Geographiae informatio

Agathemerus

Agathemerus, creator; Hoffmann, Samuel Friedrich Wilhelm (1803-1872), editor.

Ἀναξίμανδρος ὁ Μιλήσιος, ἀκουστὴς Θάλεω, πρῶτος ἐτόλ

284
μησε τὴν οἰκουμένην ἐν πίνακι γρά ψαι. Μεθ᾿ ὃν Ἑκα
285
ταῖος ὁ Μιλήσιος, ἀνὴρ πολυπλανὴς, διηκρίβωσεν ὥστε θαυμασθῆναι τὸ πρᾶγμα. Ἑλλάνικος γὰρ Λέσβιος ἀνὴρ πολυΐστωρ ἀπλάστως παρέδωκε τὴν ἱστορίαν.
287
Εἶτα Δαμάστης ὁ Σιγειεὺς τὰ πλεῖστα ἐκ τῶν Ἑκαταίου
288
μεταγράψας περίπλουν ἔγραψεν. Ἑξῆς Δημόκριτος καὶ Εὔδοξος καὶ ἄλλοι τινὲς γῆς περιόδους καὶ περίπλους ἐπραγματεύσαντο
289

Οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην δὲ κεῖσθαι τὴν Ἑλλάδα, καὶ ταύτης Δελφοὺς, τὸν ὀμφαλὸν γὰρ ἔχειν τῆς γῆς. Πρῶτος δὲ Δημόκριτος πολύπειρος ἀνὴρ συνεῖδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ, ἡμιόλιον τὸ μῆκος τοῦ πλάτους ἔχουσα. Συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ Περιπατητικός. Εὔδοξος δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους· ὁ δὲ Ἐρατοσθένης πλεῖον τοῦ διπλοῦ. Κράτης δὲ

290
ὡς ἡμικύκλιον· Ἵππαρχος δὲ τραπεζοειδῆ. Ἄλλοι οὐροειδῆ. Ποσειδώνιος δὲ ὁ Στωϊκὸς σφενδονο ειδῆ καὶ μεσοπλατὸν ἀπὸ Νότου εἰς Βοῤῥᾶν, στενὴν πρὸς ἑὼ καὶ δύσιν· τὰ πρὸς Εὖρον δ᾿ ὁμοίως πλατύτερα πρὸς τὴν Ἰνδικήν.

Ὅροι ἠπείρων· Εὐρώπης μὲν καὶ Λιβύης αἱ Ἡρακλέους στῆλαι· Λιβύης δὲ καὶ Ἀσίας ὁ Νεῖλος, οἱ δὲ Ἰσθμὸν τὸν ἀπὸ Σαρβωνίδος λίμνης καὶ Ἀραβίου κόλπου. Ἀσίας δὲ καὶ Εὐρώπης οἱ μὲν ἀρχαῖοι [λέγουσι] Φάσιν ποταμὸν καὶ τὸν ἕως

291
Κασπίας Ἰσθμὸν, τὸν ἀπὸ Σάρβω. οἱ δὲ ὕστερον νεώτεροι Μαιῶτιν λίμνην καὶ Τάναϊν ποταμόν.

Ἐκλήθησαν δὲ Ἤπειροι ἄπειροί τινες οὖσαι δι᾿ ἄγνοιαν. Ἀσία δὲ ἀπὸ τοῦ ἄσσον εἶναι τοῖς ἀπ᾿ Εὐρώπης ἀπιοῦσι καὶ πεζῇ, καὶ νήσοις στιχηδὸν κειμέναις, ὧν Εὐβοέα, Ἄνδρος, Τῆνος, Μύκονος, Ἰκαρία, Σάμος, Μυκάλη. Ἡ δὲ Εὐρώπη ἀπὸ τοῦ Εὔρου ὠνομάσθη. Λιβύη δὲ ὑφ᾿ Ἑλλήνων ἦν ἄγνωστος πάνυ· ἀπὸ δὲ ἔθνους ἐπισήμου Φοινικῶς ὠνομάσθησαν λέοντες· Ὠκεανὸς δὲ διὰ τὸ ὠκέως ἀνύειν κύκλῳ τὴν γῆν.

292

Δικαίαρχος δἐ ὁρίζει τὴν γῆν οὐχ ὕδασιν, ἄλλὰ τομῇ εὐθείᾳ ἀκράτῳ, ἀπὸ στηλῶν διὰ Σαρδοῦς, Σικελίας, Πελοποννήσου, Καρίας, Λυκίας, Παμφυλίας, Κιλικίας καὶ Ταύρου, ἑξῆς ἕως Ἰμάου ὄρους. τῶν τοίνυν τόπων τὸ μὲν Βόρειον, τὸ δὲ Νότιον ὀνομάζει.

293

Ἄνεμοι δὲ πνέουσιν ἀπὸ μὲν Ἰσημερινῆς ἀνατολῆς Ἀπηλιώτης· ἀπὸ δὲ Ἰσημερινῆς δύσεως Ζέφυρος, ἀπὸ δὲ μεσημβρίας Νότος, ἀπὸ δὲ ἄρκτου Ἀπαρκτίας. Ἀπὸ δὲ τροπῆς θερινῆς Καικίας. Ἑξῆς δὲ ἀπ᾿ Ἰσημερινῆς ἀνατολῆς Ἀπηλιώτης, καὶ ἀπὸ χειμερινῆς Εὖρος. Δυσμικοὶ δὲ ἀπὸ μὲν δύσεως χειμερινῆς Λίψ, καὶ ἑξῆς πά

294
λιν ἀπὸ δύσεως Ἰσημερινῆς Ζέφυρος, ἀπὸ δὲ δύσεως θερινῆς Ἀργέστης ἤτοι Ὀλυμπίας. εἶτα Νότος καὶ Ἀπαρκτίας ἀντιπνέοντες· γίνονται οὖν ὀκτώ.

Τιμοσθένης δὲ, ὁ γράψας τοὺς περίπλους, δώδεκά φησι, προστιθεὶς μέσον Ἀπαρκτίου καὶ Καικίου Βορέαν, Εὔρου δὲ καὶ Νότου Φοίνικα τὸν καὶ Εὐρόνοτον, μέσον δὲ Νότου καὶ Λιβὸς τὸν Λευκόνοτον ἤτοι Λιβόνοτον, μέσον δὲ Ἀπαρκτίου καὶ Ἀργέστου Θρασκίαν, ἤτοι Κίρκιον ὑπὸ τῶν περιοίκων. Ἔθνη δὲ οἰκεῖν τὰ πέρατα κατ᾿ Ἀπηλιώτην Βακτριανοὺς, κατ᾿

295
Εὖρον Ἰνδοὺς, κατὰ Φοίνικα Ἐρυθρὰν θάλασσαν καὶ Αἰθιοπίαν, κατὰ Νότον τὴν ὑπὲρ Αἴγυπτον Αἰθιοπίαν. Κατὰ Λευκόνοτον τοὺς ὑπὲρ Σύρτεις Γαράμαντας, κατὰ Λίβα Αἰθίοπας καὶ δυσμικοὺς ὑπὲρ Μαύρους· κατὰ Ζέφυρον Στήλας καὶ ἀρχὰς Λιβύης καὶ Εὐρώπης, κατ᾿ Ἀργέστην Ἰβηρίαν τὴν νῦν Ἱσπανίαν· κατὰ δὲ Θρασκίαν τοὺς ὑπὲρ Θράκην Σκύθας· κατὰ δὲ Βοῤῥᾶν Πόντον, Μαιῶτιν, Σαυρόματας· κατὰ Καικίαν Κασπίαν θάλασσαν καὶ Σάκας.