Εὔδοξος δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους· ὁ δὲ Ἐρατοσθένης πλεῖον τοῦ διπλοῦ. Κράτης δὲ

290
ὡς ἡμικύκλιον· Ἵππαρχος δὲ τραπεζοειδῆ. Ἄλλοι οὐροειδῆ. Ποσειδώνιος δὲ ὁ Στωϊκὸς σφενδονο ειδῆ καὶ μεσοπλατὸν ἀπὸ Νότου εἰς Βοῤῥᾶν, στενὴν πρὸς ἑὼ καὶ δύσιν· τὰ πρὸς Εὖρον δ᾿ ὁμοίως πλατύτερα πρὸς τὴν Ἰνδικήν.

Ὅροι ἠπείρων· Εὐρώπης μὲν καὶ Λιβύης αἱ Ἡρακλέους στῆλαι· Λιβύης δὲ καὶ Ἀσίας ὁ Νεῖλος, οἱ δὲ Ἰσθμὸν τὸν ἀπὸ Σαρβωνίδος λίμνης καὶ Ἀραβίου κόλπου. Ἀσίας δὲ καὶ Εὐρώπης οἱ μὲν ἀρχαῖοι [λέγουσι] Φάσιν ποταμὸν καὶ τὸν ἕως

291
Κασπίας Ἰσθμὸν, τὸν ἀπὸ Σάρβω. οἱ δὲ ὕστερον νεώτεροι Μαιῶτιν λίμνην καὶ Τάναϊν ποταμόν.